<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:518-853</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:518-853</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="518">πείρασιν ἐν γαίης, πρόπαρ Εσπερίδων λιγυφώνων,</l><l n="519">ἑστηὼς κεφαλῇ τε καὶ ἀκαμάτῃσι χέρεσσιν·</l><l n="520">ταύτην γάρ οἱ μοῖραν ἐδάσσατο μητίετα Ζεύς. </l><l n="521">δῆσε δʼ ἀλυκτοπέδῃσι Προμηθέα ποικιλόβουλον</l><l n="522">δεσμοῖς ἀργαλέοισι μέσον διὰ κίονʼ ἐλάσσας·</l><l n="523">καί οἱ ἐπʼ αἰετὸν ὦρσε τανύπτερον· αὐτὰρ ὅ γʼ ἧπαρ</l><l n="524">ἤσθιεν ἀθάνατον, τὸ δʼ ἀέξετο ἶσον ἁπάντη</l><l n="525">νυκτός ὅσον πρόπαν ἦμαρ ἔδοι τανυσίπτερος ὄρνις.</l><l n="526">τὸν μὲν ἄρʼ Ἀλκμήνης καλλισφύρου ἄλκιμος υἱὸς</l><l n="527">Ἡρακλέης ἔκτεινε, κακὴν δʼ ἀπὸ νοῦσον ἄλαλκεν</l><l n="528">Ἰαπετιονίδῃ καὶ ἐλύσατο δυσφροσυνάων</l><l n="529">οὐκ ἀέκητι Ζηνὸς Ὀλυμπίου ὑψιμέδοντος,</l><l n="530">ὄφρʼ Ἡρακλῆος Θηβαγενέος κλέος εἴη</l><l n="531">πλεῖον ἔτʼ ἢ τὸ πάροιθεν ἐπὶ χθόνα πουλυβότειραν.</l><l n="532">ταῦτʼ ἄρα ἁζόμενος τίμα ἀριδείκετον υἱόν·</l><l n="533">καί περ χωόμενος παύθη χόλου, ὃν πρὶν ἔχεσκεν,</l><l n="534">οὕνεκʼ ἐρίζετο βουλὰς ὑπερμενέι Κρονίωνι.</l><l n="535">καὶ γὰρ ὅτʼ ἐκρίνοντο θεοὶ θνητοί τʼ ἄνθρωποι</l><l n="536">Μηκώνῃ, τότʼ ἔπειτα μέγαν βοῦν πρόφρονι θυμῷ</l><l n="537">δασσάμενος προέθηκε, Διὸς νόον ἐξαπαφίσκων.</l><l n="538">τοῖς μὲν γὰρ σάρκας τε καὶ ἔγκατα πίονα δημῷ</l><l n="539">ἐν ῥινῷ κατέθηκε καλύψας γαστρὶ βοείῃ,</l><l n="540">τῷ δʼ αὖτʼ ὀστέα λευκὰ βοὸς δολίῃ ἐπὶ τέχνῃ</l><l n="541">εὐθετίσας κατέθηκε καλύψας ἀργέτι δημῷ.</l><l n="542">δὴ τότε μιν προσέειπε πατὴρ ἀνδρῶν τε θεῶν τε·</l><sp><l n="543"><milestone ed="P" unit="para"/>Ἰαπετιονίδη, πάντων ἀριδείκετʼ ἀνάκτων,</l><l n="544">ὦ πέπον, ὡς ἑτεροζήλως διεδάσσαο μοίρας.</l></sp><milestone ed="p" unit="card" n="545"/><l n="545"><milestone ed="P" unit="para"/>ὣς φάτο κερτομέων Ζεὺς ἄφθιτα μήδεα εἰδώς. </l><l n="546">τὸν δʼ αὖτε προσέειπε Προμηθεὺς ἀγκυλομήτης</l><l n="547">ἦκʼ ἐπιμειδήσας, δολίης δʼ οὐ λήθετο τέχνης·</l><l n="548"><milestone ed="P" unit="para"/>ζεῦ κύδιστε μέγιστε θεῶν αἰειγενετάων,</l><l n="549">τῶν δʼ ἕλεʼ, ὁπποτέρην σε ἐνὶ φρεσὶ θυμὸς ἀνώγει.</l><l n="550">Φῆ ῥα δολοφρονέων· Ζεὺς δʼ ἄφθιτα μήδεα εἰδὼς</l><l n="551">γνῶ ῥʼ οὐδʼ ἠγνοίησε δόλον· κακὰ δʼ ὄσσετο θυμῷ</l><l n="552">θνητοῖς ἀνθρώποισι, τὰ καὶ τελέεσθαι ἔμελλεν.</l><l n="553">χερσὶ δʼ ὅ γʼ ἀμφοτέρῃσιν ἀνείλετο λευκὸν ἄλειφαρ.</l><l n="554">χώσατο δὲ φρένας ἀμφί, χόλος δέ μιν ἵκετο θυμόν,</l><l n="555">ὡς ἴδεν ὀστέα λευκὰ βοὸς δολίῃ ἐπὶ τέχνῃ. </l><l n="556">ἐκ τοῦ δʼ ἀθανάτοισιν ἐπὶ χθονὶ φῦλʼ ἀνθρώπων</l><l n="557">καίουσʼ ὀστέα λευκὰ θυηέντων ἐπὶ βωμῶν.</l><l n="558">τὸν δὲ μέγʼ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς·</l><l n="559"><milestone ed="P" unit="para"/>Ἰαπετιονίδη, πάντων πέρι μήδεα εἰδώς,</l><l n="560">ὦ πέπον, οὐκ ἄρα πω δολίης ἐπιλήθεο τέχνης.</l><l n="561"><milestone ed="P" unit="para"/>ὣς φάτο χωόμενος Ζεὺς ἄφθιτα μήδεα εἰδώς·</l><l n="562">ἐκ τούτου δὴ ἔπειτα δόλου μεμνημένος αἰεὶ</l><l n="563">οὐκ ἐδίδου Μελίῃσι πυρὸς μένος ἀκαμάτοιο</l><l n="564">θνητοῖς ἀνθρώποις, οἳ ἐπὶ χθονὶ ναιετάουσιν.</l><l n="565">ἀλλά μιν ἐξαπάτησεν ἐὺς πάις Ἰαπετοῖο</l><l n="566">κλέψας ἀκαμάτοιο πυρὸς τηλέσκοπον. αὐγὴν</l><l n="567">ἐν κοΐλῳ νάρθηκι· δάκεν δέ ἑ νειόθι θυμόν,</l><l n="568">Ζῆνʼ ὑψιβρεμέτην, ἐχόλωσε δέ μιν φίλον ἦτορ,</l><l n="569">ὡς ἴδʼ ἐν ἀνθρώποισι πυρὸς τηλέσκοπον αὐγήν.</l><l n="570">αὐτίκα δʼ ἀντὶ πυρὸς τεῦξεν κακὸν ἀνθρώποισιν·</l><l n="571">γαίης γὰρ σύμπλασσε περικλυτὸς Ἀμφιγυήεις</l><l n="572">παρθένῳ αἰδοίῃ ἴκελον Κρονίδεω διὰ βουλάς.</l><l n="573">ζῶσε δὲ καὶ κόσμησε θεὰ γλαυκῶπις Ἀθήνη</l><l n="574">ἀργυφέη ἐσθῆτι· κατὰ κρῆθεν δὲ καλύπτρην</l><l n="575">δαιδαλέην χείρεσσι κατέσχεθε, θαῦμα ἰδέσθαι·</l><l n="576"><del>ἀμφὶ δέ οἱ στεφάνους, νεοθηλέος ἄνθεα ποίης,</del></l><l n="577"><del>ἱμερτοὺς περίθηκε καρήατι Παλλὰς Ἀθήνη.</del></l><l n="578">ἀμφὶ δέ οἱ στεφάνην χρυσέην κεφαλῆφιν ἔθηκε,</l><l n="579">τὴν αὐτὸς ποίησε περικλυτὸς Ἀμφιγυήεις</l><l n="580">ἀσκήσας παλάμῃσι, χαριζόμενος Διὶ πατρί.</l><l n="581">τῇ δʼ ἐνὶ δαίδαλα πολλὰ τετεύχατο, θαῦμα ἰδέσθαι,</l><l n="582">κνώδαλʼ, ὅσʼ ἤπειρος πολλὰ τρέφει ἠδὲ θάλασσα,</l><l n="583">τῶν ὅ γε πόλλʼ ἐνέθηκε,—χάρις δʼ ἀπελάμπετο πολλή,—</l><l n="584">θαυμάσια, ζῴοισιν ἐοικότα φωνήεσσιν.</l><milestone ed="p" unit="card" n="585"/><l n="585"><milestone ed="P" unit="para"/>αὐτὰρ ἐπεὶ δὴ τεῦξε καλὸν κακὸν ἀντʼ ἀγαθοῖο. </l><l n="586">ἐξάγαγʼ, ἔνθα περ ἄλλοι ἔσαν θεοὶ ἠδʼ ἄνθρωποι,</l><l n="587">κόσμῳ ἀγαλλομένην γλαυκώπιδος ὀβριμοπάτρης.</l><l n="588">θαῦμα δʼ ἔχʼ ἀθανάτους τε θεοὺς θνητούς τʼ ἀνθρώπους,</l><l n="589">ὡς εἶδον δόλον αἰπύν, ἀμήχανον ἀνθρώποισιν.</l><l n="590"><milestone ed="P" unit="para"/>ἐκ τῆς γὰρ γένος ἐστὶ γυναικῶν θηλυτεράων, </l><l n="591"><del>τῆς γὰρ ὀλώιόν ἐστι γένος καὶ φῦλα γυναικῶν,</del></l><l n="592">πῆμα μέγʼ αἳ θνητοῖσι μετʼ ἀνδράσι ναιετάουσιν</l><l n="593">οὐλομένης πενίης οὐ σύμφοροι, ἀλλὰ κόροιο.</l><l n="594">ὡς δʼ ὁπότʼ ἐν σμήνεσσι κατηρεφέεσσι μέλισσαι</l><l n="595">κηφῆνας βόσκωσι, κακῶν ξυνήονας ἔργων—</l><l n="596">αἳ μέν τε πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα</l><l n="597">ἠμάτιαι σπεύδουσι τιθεῖσί τε κηρία λευκά,</l><l n="598">οἳ δʼ ἔντοσθε μένοντες ἐπηρεφέας κατὰ σίμβλους</l><l n="599">ἀλλότριον κάματον σφετέρην ἐς γαστέρʼ ἀμῶνται—</l><l n="600">ὣς δʼ αὔτως ἄνδρεσσι κακὸν θνητοῖσι γυναῖκας</l><l n="601">Ζεὺς ὑψιβρεμέτης θῆκεν, ξυνήονας ἔργων</l><l n="602">ἀργαλέων· ἕτερον δὲ πόρεν κακὸν ἀντʼ ἀγαθοῖο·</l><l n="603">ὅς κε γάμον φεύγων καὶ μέρμερα ἔργα γυναικῶν</l><l n="604">μὴ γῆμαι ἐθέλῃ, ὀλοὸν δʼ ἐπὶ γῆρας ἵκοιτο</l><l n="605">χήτεϊ γηροκόμοιο· ὅ γʼ οὐ βιότου ἐπιδευὴς</l><l n="606">ζώει, ἀποφθιμένου δὲ διὰ κτῆσιν δατέονται</l><l n="607">χηρωσταί· ᾧ δʼ αὖτε γάμου μετὰ μοῖρα γένηται,</l><l n="608">κεδνὴν δʼ ἔσχεν ἄκοιτιν ἀρηρυῖαν πραπίδεσσι,</l><l n="609">τῷ δέ τʼ ἀπʼ αἰῶνος κακὸν ἐσθλῷ ἀντιφερίζει</l><l n="610">ἐμμενές· ὃς δέ κε τέτμῃ ἀταρτηροῖο γενέθλης, </l><l n="611">ζώει ἐνὶ στήθεσσιν ἔχων ἀλίαστον ἀνίην</l><l n="612">θυμῷ καὶ κραδίῃ, καὶ ἀνήκεστον κακόν ἐστιν.</l><l n="613"><milestone ed="P" unit="para"/>ὣς οὐκ ἔστι Διὸς κλέψαι νόον οὐδὲ παρελθεῖν.</l><l n="614">οὐδὲ γὰρ Ἰαπετιονίδης ἀκάκητα Προμηθεὺς</l><l n="615">τοῖό γʼ ὑπεξήλυξε βαρὺν χόλον, ἀλλʼ ὑπʼ ἀνάγκης</l><l n="616">καὶ πολύιδριν ἐόντα μέγας κατὰ δεσμὸς ἐρύκει.</l><milestone ed="p" unit="card" n="617"/><l n="617"><milestone ed="P" unit="para"/>Βριάρεῳ δʼ ὡς πρῶτα πατὴρ ὠδύσσατο θυμῷ</l><l n="618">Κόττῳ τʼ ἠδὲ Γύῃ, δῆσεν κρατερῷ ἐνὶ δεσμῷ</l><l n="619">ἠνορέην ὑπέροπλον ἀγώμενος ἠδὲ καὶ εἶδος</l><l n="620">καὶ μέγεθος· κατένασσε δʼ ὑπὸ χθονὸς εὐρυοδείης. </l><l n="621">ἔνθʼ οἵ γʼ ἄλγεʼ ἔχοντες ὑπὸ χθονὶ ναιετάοντες</l><l n="622">εἵατʼ ἐπʼ ἐσχατιῇ, μεγάλης ἐν πείρασι γαίης,</l><l n="623">δηθὰ μάλʼ ἀχνύμενοι, κραδίῃ μέγα πένθος ἔχοντες.</l><l n="624">ἀλλά σφεας Κρονίδης τε καὶ ἀθάνατοι θεοὶ ἄλλοι,</l><l n="625">οὓς τέκεν ἠύκομος Ῥείη Κρόνου ἐν φιλότητι, </l><l n="626">Γαίης φραδμοσύνῃσιν ἀνήγαγον ἐς φάος αὖτις·</l><l n="627">αὐτὴ γάρ σφιν ἅπαντα διηνεκέως κατέλεξε</l><l n="628">σὺν κείνοις νίκην τε καὶ ἀγλαὸν εὖχος ἀρέσθαι.</l><l n="629">δηρὸν γὰρ μάρναντο πόνον θυμαλγέʼ ἔχοντες</l><l n="630">Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐξεγένοντο, </l><l n="631">ἀντίον ἀλλήλοισι διὰ κρατερὰς ὑσμίνας,</l><l n="632">οἳ μὲν ἀφʼ ὑψηλῆς Ὄθρυος Τιτῆνες ἀγαυοί,</l><l n="633">οἳ δʼ ἄρʼ ἀπʼ Οὐλύμποιο θεοί, δωτῆρες ἐάων,</l><l n="634">οὓς τέκεν ἠύκομος Ῥείη Κρόνῳ εὐνηθεῖσα.</l><l n="635">οἵ ῥα τότʼ ἀλλήλοισι χόλον θυμαλγέʼ ἔχοντες</l><l n="636">συνεχέως ἐμάχοντο δέκα πλείους ἐνιαυτούς·</l><l n="637">οὐδέ τις ἦν ἔριδος χαλεπῆς λύσις οὐδὲ τελευτὴ</l><l n="638">οὐδετέροις, ἶσον δὲ τέλος τέτατο πτολέμοιο.</l><l n="639">ἀλλʼ ὅτε δὴ κείνοισι παρέσχεθεν ἄρμενα πάντα,</l><l n="640">νέκταρ τʼ ἀμβροσίην τε, τά περ θεοὶ αὐτοὶ ἔδουσι,</l><l n="641">πάντων ἐν στήθεσσιν ἀέξετο θυμὸς ἀγήνωρ.</l><l n="642">ὡς νέκταρ τʼ ἐπάσαντο καὶ ἀμβροσίην ἐρατεινήν,</l><l n="643">δὴ τότε τοῖς μετέειπε πατὴρ ἀνδρῶν τε θεῶν τε·</l><sp><l n="644"><milestone ed="P" unit="para"/>κέκλυτε μευ, Γαίης τε καὶ Οὐρανοῦ ἀγλαὰ
                        τέκνα,</l><l n="645">ὄφρʼ εἴπω, τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.</l><l n="646">ἤδη γὰρ μάλα δηρὸν ἐναντίοι ἀλλήλοισι</l><l n="647">νίκης καὶ κράτεος πέρι μαρνάμεθʼ ἤματα πάντα</l><l n="648">Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐκγενόμεσθα.</l><l n="649">ὑμεῖς δὲ μεγάλην τε βίην καὶ χεῖρας ἀάπτους</l><l n="650">φαίνετε Τιτήνεσσιν ἐναντίοι ἐν δαῒ λυγρῇ</l><l n="651">μνησάμενοι φιλότητος ἐνηέος, ὅσσα παθόντες</l><l n="652">ἐς φάος ἂψ ἀφίκεσθε δυσηλεγέος ὑπὸ δεσμοῦ</l><l n="653">ἡμετέρας διὰ βουλὰς ὑπὸ ζόφου ἠερόεντος.</l></sp><milestone ed="p" unit="card" n="654"/><l n="654"><milestone ed="P" unit="para"/>ὣς φάτο· τὸν δʼ ἐξαῦτις ἀμείβετο Κόττος
                    ἀμύμων·</l><l n="655"><milestone ed="P" unit="para"/>Δαιμόνιʼ, οὐκ ἀδάητα πιφαύσκεαι· ἀλλὰ καὶ
                    αὐτοὶ</l><l n="656">ἴδμεν, ὅ τοι περὶ μὲν πραπίδες, περὶ δʼ ἐστὶ νόημα,</l><l n="657">ἀλκτὴρ δʼ ἀθανάτοισιν ἀρῆς γένεο κρυεροῖο.</l><l n="658">σῇσι δʼ ἐπιφροσύνῃσιν ὑπὸ ζόφου ἠερόεντος</l><l n="659">ἄψορρον δʼ† ἐξαῦτις ἀμειλίκτων ὑπὸ δεσμῶν</l><l n="660">ἠλύθομεν, Κρόνου υἱὲ ἄναξ, ἀνάελπτα παθόντες.</l><l n="661">τῷ καὶ νῦν ἀτενεῖ τε νόῳ καὶ ἐπίφρονι βουλῇ</l><l n="662">ῥυσόμεθα κράτος ὑμὸν ἐν αἰνῇ δηϊοτῆτι</l><l n="663">μαρνάμενοι Τιτῆσιν ἀνὰ κρατερὰς ὑσμίνας.</l><l n="664"><milestone ed="P" unit="para"/>ὣς φάτʼ· ἐπῄνεσσαν δὲ θεοί, δωτῆρες ἐάων,</l><l n="665">μῦθον ἀκούσαντες· πολέμου δʼ ἐλιλαίετο θυμὸς</l><l n="666">μᾶλλον ἔτʼ ἢ τὸ πάροιθε· μάχην δʼ ἀμέγαρτον ἔγειραν</l><l n="667">πάντες, θήλειαι τε καὶ ἄρσενες, ἤματι κείνῳ,</l><l n="668">Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐξεγένοντο,</l><l n="669">οὕς τε Ζεὺς Ἐρέβευσφιν ὑπὸ χθονὸς ἧκε φόωσδε</l><l n="670">δεινοί τε κρατεροί τε, βίην ὑπέροπλον ἔχοντες.</l><l n="671">τῶν ἑκατὸν μὲν χεῖρες ἀπʼ ὤμων ἀίσσοντο</l><l n="672">πᾶσιν ὁμῶς, κεφαλαὶ δὲ ἑκάστῳ πεντήκοντα</l><l n="673">ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν.</l><l n="674">οἳ τότε Τιτήνεσσι κατέσταθεν ἐν δαῒ λυγρῇ</l><l n="675">πέτρας ἠλιβάτους στιβαρῇς ἐν χερσὶν ἔχοντες. </l><l n="676">Τιτῆνες δʼ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας</l><l n="677">προφρονέως, χειρῶν τε βίης θʼ ἅμα ἔργον ἔφαινον</l><l n="678">ἀμφότεροι· δεινὸν δὲ περίαχε πόντος ἀπείρων,</l><l n="679">γῆ δὲ μέγʼ ἐσμαράγησεν, ἐπέστενε δʼ οὐρανὸς εὐρὺς</l><l n="680">σειόμενος, πεδόθεν δὲ τινάσσετο μακρὸς Ὄλυμπος</l><l n="681">ῥιπῇ ὕπʼ ἀθανάτων, ἔνοσις δʼ ἵκανε βαρεῖα</l><l n="682">Τάρταρον ἠερόεντα, ποδῶν τʼ αἰπεῖα ἰωὴ</l><l n="683">ἀσπέτου ἰωχμοῖο βολάων τε κρατεράων·</l><l n="684">ὣς ἄρʼ ἐπʼ ἀλλήλοις ἵεσαν βέλεα στονόεντα.</l><l n="685">φωνὴ δʼ ἀμφοτέρων ἵκετʼ οὐρανὸν ἀστερόεντα</l><l n="686">κεκλομένων· οἳ δὲ ξύνισαν μεγάλῳ ἀλαλητῷ.</l><milestone ed="p" unit="card" n="687"/><l n="687"><milestone ed="P" unit="para"/>οὐδʼ ἄρʼ ἔτι Ζεὺς ἴσχεν ἑὸν μένος, ἀλλά νυ τοῦ
                    γε</l><l n="688">εἶθαρ μὲν μένεος πλῆντο φρένες, ἐκ δέ τε πᾶσαν</l><l n="689">φαῖνε βίην· ἄμυδις δʼ ἄρʼ ἀπʼ οὐρανοῦ ἠδʼ ἀπʼ Ὀλύμπου</l><l n="690">ἀστράπτων ἔστειχε συνωχαδόν· οἱ δὲ κεραυνοὶ</l><l n="691">ἴκταρ ἅμα βροντῇ τε καὶ ἀστεροπῇ ποτέοντο</l><l n="692">χειρὸς ἄπο στιβαρῆς, ἱερὴν φλόγα εἰλυφόωντες</l><l n="693">ταρφέες· ἀμφὶ δὲ γαῖα φερέσβιος ἐσμαράγιζε</l><l n="694">καιομένη, λάκε δʼ ἀμφὶ πυρὶ μεγάλʼ ἄσπετος ὕλη.</l><l n="695">ἔζεε δὲ χθὼν πᾶσα καὶ Ὠκεανοῖο ῥέεθρα</l><l n="696">πόντος τʼ ἀτρύγετος· τοὺς δʼ ἄμφεπε θερμὸς ἀυτμὴ</l><l n="697">Τιτῆνας χθονίους, φλὸξ δʼ αἰθέρα δῖαν ἵκανεν</l><l n="698">ἄσπετος, ὄσσε δʼ ἄμερδε καὶ ἰφθίμων περ ἐόντων</l><l n="699">αὐγὴ μαρμαίρουσα κεραυνοῦ τε στεροπῆς τε.</l><l n="700">καῦμα δὲ θεσπέσιον κάτεχεν Χάος· εἴσατο δʼ ἄντα</l><l n="701">ὀφθαλμοῖσιν ἰδεῖν ἠδʼ οὔασι ὄσσαν ἀκοῦσαι</l><l n="702">αὔτως, ὡς εἰ Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθε</l><l n="703">πίλνατο· τοῖος γάρ κε μέγας ὑπὸ δοῦπος ὀρώρει</l><l n="704">τῆς μὲν ἐρειπομένης, τοῦ δʼ ὑψόθεν ἐξεριπόντος·</l><l n="705">τόσσος δοῦπος ἔγεντο θεῶν ἔριδι ξυνιόντων. </l><l n="706">σὺν δʼ ἄνεμοι ἔνοσίν τε κονίην τʼ ἐσφαράγιζον</l><l n="707">βροντήν τε στεροπήν τε καὶ αἰθαλόεντα κεραυνόν,</l><l n="708">κῆλα Διὸς μεγάλοιο, φέρον δʼ ἰαχήν τʼ ἐνοπήν τε</l><l n="709">ἐς μέσον ἀμφοτέρων· ὄτοβος δʼ ἄπλητος ὀρώρει</l><l n="710">σμερδαλέης ἔριδος, κάρτος δʼ ἀνεφαίνετο ἔργων.</l><l n="711">ἐκλίνθη δὲ μάχη· πρὶν δʼ ἀλλήλοις ἐπέχοντες</l><l n="712">ἐμμενέως ἐμάχοντο διὰ κρατερὰς ὑσμίνας.</l><l n="713"><milestone ed="P" unit="para"/>οἳ δʼ ἄρʼ ἐνὶ πρώτοισι μάχην δριμεῖαν ἔγειραν</l><l n="714">Κόττος τε Βριάρεώς τε Γύης τʼ ἄατος πολέμοιο,</l><l n="715">οἵ ῥα τριηκοσίας πέτρας στιβαρῶν ἀπὸ χειρῶν</l><l n="716">πέμπον ἐπασσυτέρας, κατὰ δʼ ἐσκίασαν βελέεσσι</l><l n="717">Τιτῆνας, καὶ τοὺς μὲν ὑπὸ χθονὸς εὐρυοδείης</l><l n="718">πέμψαν καὶ δεσμοῖσιν ἐν ἀργαλέοισιν ἔδησαν</l><l n="719">χερσὶν νικήσαντες ὑπερθύμους περ ἐόντας,</l><l n="720">τόσσον ἔνερθʼ ὑπὸ γῆς, ὅσον οὐρανός ἐστʼ ἀπὸ γαίης·</l><l n="721">τόσσον γάρ τʼ ἀπὸ γῆς ἐς Τάρταρον ἠερόεντα.</l><l n="722">ἐννέα γὰρ νύκτας τε καὶ ἤματα χάλκεος ἄκμων</l><l n="723">οὐρανόθεν κατιὼν δεκάτῃ κʼ ἐς γαῖαν ἵκοιτο·</l><l n="724">ἐννέα δʼ αὖ νύκτας τε καὶ ἤματα χάλκεος ἄκμων</l><l n="725">ἐκ γαίης κατιὼν δεκάτῃ κʼ ἐς Τάρταρον ἵκοι. </l><l n="726">τὸν πέρι χάλκεον ἕρκος ἐλήλαται· ἀμφὶ δέ μιν νὺξ</l><l n="727">τριστοιχεὶ κέχυται περὶ δειρήν· αὐτὰρ ὕπερθεν</l><l n="728">γῆς ῥίζαι πεφύασι καὶ ἀτρυγέτοιο θαλάσσης.</l><milestone ed="p" unit="card" n="729"/><l n="729">ἔνθα θεοὶ Τιτῆνες ὑπὸ ζόφῳ ἠερόεντι</l><l n="730">κεκρύφαται βουλῇσι Διὸς νεφεληγερέταο</l><l n="731">χώρῳ ἐν εὐρώεντι, πελώρης ἔσχατα γαίης.</l><l n="732">τοῖς οὐκ ἐξιτόν ἐστι. θύρας δʼ ἐπέθηκε Ποσειδέων</l><l n="733">χαλκείας, τεῖχος δὲ περοίχεται ἀμφοτέρωθεν.</l><l n="734">ἔνθα Γύης Κόττος τε καὶ Ὀβριάρεως μεγάθυμος</l><l n="735">ναίουσιν, φύλακες πιστοὶ Διὸς αἰγιόχοιο.</l><l n="736"><milestone ed="P" unit="para"/>ἔνθα δὲ γῆς δνοφερῆς καὶ Ταρτάρου ἠερόεντος</l><l n="737">πόντου τʼ ἀτρυγέτοιο καὶ οὐρανοῦ ἀστερόεντος</l><l n="738">ἑξείης πάντων πηγαὶ καὶ πείρατʼ ἔασιν</l><l n="739">ἀργαλέʼ εὐρώεντα, τά τε στυγέουσι θεοί περ,</l><l n="740">χάσμα μέγʼ, οὐδέ κε πάντα τελεσφόρον εἰς ἐνιαυτὸν</l><l n="741">οὖδας ἵκοιτʼ, εἰ πρῶτα πυλέων ἔντοσθε γένοιτο,</l><l n="742">ἀλλά κεν ἔνθα καὶ ἔνθα φέροι πρὸ θύελλα θυέλλῃ</l><l n="743">ἀργαλέη· δεινὸν δὲ καὶ ἀθανάτοισι θεοῖσι</l><l n="744">τοῦτο τέρας. Νυκτὸς δʼ ἐρεβεννῆς οἰκία δεινὰ</l><l n="745">ἕστηκεν νεφέλῃς κεκαλυμμένα κυανέῃσιν. </l><l n="746">τῶν πρόσθʼ Ἰαπετοῖο πάις ἔχει οὐρανὸν εὐρὺν</l><l n="747">ἑστηὼς κεφαλῇ τε καὶ ἀκαμάτῃσι χέρεσσιν</l><l n="748">ἀστεμφέως, ὅθι Νύξ τε καὶ Ἡμέρη ἆσσον ἰοῦσαι</l><l n="749">ἀλλήλας προσέειπον, ἀμειβόμεναι μέγαν οὐδὸν</l><l n="750">χάλκεον· ἣ μὲν ἔσω καταβήσεται, ἣ δὲ θύραζε</l><l n="751">ἔρχεται, οὐδέ ποτʼ ἀμφοτέρας δόμος ἐντὸς ἐέργει,</l><l n="752">ἀλλʼ αἰεὶ ἑτέρη γε δόμων ἔκτοσθεν ἐοῦσα</l><l n="753">γαῖαν ἐπιστρέφεται, ἣ δʼ αὖ δόμου ἐντὸς ἐοῦσα</l><l n="754">μίμνει τὴν αὐτῆς ὥρην ὁδοῦ, ἔστʼ ἂν ἵκηται,</l><l n="755">ἣ μὲν ἐπιχθονίοισι φάος πολυδερκὲς ἔχουσα, </l><l n="756">ἣ δʼ Ὕπνον μετὰ χερσί, κασίγνητον Θανάτοιο.</l><l n="757">Νὺξ ὀλοή, νεφέλῃ κεκαλυμμένη ἠεροειδεῖ.</l><l n="758"><milestone ed="P" unit="para"/>ἔνθα δὲ Νυκτὸς παῖδες ἐρεμνῆς οἰκίʼ ἔχουσιν,</l><l n="759">Ὕπνος καὶ Θάνατος, δεινοὶ θεοί· οὐδέ ποτʼ αὐτοὺς</l><l n="760">Ἠέλιος φαέθων ἐπιδέρκεται ἀκτίνεσσιν</l><l n="761">οὐρανὸν εἲς ἀνιὼν οὐδʼ οὐρανόθεν καταβαίνων.</l><l n="762">τῶν δʼ ἕτερος γαῖάν τε καὶ εὐρέα νῶτα θαλάσσης</l><l n="763">ἥσυχος ἀνστρέφεται καὶ μείλιχος ἀνθρώποισι,</l><l n="764">τοῦ δὲ σιδηρέη μὲν κραδίη, χάλκεον δέ οἱ ἦτορ</l><l n="765">νηλεὲς ἐν στήθεσσιν· ἔχει δʼ ὃν πρῶτα λάβῃσιν</l><l n="766">ἀνθρώπων· ἐχθρὸς δὲ καὶ ἀθανάτοισι θεοῖσιν.</l><milestone ed="p" unit="card" n="767"/><l n="767"><milestone ed="P" unit="para"/>ἔνθα θεοῦ χθονίου πρόσθεν δόμοι ἠχήεντες</l><l n="768">ἰφθίμου τʼ Ἀίδεω καὶ ἐπαινῆς Περσεφονείης</l><l n="769">ἑστᾶσιν, δεινὸς δὲ κύων προπάροιθε φυλάσσει</l><l n="770">νηλειής, τέχνην δὲ κακὴν ἔχει· ἐς μὲν ἰόντας</l><l n="771">σαίνει ὁμῶς οὐρῇ τε καὶ οὔασιν ἀμφοτέροισιν,</l><l n="772">ἐξελθεῖν δʼ οὐκ αὖτις ἐᾷ πάλιν, ἀλλὰ δοκεύων</l><l n="773">ἐσθίει, ὅν κε λάβῃσι πυλέων ἔκτοσθεν ἰόντα.</l><l n="774"><del>ἰφθίμου τʼ Ἀίδεω καὶ ἐπαινῆς Περσεφονείης.</del></l><l n="775"><milestone ed="P" unit="para"/>ἔνθα δὲ ναιετάει στυγερὴ θεὸς ἀθανάτοισι, </l><l n="776">δεινὴ Στύξ, θυγάτηρ ἀψορρόου Ὠκεανοῖο</l><l n="777">πρεσβυτάτη· νόσφιν δὲ θεῶν κλυτὰ δώματα ναίει</l><l n="778">μακρῇσιν πέτρῃσι κατηρεφέʼ· ἀμφὶ δὲ πάντη</l><l n="779">κίοσιν ἀργυρέοισι πρὸς οὐρανὸν ἐστήρικται.</l><l n="780">παῦρα δὲ Θαύμαντος θυγάτηρ πόδας ὠκέα Ἶρις</l><l n="781">ἀγγελίην πωλεῖται ἐπʼ εὐρέα νῶτα θαλάσσης.</l><l n="782">ὁππότʼ ἔρις καὶ νεῖκος ἐν ἀθανάτοισιν ὄρηται</l><l n="783">καί ῥʼ ὅστις ψεύδηται Ὀλύμπια δώματʼ ἐχόντων,</l><l n="784">Ζεὺς δέ τε Ἶριν ἔπεμψε θεῶν μέγαν ὅρκον ἐνεῖκαι</l><l n="785">τηλόθεν ἐν χρυσέῃ προχόῳ πολυώνυμον ὕδωρ</l><l n="786">ψυχρόν, ὅτʼ ἐκ πέτρης καταλείβεται ἠλιβάτοιο</l><l n="787">ὑψηλῆς· πολλὸν δὲ ὑπὸ χθονὸς εὐρυοδείης</l><l n="788">ἐξ ἱεροῦ ποταμοῖο ῥέει διὰ νύκτα μέλαιναν</l><l n="789">Ὠκεανοῖο κέρας· δεκάτη δʼ ἐπὶ μοῖρα δέδασται·</l><l n="790">ἐννέα μὲν περὶ γῆν τε καὶ εὐρέα νῶτα θαλάσσης</l><l n="791">δίνῃς ἀργυρέῃς εἱλιγμένος εἰς ἅλα πίπτει,</l><l n="792">ἣ δὲ μίʼ ἐκ πέτρης προρέει μέγα πῆμα θεοῖσιν.</l><l n="793">ὅς κεν τὴν ἐπίορκον ἀπολλείψας ἐπομόσσῃ</l><l n="794">ἀθανάτων, οἳ ἔχουσι κάρη νιφόεντος Ὀλύμπου,</l><l n="795">κεῖται νήυτμος τετελεσμένον εἰς ἐνιαυτόν·</l><l n="796">οὐδέ ποτʼ ἀμβροσίης καὶ νέκταρος ἔρχεται ἆσσον</l><l n="797">βρώσιος, ἀλλά τε κεῖται ἀνάπνευστος καὶ ἄναυδος</l><l n="798">στρωτοῖς ἐν λεχέεσσι, κακὸν δέ ἑ κῶμα καλύπτει.</l><l n="799">αὐτὰρ ἐπεὶ νοῦσον τελέσῃ μέγαν εἰς ἐνιαυτόν,</l><l n="800">ἄλλος γʼ ἐξ ἄλλου δέχεται χαλεπώτερος ἄεθλος. </l><l n="801">εἰνάετες δὲ θεῶν ἀπαμείρεται αἰὲν ἐόντων,</l><l n="802">οὐδέ ποτʼ ἐς βουλὴν ἐπιμίσγεται οὐδʼ ἐπὶ δαῖτας</l><l n="803">ἐννέα πάντα ἔτεα· δεκάτῳ δʼ ἐπιμίσγεται αὖτις</l><l n="804">εἴρας ἐς ἀθανάτων, οἳ Ὀλύμπια δώματʼ ἔχουσιν.</l><l n="805">τοῖον ἄρʼ ὅρκον ἔθεντο θεοὶ Στυγὸς ἄφθιτον ὕδωρ</l><l n="806">ὠγύγιον, τὸ δʼ ἵησι καταστυφέλου διὰ χώρου.</l><milestone ed="p" unit="card" n="807"/><l n="807"><milestone ed="P" unit="para"/>ἔνθα δὲ γῆς δνοφερῆς καὶ Ταρτάρου ἠερόεντος</l><l n="808">πόντου τʼ ἀτρυγέτοιο καὶ οὐρανοῦ ἀστερόεντος</l><l n="809">ἑξείης πάντων πηγαὶ καὶ πείρατʼ ἔασιν</l><l n="810">ἀργαλέʼ εὐρώεντα, τά τε στυγέουσι θεοί περ.</l><l n="811">ἔνθα δὲ μαρμάρεαί τε πύλαι καὶ χάλκεος οὐδὸς</l><l n="812">ἀστεμφής, ῥίζῃσι διηνεκέεσσιν ἀρηρώς,</l><l n="813">αὐτοφυής· πρόσθεν δὲ θεῶν ἔκτοσθεν ἁπάντων</l><l n="814">Τιτῆνες ναίουσι, πέρην Χάεος ζοφεροῖο.</l><l n="815">αὐτὰρ ἐρισμαράγοιο Διὸς κλειτοὶ ἐπίκουροι</l><l n="816">δώματα ναιετάουσιν ἐπʼ Ὠκεανοῖο θεμέθλοις,</l><l n="817">Κόττος τʼ ἠδὲ Γύης· Βριάρεών γε μὲν ἠὺν ἐόντα</l><l n="818">γαμβρὸν ἑὸν ποίησε βαρύκτυπος Ἐννοσίγαιος,</l><l n="819">δῶκε δὲ Κυμοπόλειαν ὀπυίειν, θυγατέρα ἥν.</l><milestone ed="p" unit="card" n="820"/><l n="820"><milestone ed="P" unit="para"/>αὐτὰρ ἐπεὶ Τιτῆνας ἀπʼ οὐρανοῦ ἐξέλασεν Ζεύς, </l><l n="821">ὁπλότατον τέκε παῖδα Τυφωέα Γαῖα πελώρη</l><l n="822">Ταρτάρου ἐν φιλότητι διὰ χρυσέην Ἀφροδίτην·</l><l n="823">οὗ χεῖρες μὲν ἔασιν ἐπʼ ἰσχύι, ἔργματʼ ἔχουσαι,</l><l n="824">καὶ πόδες ἀκάματοι κρατεροῦ θεοῦ· ἐκ δέ οἱ ὤμων</l><l n="825">ἣν ἑκατὸν κεφαλαὶ ὄφιος, δεινοῖο δράκοντος,</l><l n="826">γλώσσῃσιν δνοφερῇσι λελιχμότες, ἐκ δέ οἱ ὄσσων</l><l n="827">θεσπεσίῃς κεφαλῇσιν ὑπʼ ὀφρύσι πῦρ ἀμάρυσσεν·</l><l n="828">πασέων δʼ ἐκ κεφαλέων πῦρ καίετο δερκομένοιο·</l><l n="829">φωναὶ δʼ ἐν πάσῃσιν ἔσαν δεινῇς κεφαλῇσι</l><l n="830">παντοίην ὄπʼ ἰεῖσαι ἀθέσφατον· ἄλλοτε μὲν γὰρ</l><l n="831">φθέγγονθʼ ὥστε θεοῖσι συνιέμεν, ἄλλοτε δʼ αὖτε</l><l n="832">ταύρου ἐριβρύχεω, μένος ἀσχέτου, ὄσσαν ἀγαύρου,</l><l n="833">ἄλλοτε δʼ αὖτε λέοντος ἀναιδέα θυμὸν ἔχοντος,</l><l n="834">ἄλλοτε δʼ αὖ σκυλάκεσσιν ἐοικότα, θαύματʼ ἀκοῦσαι,</l><l n="835">ἄλλοτε δʼ αὖ ῥοίζεσχʼ, ὑπὸ δʼ ἤχεεν οὔρεα μακρά.</l><l n="836">καί νύ κεν ἔπλετο ἔργον ἀμήχανον ἤματι κείνῳ</l><l n="837">καί κεν ὅ γε θνητοῖσι καὶ ἀθανάτοισιν ἄναξεν,</l><l n="838">εἰ μὴ ἄρʼ ὀξὺ νόησε πατὴρ ἀνδρῶν τε θεῶν τε.</l><l n="839">σκληρὸν δʼ ἐβρόντησε καὶ ὄβριμον, ἀμφὶ δὲ γαῖα</l><l n="840">σμερδαλέον κονάβησε καὶ οὐρανὸς εὐρὺς ὕπερθε</l><l n="841">πόντος τʼ Ὠκεανοῦ τε ῥοαὶ καὶ Τάρταρα γαίης.</l><l n="842">ποσσὶ δʼ ὕπʼ ἀθανάτοισι μέγας πελεμίζετʼ Ὄλυμπος</l><l n="843">ὀρνυμένοιο ἄνακτος· ἐπεστενάχιζε δὲ γαῖα.</l><l n="844">καῦμα δʼ ὑπʼ ἀμφοτέρων κάτεχεν ἰοειδέα πόντον</l><l n="845">βροντῆς τε στεροπῆς τε, πυρός τʼ ἀπὸ τοῖο πελώρου,</l><l n="846">πρηστήρων ἀνέμων τε κεραυνοῦ τε φλεγέθοντος.</l><l n="847">ἔζεε δὲ χθὼν πᾶσα καὶ οὐρανὸς ἠδὲ θάλασσα·</l><l n="848">θυῖε δʼ ἄρʼ ἀμφʼ ἀκτὰς περί τʼ ἀμφί τε κύματα μακρὰ</l><l n="849">ῥιπῇ ὕπʼ ἀθανάτων, ἔνοσις δʼ ἄσβεστος ὀρώρει·</l><l n="850">τρέε δʼ Ἀίδης, ἐνέροισι καταφθιμένοισιν ἀνάσσων,</l><l n="851">Τιτῆνές θʼ ὑποταρτάριοι, Κρόνον ἀμφὶς ἐόντες,</l><l n="852">ἀσβέστου κελάδοιο καὶ αἰνῆς δηιοτῆτος.</l><milestone ed="p" unit="card" n="853"/><l n="853">Ζεὺς δʼ ἐπεὶ οὖν κόρθυνεν ἑὸν μένος, εἵλετο δʼ ὅπλα,</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>