<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:530-542</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:530-542</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="530">ὄφρʼ Ἡρακλῆος Θηβαγενέος κλέος εἴη</l><l n="531">πλεῖον ἔτʼ ἢ τὸ πάροιθεν ἐπὶ χθόνα πουλυβότειραν.</l><l n="532">ταῦτʼ ἄρα ἁζόμενος τίμα ἀριδείκετον υἱόν·</l><l n="533">καί περ χωόμενος παύθη χόλου, ὃν πρὶν ἔχεσκεν,</l><l n="534">οὕνεκʼ ἐρίζετο βουλὰς ὑπερμενέι Κρονίωνι.</l><l n="535">καὶ γὰρ ὅτʼ ἐκρίνοντο θεοὶ θνητοί τʼ ἄνθρωποι</l><l n="536">Μηκώνῃ, τότʼ ἔπειτα μέγαν βοῦν πρόφρονι θυμῷ</l><l n="537">δασσάμενος προέθηκε, Διὸς νόον ἐξαπαφίσκων.</l><l n="538">τοῖς μὲν γὰρ σάρκας τε καὶ ἔγκατα πίονα δημῷ</l><l n="539">ἐν ῥινῷ κατέθηκε καλύψας γαστρὶ βοείῃ,</l><l n="540">τῷ δʼ αὖτʼ ὀστέα λευκὰ βοὸς δολίῃ ἐπὶ τέχνῃ</l><l n="541">εὐθετίσας κατέθηκε καλύψας ἀργέτι δημῷ.</l><l n="542">δὴ τότε μιν προσέειπε πατὴρ ἀνδρῶν τε θεῶν τε·</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>