<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:506-679</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:506-679</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="506">τοῖς πίσυνος θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει.</l><milestone ed="p" unit="card" n="507"/><l n="507"><milestone ed="P" unit="para"/>κούρην δʼ Ἰαπετὸς καλλίσφυρον Ὠκεανίνην</l><l n="508">ἠγάγετο Κλυμένην καὶ ὁμὸν λέχος εἰσανέβαινεν.</l><l n="509">ἣ δέ οἱ Ἄτλαντα κρατερόφρονα γείνατο παῖδα·</l><l n="510">τίκτε δʼ ὑπερκύδαντα Μενοίτιον ἠδὲ Προμηθέα</l><l n="511">ποικίλον αἰολόμητιν, ἁμαρτίνοόν τʼ Ἐπιμηθέα</l><l n="512">ὃς κακὸν ἐξ ἀρχῆς γένετʼ ἀνδράσιν ἀλφηστῇσιν·</l><l n="513">πρῶτος γάρ ῥα Διὸς πλαστὴν ὑπέδεκτο γυναῖκα</l><l n="514">παρθένον. ὑβριστὴν δὲ Μενοίτιον εὐρύοπα Ζεὺς</l><l n="515">εἰς Ἔρεβος κατέπεμψε βαλὼν ψολόεντι κεραυνῷ</l><l n="516">εἵνεκʼ ἀτασθαλίης τε καὶ ἠνορέης ὑπερόπλου.</l><l n="517">Ἄτλας δʼ οὐρανὸν εὐρὺν ἔχει κρατερῆς ὑπʼ ἀνάγκης</l><l n="518">πείρασιν ἐν γαίης, πρόπαρ Εσπερίδων λιγυφώνων,</l><l n="519">ἑστηὼς κεφαλῇ τε καὶ ἀκαμάτῃσι χέρεσσιν·</l><l n="520">ταύτην γάρ οἱ μοῖραν ἐδάσσατο μητίετα Ζεύς. </l><l n="521">δῆσε δʼ ἀλυκτοπέδῃσι Προμηθέα ποικιλόβουλον</l><l n="522">δεσμοῖς ἀργαλέοισι μέσον διὰ κίονʼ ἐλάσσας·</l><l n="523">καί οἱ ἐπʼ αἰετὸν ὦρσε τανύπτερον· αὐτὰρ ὅ γʼ ἧπαρ</l><l n="524">ἤσθιεν ἀθάνατον, τὸ δʼ ἀέξετο ἶσον ἁπάντη</l><l n="525">νυκτός ὅσον πρόπαν ἦμαρ ἔδοι τανυσίπτερος ὄρνις.</l><l n="526">τὸν μὲν ἄρʼ Ἀλκμήνης καλλισφύρου ἄλκιμος υἱὸς</l><l n="527">Ἡρακλέης ἔκτεινε, κακὴν δʼ ἀπὸ νοῦσον ἄλαλκεν</l><l n="528">Ἰαπετιονίδῃ καὶ ἐλύσατο δυσφροσυνάων</l><l n="529">οὐκ ἀέκητι Ζηνὸς Ὀλυμπίου ὑψιμέδοντος,</l><l n="530">ὄφρʼ Ἡρακλῆος Θηβαγενέος κλέος εἴη</l><l n="531">πλεῖον ἔτʼ ἢ τὸ πάροιθεν ἐπὶ χθόνα πουλυβότειραν.</l><l n="532">ταῦτʼ ἄρα ἁζόμενος τίμα ἀριδείκετον υἱόν·</l><l n="533">καί περ χωόμενος παύθη χόλου, ὃν πρὶν ἔχεσκεν,</l><l n="534">οὕνεκʼ ἐρίζετο βουλὰς ὑπερμενέι Κρονίωνι.</l><l n="535">καὶ γὰρ ὅτʼ ἐκρίνοντο θεοὶ θνητοί τʼ ἄνθρωποι</l><l n="536">Μηκώνῃ, τότʼ ἔπειτα μέγαν βοῦν πρόφρονι θυμῷ</l><l n="537">δασσάμενος προέθηκε, Διὸς νόον ἐξαπαφίσκων.</l><l n="538">τοῖς μὲν γὰρ σάρκας τε καὶ ἔγκατα πίονα δημῷ</l><l n="539">ἐν ῥινῷ κατέθηκε καλύψας γαστρὶ βοείῃ,</l><l n="540">τῷ δʼ αὖτʼ ὀστέα λευκὰ βοὸς δολίῃ ἐπὶ τέχνῃ</l><l n="541">εὐθετίσας κατέθηκε καλύψας ἀργέτι δημῷ.</l><l n="542">δὴ τότε μιν προσέειπε πατὴρ ἀνδρῶν τε θεῶν τε·</l><sp><l n="543"><milestone ed="P" unit="para"/>Ἰαπετιονίδη, πάντων ἀριδείκετʼ ἀνάκτων,</l><l n="544">ὦ πέπον, ὡς ἑτεροζήλως διεδάσσαο μοίρας.</l></sp><milestone ed="p" unit="card" n="545"/><l n="545"><milestone ed="P" unit="para"/>ὣς φάτο κερτομέων Ζεὺς ἄφθιτα μήδεα εἰδώς. </l><l n="546">τὸν δʼ αὖτε προσέειπε Προμηθεὺς ἀγκυλομήτης</l><l n="547">ἦκʼ ἐπιμειδήσας, δολίης δʼ οὐ λήθετο τέχνης·</l><l n="548"><milestone ed="P" unit="para"/>ζεῦ κύδιστε μέγιστε θεῶν αἰειγενετάων,</l><l n="549">τῶν δʼ ἕλεʼ, ὁπποτέρην σε ἐνὶ φρεσὶ θυμὸς ἀνώγει.</l><l n="550">Φῆ ῥα δολοφρονέων· Ζεὺς δʼ ἄφθιτα μήδεα εἰδὼς</l><l n="551">γνῶ ῥʼ οὐδʼ ἠγνοίησε δόλον· κακὰ δʼ ὄσσετο θυμῷ</l><l n="552">θνητοῖς ἀνθρώποισι, τὰ καὶ τελέεσθαι ἔμελλεν.</l><l n="553">χερσὶ δʼ ὅ γʼ ἀμφοτέρῃσιν ἀνείλετο λευκὸν ἄλειφαρ.</l><l n="554">χώσατο δὲ φρένας ἀμφί, χόλος δέ μιν ἵκετο θυμόν,</l><l n="555">ὡς ἴδεν ὀστέα λευκὰ βοὸς δολίῃ ἐπὶ τέχνῃ. </l><l n="556">ἐκ τοῦ δʼ ἀθανάτοισιν ἐπὶ χθονὶ φῦλʼ ἀνθρώπων</l><l n="557">καίουσʼ ὀστέα λευκὰ θυηέντων ἐπὶ βωμῶν.</l><l n="558">τὸν δὲ μέγʼ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς·</l><l n="559"><milestone ed="P" unit="para"/>Ἰαπετιονίδη, πάντων πέρι μήδεα εἰδώς,</l><l n="560">ὦ πέπον, οὐκ ἄρα πω δολίης ἐπιλήθεο τέχνης.</l><l n="561"><milestone ed="P" unit="para"/>ὣς φάτο χωόμενος Ζεὺς ἄφθιτα μήδεα εἰδώς·</l><l n="562">ἐκ τούτου δὴ ἔπειτα δόλου μεμνημένος αἰεὶ</l><l n="563">οὐκ ἐδίδου Μελίῃσι πυρὸς μένος ἀκαμάτοιο</l><l n="564">θνητοῖς ἀνθρώποις, οἳ ἐπὶ χθονὶ ναιετάουσιν.</l><l n="565">ἀλλά μιν ἐξαπάτησεν ἐὺς πάις Ἰαπετοῖο</l><l n="566">κλέψας ἀκαμάτοιο πυρὸς τηλέσκοπον. αὐγὴν</l><l n="567">ἐν κοΐλῳ νάρθηκι· δάκεν δέ ἑ νειόθι θυμόν,</l><l n="568">Ζῆνʼ ὑψιβρεμέτην, ἐχόλωσε δέ μιν φίλον ἦτορ,</l><l n="569">ὡς ἴδʼ ἐν ἀνθρώποισι πυρὸς τηλέσκοπον αὐγήν.</l><l n="570">αὐτίκα δʼ ἀντὶ πυρὸς τεῦξεν κακὸν ἀνθρώποισιν·</l><l n="571">γαίης γὰρ σύμπλασσε περικλυτὸς Ἀμφιγυήεις</l><l n="572">παρθένῳ αἰδοίῃ ἴκελον Κρονίδεω διὰ βουλάς.</l><l n="573">ζῶσε δὲ καὶ κόσμησε θεὰ γλαυκῶπις Ἀθήνη</l><l n="574">ἀργυφέη ἐσθῆτι· κατὰ κρῆθεν δὲ καλύπτρην</l><l n="575">δαιδαλέην χείρεσσι κατέσχεθε, θαῦμα ἰδέσθαι·</l><l n="576"><del>ἀμφὶ δέ οἱ στεφάνους, νεοθηλέος ἄνθεα ποίης,</del></l><l n="577"><del>ἱμερτοὺς περίθηκε καρήατι Παλλὰς Ἀθήνη.</del></l><l n="578">ἀμφὶ δέ οἱ στεφάνην χρυσέην κεφαλῆφιν ἔθηκε,</l><l n="579">τὴν αὐτὸς ποίησε περικλυτὸς Ἀμφιγυήεις</l><l n="580">ἀσκήσας παλάμῃσι, χαριζόμενος Διὶ πατρί.</l><l n="581">τῇ δʼ ἐνὶ δαίδαλα πολλὰ τετεύχατο, θαῦμα ἰδέσθαι,</l><l n="582">κνώδαλʼ, ὅσʼ ἤπειρος πολλὰ τρέφει ἠδὲ θάλασσα,</l><l n="583">τῶν ὅ γε πόλλʼ ἐνέθηκε,—χάρις δʼ ἀπελάμπετο πολλή,—</l><l n="584">θαυμάσια, ζῴοισιν ἐοικότα φωνήεσσιν.</l><milestone ed="p" unit="card" n="585"/><l n="585"><milestone ed="P" unit="para"/>αὐτὰρ ἐπεὶ δὴ τεῦξε καλὸν κακὸν ἀντʼ ἀγαθοῖο. </l><l n="586">ἐξάγαγʼ, ἔνθα περ ἄλλοι ἔσαν θεοὶ ἠδʼ ἄνθρωποι,</l><l n="587">κόσμῳ ἀγαλλομένην γλαυκώπιδος ὀβριμοπάτρης.</l><l n="588">θαῦμα δʼ ἔχʼ ἀθανάτους τε θεοὺς θνητούς τʼ ἀνθρώπους,</l><l n="589">ὡς εἶδον δόλον αἰπύν, ἀμήχανον ἀνθρώποισιν.</l><l n="590"><milestone ed="P" unit="para"/>ἐκ τῆς γὰρ γένος ἐστὶ γυναικῶν θηλυτεράων, </l><l n="591"><del>τῆς γὰρ ὀλώιόν ἐστι γένος καὶ φῦλα γυναικῶν,</del></l><l n="592">πῆμα μέγʼ αἳ θνητοῖσι μετʼ ἀνδράσι ναιετάουσιν</l><l n="593">οὐλομένης πενίης οὐ σύμφοροι, ἀλλὰ κόροιο.</l><l n="594">ὡς δʼ ὁπότʼ ἐν σμήνεσσι κατηρεφέεσσι μέλισσαι</l><l n="595">κηφῆνας βόσκωσι, κακῶν ξυνήονας ἔργων—</l><l n="596">αἳ μέν τε πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα</l><l n="597">ἠμάτιαι σπεύδουσι τιθεῖσί τε κηρία λευκά,</l><l n="598">οἳ δʼ ἔντοσθε μένοντες ἐπηρεφέας κατὰ σίμβλους</l><l n="599">ἀλλότριον κάματον σφετέρην ἐς γαστέρʼ ἀμῶνται—</l><l n="600">ὣς δʼ αὔτως ἄνδρεσσι κακὸν θνητοῖσι γυναῖκας</l><l n="601">Ζεὺς ὑψιβρεμέτης θῆκεν, ξυνήονας ἔργων</l><l n="602">ἀργαλέων· ἕτερον δὲ πόρεν κακὸν ἀντʼ ἀγαθοῖο·</l><l n="603">ὅς κε γάμον φεύγων καὶ μέρμερα ἔργα γυναικῶν</l><l n="604">μὴ γῆμαι ἐθέλῃ, ὀλοὸν δʼ ἐπὶ γῆρας ἵκοιτο</l><l n="605">χήτεϊ γηροκόμοιο· ὅ γʼ οὐ βιότου ἐπιδευὴς</l><l n="606">ζώει, ἀποφθιμένου δὲ διὰ κτῆσιν δατέονται</l><l n="607">χηρωσταί· ᾧ δʼ αὖτε γάμου μετὰ μοῖρα γένηται,</l><l n="608">κεδνὴν δʼ ἔσχεν ἄκοιτιν ἀρηρυῖαν πραπίδεσσι,</l><l n="609">τῷ δέ τʼ ἀπʼ αἰῶνος κακὸν ἐσθλῷ ἀντιφερίζει</l><l n="610">ἐμμενές· ὃς δέ κε τέτμῃ ἀταρτηροῖο γενέθλης, </l><l n="611">ζώει ἐνὶ στήθεσσιν ἔχων ἀλίαστον ἀνίην</l><l n="612">θυμῷ καὶ κραδίῃ, καὶ ἀνήκεστον κακόν ἐστιν.</l><l n="613"><milestone ed="P" unit="para"/>ὣς οὐκ ἔστι Διὸς κλέψαι νόον οὐδὲ παρελθεῖν.</l><l n="614">οὐδὲ γὰρ Ἰαπετιονίδης ἀκάκητα Προμηθεὺς</l><l n="615">τοῖό γʼ ὑπεξήλυξε βαρὺν χόλον, ἀλλʼ ὑπʼ ἀνάγκης</l><l n="616">καὶ πολύιδριν ἐόντα μέγας κατὰ δεσμὸς ἐρύκει.</l><milestone ed="p" unit="card" n="617"/><l n="617"><milestone ed="P" unit="para"/>Βριάρεῳ δʼ ὡς πρῶτα πατὴρ ὠδύσσατο θυμῷ</l><l n="618">Κόττῳ τʼ ἠδὲ Γύῃ, δῆσεν κρατερῷ ἐνὶ δεσμῷ</l><l n="619">ἠνορέην ὑπέροπλον ἀγώμενος ἠδὲ καὶ εἶδος</l><l n="620">καὶ μέγεθος· κατένασσε δʼ ὑπὸ χθονὸς εὐρυοδείης. </l><l n="621">ἔνθʼ οἵ γʼ ἄλγεʼ ἔχοντες ὑπὸ χθονὶ ναιετάοντες</l><l n="622">εἵατʼ ἐπʼ ἐσχατιῇ, μεγάλης ἐν πείρασι γαίης,</l><l n="623">δηθὰ μάλʼ ἀχνύμενοι, κραδίῃ μέγα πένθος ἔχοντες.</l><l n="624">ἀλλά σφεας Κρονίδης τε καὶ ἀθάνατοι θεοὶ ἄλλοι,</l><l n="625">οὓς τέκεν ἠύκομος Ῥείη Κρόνου ἐν φιλότητι, </l><l n="626">Γαίης φραδμοσύνῃσιν ἀνήγαγον ἐς φάος αὖτις·</l><l n="627">αὐτὴ γάρ σφιν ἅπαντα διηνεκέως κατέλεξε</l><l n="628">σὺν κείνοις νίκην τε καὶ ἀγλαὸν εὖχος ἀρέσθαι.</l><l n="629">δηρὸν γὰρ μάρναντο πόνον θυμαλγέʼ ἔχοντες</l><l n="630">Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐξεγένοντο, </l><l n="631">ἀντίον ἀλλήλοισι διὰ κρατερὰς ὑσμίνας,</l><l n="632">οἳ μὲν ἀφʼ ὑψηλῆς Ὄθρυος Τιτῆνες ἀγαυοί,</l><l n="633">οἳ δʼ ἄρʼ ἀπʼ Οὐλύμποιο θεοί, δωτῆρες ἐάων,</l><l n="634">οὓς τέκεν ἠύκομος Ῥείη Κρόνῳ εὐνηθεῖσα.</l><l n="635">οἵ ῥα τότʼ ἀλλήλοισι χόλον θυμαλγέʼ ἔχοντες</l><l n="636">συνεχέως ἐμάχοντο δέκα πλείους ἐνιαυτούς·</l><l n="637">οὐδέ τις ἦν ἔριδος χαλεπῆς λύσις οὐδὲ τελευτὴ</l><l n="638">οὐδετέροις, ἶσον δὲ τέλος τέτατο πτολέμοιο.</l><l n="639">ἀλλʼ ὅτε δὴ κείνοισι παρέσχεθεν ἄρμενα πάντα,</l><l n="640">νέκταρ τʼ ἀμβροσίην τε, τά περ θεοὶ αὐτοὶ ἔδουσι,</l><l n="641">πάντων ἐν στήθεσσιν ἀέξετο θυμὸς ἀγήνωρ.</l><l n="642">ὡς νέκταρ τʼ ἐπάσαντο καὶ ἀμβροσίην ἐρατεινήν,</l><l n="643">δὴ τότε τοῖς μετέειπε πατὴρ ἀνδρῶν τε θεῶν τε·</l><sp><l n="644"><milestone ed="P" unit="para"/>κέκλυτε μευ, Γαίης τε καὶ Οὐρανοῦ ἀγλαὰ
                        τέκνα,</l><l n="645">ὄφρʼ εἴπω, τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.</l><l n="646">ἤδη γὰρ μάλα δηρὸν ἐναντίοι ἀλλήλοισι</l><l n="647">νίκης καὶ κράτεος πέρι μαρνάμεθʼ ἤματα πάντα</l><l n="648">Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐκγενόμεσθα.</l><l n="649">ὑμεῖς δὲ μεγάλην τε βίην καὶ χεῖρας ἀάπτους</l><l n="650">φαίνετε Τιτήνεσσιν ἐναντίοι ἐν δαῒ λυγρῇ</l><l n="651">μνησάμενοι φιλότητος ἐνηέος, ὅσσα παθόντες</l><l n="652">ἐς φάος ἂψ ἀφίκεσθε δυσηλεγέος ὑπὸ δεσμοῦ</l><l n="653">ἡμετέρας διὰ βουλὰς ὑπὸ ζόφου ἠερόεντος.</l></sp><milestone ed="p" unit="card" n="654"/><l n="654"><milestone ed="P" unit="para"/>ὣς φάτο· τὸν δʼ ἐξαῦτις ἀμείβετο Κόττος
                    ἀμύμων·</l><l n="655"><milestone ed="P" unit="para"/>Δαιμόνιʼ, οὐκ ἀδάητα πιφαύσκεαι· ἀλλὰ καὶ
                    αὐτοὶ</l><l n="656">ἴδμεν, ὅ τοι περὶ μὲν πραπίδες, περὶ δʼ ἐστὶ νόημα,</l><l n="657">ἀλκτὴρ δʼ ἀθανάτοισιν ἀρῆς γένεο κρυεροῖο.</l><l n="658">σῇσι δʼ ἐπιφροσύνῃσιν ὑπὸ ζόφου ἠερόεντος</l><l n="659">ἄψορρον δʼ† ἐξαῦτις ἀμειλίκτων ὑπὸ δεσμῶν</l><l n="660">ἠλύθομεν, Κρόνου υἱὲ ἄναξ, ἀνάελπτα παθόντες.</l><l n="661">τῷ καὶ νῦν ἀτενεῖ τε νόῳ καὶ ἐπίφρονι βουλῇ</l><l n="662">ῥυσόμεθα κράτος ὑμὸν ἐν αἰνῇ δηϊοτῆτι</l><l n="663">μαρνάμενοι Τιτῆσιν ἀνὰ κρατερὰς ὑσμίνας.</l><l n="664"><milestone ed="P" unit="para"/>ὣς φάτʼ· ἐπῄνεσσαν δὲ θεοί, δωτῆρες ἐάων,</l><l n="665">μῦθον ἀκούσαντες· πολέμου δʼ ἐλιλαίετο θυμὸς</l><l n="666">μᾶλλον ἔτʼ ἢ τὸ πάροιθε· μάχην δʼ ἀμέγαρτον ἔγειραν</l><l n="667">πάντες, θήλειαι τε καὶ ἄρσενες, ἤματι κείνῳ,</l><l n="668">Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐξεγένοντο,</l><l n="669">οὕς τε Ζεὺς Ἐρέβευσφιν ὑπὸ χθονὸς ἧκε φόωσδε</l><l n="670">δεινοί τε κρατεροί τε, βίην ὑπέροπλον ἔχοντες.</l><l n="671">τῶν ἑκατὸν μὲν χεῖρες ἀπʼ ὤμων ἀίσσοντο</l><l n="672">πᾶσιν ὁμῶς, κεφαλαὶ δὲ ἑκάστῳ πεντήκοντα</l><l n="673">ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν.</l><l n="674">οἳ τότε Τιτήνεσσι κατέσταθεν ἐν δαῒ λυγρῇ</l><l n="675">πέτρας ἠλιβάτους στιβαρῇς ἐν χερσὶν ἔχοντες. </l><l n="676">Τιτῆνες δʼ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας</l><l n="677">προφρονέως, χειρῶν τε βίης θʼ ἅμα ἔργον ἔφαινον</l><l n="678">ἀμφότεροι· δεινὸν δὲ περίαχε πόντος ἀπείρων,</l><l n="679">γῆ δὲ μέγʼ ἐσμαράγησεν, ἐπέστενε δʼ οὐρανὸς εὐρὺς</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>