<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:55-106</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:55-106</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="55">λησμοσύνην τε κακῶν ἄμπαυμά τε μερμηράων. </l><l n="56">ἐννέα γάρ οἱ νυκτὸς ἐμίσγετο μητίετα Ζεὺς</l><l n="57">νόσφιν ἀπʼ ἀθανάτων ἱερὸν λέχος εἰσαναβαίνων·</l><l n="58">ἀλλʼ ὅτε δή ῥʼ ἐνιαυτὸς ἔην, περὶ δʼ ἔτραπον ὧραι</l><l n="59">μηνῶν φθινόντων, περὶ δʼ ἤματα πόλλʼ ἐτελέσθη,</l><l n="60">ἣ δʼ ἔτεκʼ ἐννέα κούρας ὁμόφρονας, ᾗσιν ἀοιδὴ</l><l n="61">μέμβλεται ἐν στήθεσσιν, ἀκηδέα θυμὸν ἐχούσαις,</l><l n="62">τυτθὸν ἀπʼ ἀκροτάτης κορυφῆς νιφόεντος Ὀλύμπου.</l><milestone ed="p" unit="card" n="63"/><l n="63">ἔνθα σφιν λιπαροί τε χοροὶ καὶ δώματα καλά.</l><l n="64">πὰρ δʼ αὐτῇς Χάριτές τε καὶ Ἵμερος οἰκίʼ ἔχουσιν</l><l n="65">ἐν θαλίῃς· ἐρατὴν δὲ διὰ στόμα ὄσσαν ἱεῖσαι</l><l n="66">μέλπονται πάντων τε νόμους καὶ ἤθεα κεδνὰ</l><l n="67">ἀθανάτων κλείουσιν, ἐπήρατον ὄσσαν ἱεῖσαι.</l><l n="68">αἳ τότʼ ἴσαν πρὸς Ὄλυμπον ἀγαλλόμεναι ὀπὶ καλῇ,</l><l n="69">ἀμβροσίῃ μολπῇ· περὶ δʼ ἴαχε γαῖα μέλαινα</l><l n="70">ὑμνεύσαις, ἐρατὸς δὲ ποδῶν ὕπο δοῦπος ὀρώρει</l><l n="71">νισσομένων πατέρʼ εἰς ὅν· ὃ δʼ οὐρανῷ ἐμβασιλεύει,</l><l n="72">αὐτὸς ἔχων βροντὴν ἠδʼ αἰθαλόεντα κεραυνόν,</l><l n="73">κάρτει νικήσας πατέρα Κρόνον· εὖ δὲ ἕκαστα</l><l n="74">ἀθανάτοις διέταξεν ὁμῶς καὶ ἐπέφραδε τιμάς.</l><l n="75"><milestone ed="P" unit="para"/>ταῦτʼ ἄρα Μοῦσαι ἄειδον, Ὀλύμπια δώματʼ
                    ἔχουσαι,</l><l n="76">ἐννέα θυγατέρες μεγάλου Διὸς ἐκγεγαυῖαι,</l><l n="77">Κλειώ τʼ Εὐτέρπη τε Θάλειά τε Μελπομέενη τε</l><l n="78">Τερψιχόρη τʼ Ἐρατώ τε Πολύμνιά τʼ Οὐρανίη τε</l><l n="79">Καλλιόπη θʼ· ἣ δὲ προφερεστάτη ἐστὶν ἁπασέων.</l><l n="80">ἣ γὰρ καὶ βασιλεῦσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ. </l><l n="81">ὅν τινα τιμήσωσι Διὸς κοῦραι μεγάλοιο</l><l n="82">γεινόμενόν τε ἴδωσι διοτρεφέων βασιλήων,</l><l n="83">τῷ μὲν ἐπὶ γλώσσῃ γλυκερὴν χείουσιν ἐέρσην,</l><l n="84">τοῦ δʼ ἔπεʼ ἐκ στόματος ῥεῖ μείλιχα· οἱ δέ τε λαοὶ</l><l n="85">πάντες ἐς αὐτὸν ὁρῶσι διακρίνοντα θέμιστας</l><l n="86">ἰθείῃσι δίκῃσιν· ὃ δʼ ἀσφαλέως ἀγορεύων</l><l n="87">αἶψά κε καὶ μέγα νεῖκος ἐπισταμένως κατέπαυσεν·</l><l n="88">τοὔνεκα γὰρ βασιλῆες ἐχέφρονες, οὕνεκα λαοῖς</l><l n="89">βλαπτομένοις ἀγορῆφι μετάτροπα ἔργα τελεῦσι</l><l n="90">ῥηιδίως, μαλακοῖσι παραιφάμενοι ἐπέεσσιν.</l><l n="91">ἐρχόμενον δʼ ἀνʼ ἀγῶνα θεὸν ὣς ἱλάσκονται</l><l n="92">αἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισιν·</l><l n="93">τοίη Μουσάων ἱερὴ δόσις ἀνθρώποισιν.</l><l n="94">ἐκ γάρ τοι Μουσέων καὶ ἑκηβόλου Ἀπόλλωνος</l><l n="95">ἄνδρες ἀοιδοὶ ἔασιν ἐπὶ χθόνα καὶ κιθαρισταί, </l><l n="96">ἐκ δὲ Διὸς βασιλῆες· ὃ δʼ ὄλβιος, ὅν τινα Μοῦσαι</l><l n="97">φίλωνται· γλυκερή οἱ ἀπὸ στόματος ῥέει αὐδή.</l><l n="98">εἰ γάρ τις καὶ πένθος ἔχων νεοκηδέι θυμῷ</l><l n="99">ἄζηται κραδίην ἀκαχήμενος, αὐτὰρ ἀοιδὸς</l><l n="100">Μουσάων θεράπων κλέεα προτέρων ἀνθρώπων</l><l n="101">ὑμνήσῃ μάκαράς τε θεούς, οἳ Ὄλυμπον ἔχουσιν,</l><l n="102">αἶψʼ ὅ γε δυσφροσυνέων ἐπιλήθεται οὐδέ τι κηδέων</l><l n="103">μέμνηται· ταχέως δὲ παρέτραπε δῶρα θεάων.</l><sp><milestone ed="p" unit="card" n="104"/><l n="104"><milestone ed="P" unit="para"/>χαίρετε, τέκνα Διός, δότε δʼ ἱμερόεσσαν
                        ἀοιδήν.</l><l n="105">κλείετε δʼ ἀθανάτων ἱερὸν γένος αἰὲν ἐόντων, </l><l n="106">οἳ Γῆς τʼ ἐξεγένοντο καὶ Οὐρανοῦ ἀστερόεντος,</l></sp></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>