<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:595-607</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:595-607</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="595">κηφῆνας βόσκωσι, κακῶν ξυνήονας ἔργων—</l><l n="596">αἳ μέν τε πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα</l><l n="597">ἠμάτιαι σπεύδουσι τιθεῖσί τε κηρία λευκά,</l><l n="598">οἳ δʼ ἔντοσθε μένοντες ἐπηρεφέας κατὰ σίμβλους</l><l n="599">ἀλλότριον κάματον σφετέρην ἐς γαστέρʼ ἀμῶνται—</l><l n="600">ὣς δʼ αὔτως ἄνδρεσσι κακὸν θνητοῖσι γυναῖκας</l><l n="601">Ζεὺς ὑψιβρεμέτης θῆκεν, ξυνήονας ἔργων</l><l n="602">ἀργαλέων· ἕτερον δὲ πόρεν κακὸν ἀντʼ ἀγαθοῖο·</l><l n="603">ὅς κε γάμον φεύγων καὶ μέρμερα ἔργα γυναικῶν</l><l n="604">μὴ γῆμαι ἐθέλῃ, ὀλοὸν δʼ ἐπὶ γῆρας ἵκοιτο</l><l n="605">χήτεϊ γηροκόμοιο· ὅ γʼ οὐ βιότου ἐπιδευὴς</l><l n="606">ζώει, ἀποφθιμένου δὲ διὰ κτῆσιν δατέονται</l><l n="607">χηρωσταί· ᾧ δʼ αὖτε γάμου μετὰ μοῖρα γένηται,</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>