<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:481-500</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:481-500</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="481">ἔνθα μιν ἷκτο φέρουσα θοὴν διὰ νύκτα μέλαιναν</l><l n="482">πρώτην ἐς Λύκτον· κρύψεν δέ ἑ χερσὶ λαβοῦσα</l><l n="483">ἄντρῳ ἐν ἠλιβάτῳ, ζαθέης ὑπὸ κεύθεσι γαίης,</l><l n="484">Αἰγαίῳ ἐν ὄρει πεπυκασμένῳ ὑλήεντι.</l><l n="485">τῷ δὲ σπαργανίσασα μέγαν λίθον ἐγγυάλιξεν</l><l n="486">Οὐρανίδῃ μέγʼ ἄνακτι, θεῶν προτέρῳ βασιλῆι.</l><l n="487">τὸν τόθʼ ἑλὼν χείρεσσιν ἑὴν ἐσκάτθετο νηδὺν</l><l n="488">σχέτλιος· οὐδʼ ἐνόησε μετὰ φρεσίν, ὥς οἱ ὀπίσσω</l><l n="489">ἀντὶ λίθου ἑὸς υἱὸς ἀνίκητος καὶ ἀκηδὴς</l><l n="490">λείπεθʼ, ὅ μιν τάχʼ ἔμελλε βίῃ καὶ χερσὶ δαμάσσας</l><l n="491">τιμῆς ἐξελάειν, ὃ δʼ ἐν ἀθανάτοισι ἀνάξειν.</l><milestone ed="p" unit="card" n="492"/><l n="492"><milestone ed="P" unit="para"/>καρπαλίμως δʼ ἄρʼ ἔπειτα μένος καὶ φαίδιμα
                    γυῖα</l><l n="493">ηὔξετο τοῖο ἄνακτος· ἐπιπλομένων δʼ ἐνιαυτῶν</l><l n="494">Γαίης ἐννεσίῃσι πολυφραδέεσσι δολωθεὶς</l><l n="495">ὃν γόνον ἄψ ἀνέηκε μέγας Κρόνος ἀγκυλομήτης</l><l n="496"><del>νικηθεὶς τέχνῃσι βίηφί τε παιδὸς ἑοῖο.</del></l><l n="497">πρῶτον δʼ ἐξέμεσεν λίθον, ὃν πύματον κατέπινεν· </l><l n="498">τὸν μὲν Ζεὺς στήριξε κατὰ χθονὸς εὐρυοδείης</l><l n="499">Πυθοῖ ἐν ἠγαθέῃ γυάλοις ὕπο Παρνησοῖο</l><l n="500">σῆμʼ ἔμεν ἐξοπίσω, θαῦμα θνητοῖσι βροτοῖσιν.</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>