<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:491-525</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:491-525</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="491">τιμῆς ἐξελάειν, ὃ δʼ ἐν ἀθανάτοισι ἀνάξειν.</l><milestone ed="p" unit="card" n="492"/><l n="492"><milestone ed="P" unit="para"/>καρπαλίμως δʼ ἄρʼ ἔπειτα μένος καὶ φαίδιμα
                    γυῖα</l><l n="493">ηὔξετο τοῖο ἄνακτος· ἐπιπλομένων δʼ ἐνιαυτῶν</l><l n="494">Γαίης ἐννεσίῃσι πολυφραδέεσσι δολωθεὶς</l><l n="495">ὃν γόνον ἄψ ἀνέηκε μέγας Κρόνος ἀγκυλομήτης</l><l n="496"><del>νικηθεὶς τέχνῃσι βίηφί τε παιδὸς ἑοῖο.</del></l><l n="497">πρῶτον δʼ ἐξέμεσεν λίθον, ὃν πύματον κατέπινεν· </l><l n="498">τὸν μὲν Ζεὺς στήριξε κατὰ χθονὸς εὐρυοδείης</l><l n="499">Πυθοῖ ἐν ἠγαθέῃ γυάλοις ὕπο Παρνησοῖο</l><l n="500">σῆμʼ ἔμεν ἐξοπίσω, θαῦμα θνητοῖσι βροτοῖσιν.</l><l n="501">λῦσε δὲ πατροκασιγνήτους ὀλοῶν ὑπὸ δεσμῶν</l><l n="502">Οὐρανίδας, οὓς δῆσε πατὴρ ἀεσιφροσύνῃσιν·</l><l n="503">οἳ οἱ ἀπεμνήσαντο χάριν ἐυεργεσιάων,</l><l n="504">δῶκαν δὲ βροντὴν ἠδʼ αἰθαλόεντα κεραυνὸν</l><l n="505">καὶ στεροπήν· τὸ πρὶν δὲ πελώρη Γαῖα κεκεύθει·</l><l n="506">τοῖς πίσυνος θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει.</l><milestone ed="p" unit="card" n="507"/><l n="507"><milestone ed="P" unit="para"/>κούρην δʼ Ἰαπετὸς καλλίσφυρον Ὠκεανίνην</l><l n="508">ἠγάγετο Κλυμένην καὶ ὁμὸν λέχος εἰσανέβαινεν.</l><l n="509">ἣ δέ οἱ Ἄτλαντα κρατερόφρονα γείνατο παῖδα·</l><l n="510">τίκτε δʼ ὑπερκύδαντα Μενοίτιον ἠδὲ Προμηθέα</l><l n="511">ποικίλον αἰολόμητιν, ἁμαρτίνοόν τʼ Ἐπιμηθέα</l><l n="512">ὃς κακὸν ἐξ ἀρχῆς γένετʼ ἀνδράσιν ἀλφηστῇσιν·</l><l n="513">πρῶτος γάρ ῥα Διὸς πλαστὴν ὑπέδεκτο γυναῖκα</l><l n="514">παρθένον. ὑβριστὴν δὲ Μενοίτιον εὐρύοπα Ζεὺς</l><l n="515">εἰς Ἔρεβος κατέπεμψε βαλὼν ψολόεντι κεραυνῷ</l><l n="516">εἵνεκʼ ἀτασθαλίης τε καὶ ἠνορέης ὑπερόπλου.</l><l n="517">Ἄτλας δʼ οὐρανὸν εὐρὺν ἔχει κρατερῆς ὑπʼ ἀνάγκης</l><l n="518">πείρασιν ἐν γαίης, πρόπαρ Εσπερίδων λιγυφώνων,</l><l n="519">ἑστηὼς κεφαλῇ τε καὶ ἀκαμάτῃσι χέρεσσιν·</l><l n="520">ταύτην γάρ οἱ μοῖραν ἐδάσσατο μητίετα Ζεύς. </l><l n="521">δῆσε δʼ ἀλυκτοπέδῃσι Προμηθέα ποικιλόβουλον</l><l n="522">δεσμοῖς ἀργαλέοισι μέσον διὰ κίονʼ ἐλάσσας·</l><l n="523">καί οἱ ἐπʼ αἰετὸν ὦρσε τανύπτερον· αὐτὰρ ὅ γʼ ἧπαρ</l><l n="524">ἤσθιεν ἀθάνατον, τὸ δʼ ἀέξετο ἶσον ἁπάντη</l><l n="525">νυκτός ὅσον πρόπαν ἦμαρ ἔδοι τανυσίπτερος ὄρνις.</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>