<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:53-250</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:53-250</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="53"><milestone ed="P" unit="para"/>τὰς ἐν Πιερίῃ Κρονίδῃ τέκε πατρὶ μιγεῖσα</l><l n="54">Μνημοσύνη, γουνοῖσιν Ἐλευθῆρος μεδέουσα,</l><l n="55">λησμοσύνην τε κακῶν ἄμπαυμά τε μερμηράων. </l><l n="56">ἐννέα γάρ οἱ νυκτὸς ἐμίσγετο μητίετα Ζεὺς</l><l n="57">νόσφιν ἀπʼ ἀθανάτων ἱερὸν λέχος εἰσαναβαίνων·</l><l n="58">ἀλλʼ ὅτε δή ῥʼ ἐνιαυτὸς ἔην, περὶ δʼ ἔτραπον ὧραι</l><l n="59">μηνῶν φθινόντων, περὶ δʼ ἤματα πόλλʼ ἐτελέσθη,</l><l n="60">ἣ δʼ ἔτεκʼ ἐννέα κούρας ὁμόφρονας, ᾗσιν ἀοιδὴ</l><l n="61">μέμβλεται ἐν στήθεσσιν, ἀκηδέα θυμὸν ἐχούσαις,</l><l n="62">τυτθὸν ἀπʼ ἀκροτάτης κορυφῆς νιφόεντος Ὀλύμπου.</l><milestone ed="p" unit="card" n="63"/><l n="63">ἔνθα σφιν λιπαροί τε χοροὶ καὶ δώματα καλά.</l><l n="64">πὰρ δʼ αὐτῇς Χάριτές τε καὶ Ἵμερος οἰκίʼ ἔχουσιν</l><l n="65">ἐν θαλίῃς· ἐρατὴν δὲ διὰ στόμα ὄσσαν ἱεῖσαι</l><l n="66">μέλπονται πάντων τε νόμους καὶ ἤθεα κεδνὰ</l><l n="67">ἀθανάτων κλείουσιν, ἐπήρατον ὄσσαν ἱεῖσαι.</l><l n="68">αἳ τότʼ ἴσαν πρὸς Ὄλυμπον ἀγαλλόμεναι ὀπὶ καλῇ,</l><l n="69">ἀμβροσίῃ μολπῇ· περὶ δʼ ἴαχε γαῖα μέλαινα</l><l n="70">ὑμνεύσαις, ἐρατὸς δὲ ποδῶν ὕπο δοῦπος ὀρώρει</l><l n="71">νισσομένων πατέρʼ εἰς ὅν· ὃ δʼ οὐρανῷ ἐμβασιλεύει,</l><l n="72">αὐτὸς ἔχων βροντὴν ἠδʼ αἰθαλόεντα κεραυνόν,</l><l n="73">κάρτει νικήσας πατέρα Κρόνον· εὖ δὲ ἕκαστα</l><l n="74">ἀθανάτοις διέταξεν ὁμῶς καὶ ἐπέφραδε τιμάς.</l><l n="75"><milestone ed="P" unit="para"/>ταῦτʼ ἄρα Μοῦσαι ἄειδον, Ὀλύμπια δώματʼ
                    ἔχουσαι,</l><l n="76">ἐννέα θυγατέρες μεγάλου Διὸς ἐκγεγαυῖαι,</l><l n="77">Κλειώ τʼ Εὐτέρπη τε Θάλειά τε Μελπομέενη τε</l><l n="78">Τερψιχόρη τʼ Ἐρατώ τε Πολύμνιά τʼ Οὐρανίη τε</l><l n="79">Καλλιόπη θʼ· ἣ δὲ προφερεστάτη ἐστὶν ἁπασέων.</l><l n="80">ἣ γὰρ καὶ βασιλεῦσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ. </l><l n="81">ὅν τινα τιμήσωσι Διὸς κοῦραι μεγάλοιο</l><l n="82">γεινόμενόν τε ἴδωσι διοτρεφέων βασιλήων,</l><l n="83">τῷ μὲν ἐπὶ γλώσσῃ γλυκερὴν χείουσιν ἐέρσην,</l><l n="84">τοῦ δʼ ἔπεʼ ἐκ στόματος ῥεῖ μείλιχα· οἱ δέ τε λαοὶ</l><l n="85">πάντες ἐς αὐτὸν ὁρῶσι διακρίνοντα θέμιστας</l><l n="86">ἰθείῃσι δίκῃσιν· ὃ δʼ ἀσφαλέως ἀγορεύων</l><l n="87">αἶψά κε καὶ μέγα νεῖκος ἐπισταμένως κατέπαυσεν·</l><l n="88">τοὔνεκα γὰρ βασιλῆες ἐχέφρονες, οὕνεκα λαοῖς</l><l n="89">βλαπτομένοις ἀγορῆφι μετάτροπα ἔργα τελεῦσι</l><l n="90">ῥηιδίως, μαλακοῖσι παραιφάμενοι ἐπέεσσιν.</l><l n="91">ἐρχόμενον δʼ ἀνʼ ἀγῶνα θεὸν ὣς ἱλάσκονται</l><l n="92">αἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισιν·</l><l n="93">τοίη Μουσάων ἱερὴ δόσις ἀνθρώποισιν.</l><l n="94">ἐκ γάρ τοι Μουσέων καὶ ἑκηβόλου Ἀπόλλωνος</l><l n="95">ἄνδρες ἀοιδοὶ ἔασιν ἐπὶ χθόνα καὶ κιθαρισταί, </l><l n="96">ἐκ δὲ Διὸς βασιλῆες· ὃ δʼ ὄλβιος, ὅν τινα Μοῦσαι</l><l n="97">φίλωνται· γλυκερή οἱ ἀπὸ στόματος ῥέει αὐδή.</l><l n="98">εἰ γάρ τις καὶ πένθος ἔχων νεοκηδέι θυμῷ</l><l n="99">ἄζηται κραδίην ἀκαχήμενος, αὐτὰρ ἀοιδὸς</l><l n="100">Μουσάων θεράπων κλέεα προτέρων ἀνθρώπων</l><l n="101">ὑμνήσῃ μάκαράς τε θεούς, οἳ Ὄλυμπον ἔχουσιν,</l><l n="102">αἶψʼ ὅ γε δυσφροσυνέων ἐπιλήθεται οὐδέ τι κηδέων</l><l n="103">μέμνηται· ταχέως δὲ παρέτραπε δῶρα θεάων.</l><sp><milestone ed="p" unit="card" n="104"/><l n="104"><milestone ed="P" unit="para"/>χαίρετε, τέκνα Διός, δότε δʼ ἱμερόεσσαν
                        ἀοιδήν.</l><l n="105">κλείετε δʼ ἀθανάτων ἱερὸν γένος αἰὲν ἐόντων, </l><l n="106">οἳ Γῆς τʼ ἐξεγένοντο καὶ Οὐρανοῦ ἀστερόεντος,</l><l n="107">Νυκτός τε δνοφερῆς, οὕς θʼ ἁλμυρὸς ἔτρεφε Πόντος.</l><l n="108">εἴπατε δʼ, ὡς τὰ πρῶτα θεοὶ καὶ γαῖα γένοντο</l><l n="109">καὶ ποταμοὶ καὶ πόντος ἀπείριτος, οἴδματι θυίων, </l><l n="110">ἄστρα τε λαμπετόωντα καὶ οὐρανὸς εὐρὺς ὕπερθεν</l><l n="111"><del>οἵ τʼ ἐκ τῶν ἐγένοντο θεοί, δωτῆρες ἐάων</del></l><l n="112">ὥς τʼ ἄφενος δάσσαντο καὶ ὡς τιμὰς διέλοντο</l><l n="113">ἠδὲ καὶ ὡς τὰ πρῶτα πολύπτυχον ἔσχον Ὄλυμπον.</l><l n="114">ταῦτά μοι ἔσπετε Μοῦσαι, Ὀλύμπια δώματʼ ἔχουσαι</l><l n="115">ἐξ ἀρχῆς, καὶ εἴπαθʼ, ὅ τι πρῶτον γένετʼ αὐτῶν.</l></sp><l n="116"><milestone ed="P" unit="para"/>ἦ τοι μὲν πρώτιστα Χάος γένετʼ, αὐτὰρ ἔπειτα</l><l n="117">Γαῖʼ εὐρύστερνος, πάντων ἕδος ἀσφαλὲς αἰεὶ</l><l n="118"><del>ἀθανάτων, οἳ ἔχουσι κάρη νιφόεντος Ὀλύμπου,</del></l><l n="119">Τάρταρά τʼ ἠερόεντα μυχῷ χθονὸς εὐρυοδείης,</l><l n="120">ἠδʼ Ἔρος, ὃς κάλλιστος ἐν ἀθανάτοισι θεοῖσι,</l><l n="121">λυσιμελής, πάντων δὲ θεῶν πάντων τʼ ἀνθρώπων</l><l n="122">δάμναται ἐν στήθεσσι νόον καὶ ἐπίφρονα βουλήν.</l><l n="123">ἐκ Χάεος δʼ Ἔρεβός τε μέλαινά τε Νὺξ ἐγένοντο·</l><l n="124">Νυκτὸς δʼ αὖτʼ Αἰθήρ τε καὶ Ἡμέρη ἐξεγένοντο,</l><l n="125">οὓς τέκε κυσαμένη Ἐρέβει φιλότητι μιγεῖσα. </l><l n="126">Γαῖα δέ τοι πρῶτον μὲν ἐγείνατο ἶσον ἑαυτῇ </l><l n="127">Οὐρανὸν ἀστερόενθʼ, ἵνα μιν περὶ πάντα καλύπτοι,</l><l n="128">ὄφρʼ εἴη μακάρεσσι θεοῖς ἕδος ἀσφαλὲς αἰεί.</l><l n="129">γείνατο δʼ Οὔρεα μακρά, θεῶν χαρίεντας ἐναύλους,</l><l n="130">Νυμφέων, αἳ ναίουσιν ἀνʼ οὔρεα βησσήεντα.</l><l n="131">ἣ δὲ καὶ ἀτρύγετον πέλαγος τέκεν, οἴδματι θυῖον, </l><l n="132">Πόντον, ἄτερ φιλότητος ἐφιμέρου· αὐτὰρ ἔπειτα</l><l n="133">Οὐρανῷ εὐνηθεῖσα τέκʼ Ὠκεανὸν βαθυδίνην,</l><l n="134">Κοῖόν τε Κρῖόν θʼ Ὑπερίονά τʼ Ἰαπετόν τε</l><l n="135">Θείαν τε Ῥείαν τε Θέμιν τε Μνημοσύνην τε</l><l n="136">Φοίβην τε χρυσοστέφανον Τηθύν τʼ ἐρατεινήν.</l><l n="137">τοὺς δὲ μέθʼ ὁπλότατος γένετο Κρόνος ἀγκυλομήτης,</l><l n="138">δεινότατος παίδων· θαλερὸν δʼ ἤχθηρε τοκῆα.</l><milestone ed="p" unit="card" n="139"/><l n="139"><milestone ed="P" unit="para"/>γείνατο δʼ αὖ Κύκλωπας ὑπέρβιον ἦτορ ἔχοντας,</l><l n="140">Βρόντην τε Στερόπην τε καὶ Ἄργην ὀβριμόθυμον, </l><l n="141">οἳ Ζηνὶ βροντήν τε δόσαν τεῦξάν τε κεραυνόν.</l><l n="142">οἳ δή τοι τὰ μὲν ἄλλα θεοῖς ἐναλίγκιοι ἦσαν, </l><l n="143">μοῦνος δʼ ὀφθαλμὸς μέσσῳ ἐνέκειτο μετώπῳ.</l><l n="144">Κύκλωπες δʼ ὄνομʼ ἦσαν ἐπώνυμον, οὕνεκʼ ἄρα σφέων</l><l n="145">κυκλοτερὴς ὀφθαλμὸς ἕεις ἐνέκειτο μετώπῳ·</l><l n="146">ἰσχὺς δʼ ἠδὲ βίη καὶ μηχαναὶ ἦσαν ἐπʼ ἔργοις.</l><l n="147"><milestone ed="P" unit="para"/>ἄλλοι δʼ αὖ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο</l><l n="148">τρεῖς παῖδες μεγάλοι τε καὶ ὄβριμοι, οὐκ ὀνομαστοί,</l><l n="149">Κόττος τε Βριάρεώς τε Γύης θʼ, ὑπερήφανα τέκνα.</l><l n="150">τῶν ἑκατὸν μὲν χεῖρες ἀπʼ ὤμων ἀίσσοντο,</l><l n="151">ἄπλαστοι, κεφαλαὶ δὲ ἑκάστῳ πεντήκοντα</l><l n="152">ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν·</l><l n="153">ἰσχὺς δʼ ἄπλητος κρατερὴ μεγάλῳ ἐπὶ εἴδει.</l><l n="154">ὅσσοι γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο,</l><l n="155">δεινότατοι παίδων, σφετέρῳ δʼ ἤχθοντο τοκῆι</l><l n="156">ἐξ ἀρχῆς· καὶ τῶν μὲν ὅπως τις πρῶτα γένοιτο,</l><l n="157">πάντας ἀποκρύπτασκε, καὶ ἐς φάος οὐκ ἀνίεσκε,</l><l n="158">Γαίης ἐν κευθμῶνι, κακῷ δʼ ἐπετέρπετο ἔργῳ</l><l n="159">Οὐρανός. ἣ δʼ ἐντὸς στοναχίζετο Γαῖα πελώρη</l><l n="160">στεινομένη· δολίην δὲ κακήν τʼ ἐφράσσατο τέχνην. </l><l n="161">αἶψα δὲ ποιήσασα γένος πολιοῦ ἀδάμαντος</l><l n="162">τεῦξε μέγα δρέπανον καὶ ἐπέφραδε παισὶ φίλοισιν·</l><l n="163">εἶπε δὲ θαρσύνουσα, φίλον τετιημένη ἦτορ·</l><sp><l n="164"><milestone ed="P" unit="para"/>παῖδες ἐμοὶ καὶ πατρὸς ἀτασθάλου, αἴ κʼ
                        ἐθέλητε</l><l n="165">πείθεσθαι, πατρός κε κακὴν τισαίμεθα λώβην</l><l n="166">ὑμετέρου· πρότερος γὰρ ἀεικέα μήσατο ἔργα.</l><l n="167"><milestone ed="P" unit="para"/>ὣς φάτο· τοὺς δʼ ἄρα πάντας ἕλεν δέος, οὐδέ
                        τις αὐτῶν</l><l n="168">φθέγξατο. θαρσήσας δὲ μέγας Κρόνος ἀγκυλομήτης</l><l n="169">ἂψ αὖτις μύθοισι προσηύδα μητέρα κεδνήν·</l><l n="170"><milestone ed="P" unit="para"/>μῆτερ, ἐγώ κεν τοῦτό γʼ ὑποσχόμενος
                        τελέσαιμι</l><l n="171">ἔργον, ἐπεὶ πατρός γε δυσωνύμου οὐκ ἀλεγίζω</l><l n="172">ἡμετέρου· πρότερος γὰρ ἀεικέα μήσατο ἔργα.</l></sp><milestone ed="p" unit="card" n="173"/><l n="173"><milestone ed="P" unit="para"/>ὣς φάτο· γήθησεν δὲ μέγα φρεσὶ Γαῖα πελώρη· </l><l n="174">εἷσε δέ μιν κρύψασα λόχῳ· ἐνέθηκε δὲ χερσὶν</l><l n="175">ἅρπην καρχαρόδοντα· δόλον δʼ ὑπεθήκατο πάντα. </l><l n="176"><milestone ed="P" unit="para"/>ἦλθε δὲ νύκτʼ ἐπάγων μέγας Οὐρανός, ἀμφὶ δὲ
                    Γαίῃ</l><l n="177">ἱμείρων φιλότητος ἐπέσχετο καί ῥʼ ἐτανύσθη</l><l n="178">πάντη· ὃ δʼ ἐκ λοχέοιο πάις ὠρέξατο χειρὶ</l><l n="179">σκαιῇ, δεξιτερῇ δὲ πελώριον ἔλλαβεν ἅρπην</l><l n="180">μακρὴν καρχαρόδοντα, φίλου δʼ ἀπὸ μήδεα πατρὸς</l><l n="181">ἐσσυμένως ἤμησε, πάλιν δʼ ἔρριψε φέρεσθαι</l><l n="182">ἐξοπίσω· τὰ μὲν οὔ τι ἐτώσια ἔκφυγε χειρός·</l><l n="183">ὅσσαι γὰρ ῥαθάμιγγες ἀπέσσυθεν αἱματόεσσαι,</l><l n="184">πάσας δέξατο Γαῖα· περιπλομένων δʼ ἐνιαυτῶν</l><l n="185">γείνατʼ Ἐρινῦς τε κρατερὰς μεγάλους τε Γίγαντας, </l><l n="186">τεύχεσι λαμπομένους, δολίχʼ ἔγχεα χερσὶν ἔχοντας,</l><l n="187">Νύμφας θʼ ἃς Μελίας καλέουσʼ ἐπʼ ἀπείρονα γαῖαν.</l><l n="188">μήδεα δʼ ὡς τὸ πρῶτον ἀποτμήξας ἀδάμαντι</l><l n="189">κάββαλʼ ἀπʼ ἠπείροιο πολυκλύστῳ ἐνὶ πόντῳ,</l><l n="190">ὣς φέρετʼ ἂμ πέλαγος πουλὺν χρόνον, ἀμφὶ δὲ λευκὸς</l><l n="191">ἀφρὸς ἀπʼ ἀθανάτου χροὸς ὤρνυτο· τῷ δʼ ἔνι κούρη</l><l n="192">ἐθρέφθη· πρῶτον δὲ Κυθήροισιν ζαθέοισιν</l><l n="193">ἔπλητʼ, ἔνθεν ἔπειτα περίρρυτον ἵκετο Κύπρον.</l><l n="194">ἐκ δʼ ἔβη αἰδοίη καλὴ θεός, ἀμφὶ δὲ ποίη</l><l n="195">ποσσὶν ὕπο ῥαδινοῖσιν ἀέξετο· τὴν δʼ Ἀφροδίτην</l><l n="196"><del>ἀφρογενέα τε θεὰν καὶ ἐυστέφανον Κυθέρειαν</del></l><l n="197">κικλῄσκουσι θεοί τε καὶ ἀνέρες, οὕνεκʼ ἐν ἀφρῷ</l><l n="198">θρέφθη· ἀτὰρ Κυθέρειαν, ὅτι προσέκυρσε Κυθήροις·</l><l n="199">Κυπρογενέα δʼ, ὅτι γέντο πολυκλύστῳ ἐνὶ Κύπρῳ·</l><l n="200">ἠδὲ φιλομμηδέα, ὅτι μηδέων ἐξεφαάνθη.</l><l n="201">τῇ δʼ Ἔρος ὡμάρτησε καὶ Ἵμερος ἕσπετο καλὸς</l><l n="202">γεινομένῃ τὰ πρῶτα θεῶν τʼ ἐς φῦλον ἰούσῃ.</l><l n="203">ταύτην δʼ ἐξ ἀρχῆς τιμὴν ἔχει ἠδὲ λέλογχε</l><l n="204">μοῖραν ἐν ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσι,</l><l n="205">παρθενίους τʼ ὀάρους μειδήματά τʼ ἐξαπάτας τε</l><l n="206">τέρψιν τε γλυκερὴν φιλότητά τε μειλιχίην τε.</l><milestone ed="p" unit="card" n="207"/><l n="207"><milestone ed="P" unit="para"/>τοὺς δὲ πατὴρ Τιτῆνας ἐπίκλησιν καλέεσκε</l><l n="208">παῖδας νεικείων μέγας Οὐρανός, οὓς τέκεν αὐτός·</l><l n="209">φάσκε δὲ τιταίνοντας ἀτασθαλίῃ μέγα ῥέξαι</l><l n="210">ἔργον, τοῖο δʼ ἔπειτα τίσιν μετόπισθεν ἔσεσθαι.</l><l n="211"><milestone ed="P" unit="para"/>νὺξ δʼ ἔτεκεν στυγερόν τε Μόρον καὶ Κῆρα
                    μέλαιναν</l><l n="212">καὶ Θάνατον, τέκε δʼ Ὕπνον, ἔτικτε δὲ φῦλον Ὀνείρων·</l><l n="214">δεύτερον αὖ Μῶμον καὶ Ὀιζὺν ἀλγινόεσσαν</l><l n="213">οὔ τινι κοιμηθεῖσα θεὰ τέκε Νὺξ ἐρεβεννή, </l><l n="215">Ἑσπερίδας θʼ, ᾗς μῆλα πέρην κλυτοῦ Ὠκεανοῖο</l><l n="216">χρύσεα καλὰ μέλουσι φέροντά τε δένδρεα καρπόν.</l><l n="217">καὶ Μοίρας καὶ Κῆρας ἐγείνατο νηλεοποίνους,</l><l n="218">Κλωθώ τε Λάχεσίν τε καὶ Ἄτροπον, αἵτε βροτοῖσι</l><l n="219">γεινομένοισι διδοῦσιν ἔχειν ἀγαθόν τε κακόν τε,</l><l n="220">αἵτʼ ἀνδρῶν τε θεῶν τε παραιβασίας ἐφέπουσιν·</l><l n="221">οὐδέ ποτε λήγουσι θεαὶ δεινοῖο χόλοιο,</l><l n="222">πρίν γʼ ἀπὸ τῷ δώωσι κακὴν ὄπιν, ὅς τις ἁμάρτῃ.</l><l n="223">τίκτε δὲ καὶ Νέμεσιν, πῆμα θνητοῖσι βροτοῖσι,</l><l n="224">Νὺξ ὀλοή· μετὰ τὴν δʼ Ἀπάτην τέκε καὶ Φιλότητα</l><l n="225">Γῆράς τʼ οὐλόμενον, καὶ Ἔριν τέκε καρτερόθυμον.</l><l n="226"><milestone ed="P" unit="para"/>αὐτὰρ Ἔρις στυγερὴ τέκε μὲν Πόνον ἀλγινόεντα</l><l n="227">Λήθην τε Λιμόν τε καὶ Ἄλγεα δακρυόεντα</l><l n="228">Ὑσμίνας τε Μάχας τε Φόνους τʼ Ἀνδροκτασίας τε</l><l n="229">Νείκεά τε ψευδέας τε Λόγους Ἀμφιλλογίας τε</l><l n="230">Δυσνομίην τʼ Ἄτην τε, συνήθεας ἀλλήλῃσιν,</l><l n="231">Ὅρκον θʼ, ὃς δὴ πλεῖστον ἐπιχθονίους ἀνθρώπους</l><l n="232">πημαίνει, ὅτε κέν τις ἑκὼν ἐπίορκον ὀμόσσῃ.</l><l n="233"><milestone ed="P" unit="para"/>Νηρέα δʼ ἀψευδέα καὶ ἀληθέα γείνατο Πόντος,</l><l n="234">πρεσβύτατον παίδων· αὐτὰρ καλέουσι γέροντα,</l><l n="235">οὕνεκα νημερτής τε καὶ ἤπιος, οὐδὲ θεμιστέων</l><l n="236">λήθεται, ἀλλὰ δίκαια καὶ ἤπια δήνεα οἶδεν·</l><l n="237">αὖτις δʼ αὖ Θαύμαντα μέγαν καὶ ἀγήνορα Φόρκυν</l><l n="238">Γαίῃ μισγόμενος καὶ Κητὼ καλλιπάρῃον</l><l n="239">Εὐρυβίην τʼ ἀδάμαντος ἐνὶ φρεσὶ θυμὸν ἔχουσαν.</l><milestone ed="p" unit="card" n="240"/><l n="240">Νηρῆος δʼ ἐγένοντο μεγήρατα τέκνα θεάων</l><l n="241">πόντῳ ἐν ἀτρυγέτῳ καὶ Δωρίδος ἠυκόμοιο,</l><l n="242">κούρης Ὠκεανοῖο, τελήεντος ποταμοῖο,</l><l n="243">Πλωτώ τʼ Εὐκράντη τε Σαώ τʼ Ἀμφιτρίτη τε</l><l n="244">Εὐδώρη τε Θέτις τε Γαλήνη τε Γλαύκη τε</l><l n="245">Κυμοθόη Σπειώ τε Θόη θʼ Ἀλίη τʼ ἐρόεσσα</l><l n="246">Πασιθέη τʼ Ἐρατώ τε καὶ Εὐνίκη ῥοδόπηχυς</l><l n="247">καὶ Μελίτη χαρίεσσα καὶ Εὐλιμένη καὶ Ἀγαυὴ</l><l n="248">Δωτώ τε Πρωτώ τε Φέρουσά τε Δυναμένη τε</l><l n="249">Νησαίη τε καὶ Ἀκταίη καὶ Πρωτομέδεια</l><l n="250">Δωρὶς καὶ Πανόπεια καὶ εὐειδὴς Γαλάτεια</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>