<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:449-646</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:449-646</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="449">πᾶσι μετʼ ἀθανάτοισι τετίμηται γεράεσσιν.</l><l n="450">θῆκε δέ μιν Κρονίδης κουροτρόφον, οἳ μετʼ ἐκείνην</l><l n="451">ὀφθαλμοῖσιν ἴδοντο φάος πολυδερκέος Ἠοῦς.</l><l n="452">οὕτως ἐξ ἀρχῆς κουροτρόφος, αἳ δέ τε τιμαί.</l><milestone ed="p" unit="card" n="453"/><l n="453"><milestone ed="P" unit="para"/>Ῥείη δὲ δμηθεῖσα Κρόνῳ τέκε φαίδιμα τέκνα,</l><l n="454">Ἱστίην Δήμητρα καὶ Ἥρην χρυσοπέδιλον</l><l n="455">ἴφθιμόν τʼ Ἀίδην, ὃς ὑπὸ χθονὶ δώματα ναίει</l><l n="456">νηλεὲς ἦτορ ἔχων, καὶ ἐρίκτυπον Ἐννοσίγαιον</l><l n="457">Ζῆνά τε μητιόεντα, θεῶν πατέρʼ ἠδὲ καὶ ἀνδρῶν,</l><l n="458">τοῦ καὶ ὑπὸ βροντῆς πελεμίζεται εὐρεῖα χθών.</l><l n="459">καὶ τοὺς μὲν κατέπινε μέγας Κρόνος, ὥς τις ἕκαστος</l><l n="460">νηδύος ἐξ ἱερῆς μητρὸς πρὸς γούναθʼ ἵκοιτο, </l><l n="461">τὰ φρονέων, ἵνα μή τις ἀγαυῶν Οὐρανιώνων</l><l n="462">ἄλλος ἐν ἀθανάτοισιν ἔχοι βασιληίδα τιμήν.</l><l n="463">πεύθετο γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἀστερόεντος,</l><l n="464">οὕνεκά οἱ πέπρωτο ἑῷ ὑπὸ παιδὶ δαμῆναι</l><l n="465">καὶ κρατερῷ περ ἐόντι, Διὸς μεγάλου διὰ βουλάς·</l><l n="466">τῷ ὅ γʼ ἄρʼ οὐκ ἀλαὸς σκοπιὴν ἔχεν, ἀλλὰ δοκεύων</l><l n="467">παῖδας ἑοὺς κατέπινε· Ῥέην δʼ ἔχε πένθος ἄλαστον.</l><l n="468">ἀλλʼ ὅτε δὴ Δίʼ ἔμελλε θεῶν πατέρʼ ἠδὲ καὶ ἀνδρῶν</l><l n="469">τέξεσθαι, τότʼ ἔπειτα φίλους λιτάνευε τοκῆας</l><l n="470">τοὺς αὐτῆς, Γαῖάν τε καὶ Οὐρανὸν ἀστερόεντα,</l><l n="471">μῆτιν συμφράσσασθαι, ὅπως λελάθοιτο τεκοῦσα</l><l n="472">παῖδα φίλον, τίσαιτο δʼ ἐρινῦς πατρὸς ἑοῖο</l><l n="473">παίδων θʼ, οὓς κατέπινε μέγας Κρόνος ἀγκυλομήτης.</l><l n="474">οἳ δὲ θυγατρὶ φίλῃ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο,</l><l n="475">καί οἱ πεφραδέτην, ὅσα περ πέπρωτο γενέσθαι</l><l n="476">ἀμφὶ Κρόνῳ βασιλῆι καὶ υἱέι καρτεροθύμῳ.</l><l n="477">πέμψαν δʼ ἐς Λύκτον, Κρήτης ἐς πίονα δῆμον,</l><l n="478">ὁππότʼ ἄρʼ ὁπλότατον παίδων τέξεσθαι ἔμελλε,</l><l n="479">Ζῆνα μέγαν· τὸν μέν οἱ ἐδέξατο Γαῖα πελώρη</l><l n="480">Κρήτῃ ἐν εὐρείῃ τραφέμεν ἀτιταλλέμεναί τε. </l><l n="481">ἔνθα μιν ἷκτο φέρουσα θοὴν διὰ νύκτα μέλαιναν</l><l n="482">πρώτην ἐς Λύκτον· κρύψεν δέ ἑ χερσὶ λαβοῦσα</l><l n="483">ἄντρῳ ἐν ἠλιβάτῳ, ζαθέης ὑπὸ κεύθεσι γαίης,</l><l n="484">Αἰγαίῳ ἐν ὄρει πεπυκασμένῳ ὑλήεντι.</l><l n="485">τῷ δὲ σπαργανίσασα μέγαν λίθον ἐγγυάλιξεν</l><l n="486">Οὐρανίδῃ μέγʼ ἄνακτι, θεῶν προτέρῳ βασιλῆι.</l><l n="487">τὸν τόθʼ ἑλὼν χείρεσσιν ἑὴν ἐσκάτθετο νηδὺν</l><l n="488">σχέτλιος· οὐδʼ ἐνόησε μετὰ φρεσίν, ὥς οἱ ὀπίσσω</l><l n="489">ἀντὶ λίθου ἑὸς υἱὸς ἀνίκητος καὶ ἀκηδὴς</l><l n="490">λείπεθʼ, ὅ μιν τάχʼ ἔμελλε βίῃ καὶ χερσὶ δαμάσσας</l><l n="491">τιμῆς ἐξελάειν, ὃ δʼ ἐν ἀθανάτοισι ἀνάξειν.</l><milestone ed="p" unit="card" n="492"/><l n="492"><milestone ed="P" unit="para"/>καρπαλίμως δʼ ἄρʼ ἔπειτα μένος καὶ φαίδιμα
                    γυῖα</l><l n="493">ηὔξετο τοῖο ἄνακτος· ἐπιπλομένων δʼ ἐνιαυτῶν</l><l n="494">Γαίης ἐννεσίῃσι πολυφραδέεσσι δολωθεὶς</l><l n="495">ὃν γόνον ἄψ ἀνέηκε μέγας Κρόνος ἀγκυλομήτης</l><l n="496"><del>νικηθεὶς τέχνῃσι βίηφί τε παιδὸς ἑοῖο.</del></l><l n="497">πρῶτον δʼ ἐξέμεσεν λίθον, ὃν πύματον κατέπινεν· </l><l n="498">τὸν μὲν Ζεὺς στήριξε κατὰ χθονὸς εὐρυοδείης</l><l n="499">Πυθοῖ ἐν ἠγαθέῃ γυάλοις ὕπο Παρνησοῖο</l><l n="500">σῆμʼ ἔμεν ἐξοπίσω, θαῦμα θνητοῖσι βροτοῖσιν.</l><l n="501">λῦσε δὲ πατροκασιγνήτους ὀλοῶν ὑπὸ δεσμῶν</l><l n="502">Οὐρανίδας, οὓς δῆσε πατὴρ ἀεσιφροσύνῃσιν·</l><l n="503">οἳ οἱ ἀπεμνήσαντο χάριν ἐυεργεσιάων,</l><l n="504">δῶκαν δὲ βροντὴν ἠδʼ αἰθαλόεντα κεραυνὸν</l><l n="505">καὶ στεροπήν· τὸ πρὶν δὲ πελώρη Γαῖα κεκεύθει·</l><l n="506">τοῖς πίσυνος θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει.</l><milestone ed="p" unit="card" n="507"/><l n="507"><milestone ed="P" unit="para"/>κούρην δʼ Ἰαπετὸς καλλίσφυρον Ὠκεανίνην</l><l n="508">ἠγάγετο Κλυμένην καὶ ὁμὸν λέχος εἰσανέβαινεν.</l><l n="509">ἣ δέ οἱ Ἄτλαντα κρατερόφρονα γείνατο παῖδα·</l><l n="510">τίκτε δʼ ὑπερκύδαντα Μενοίτιον ἠδὲ Προμηθέα</l><l n="511">ποικίλον αἰολόμητιν, ἁμαρτίνοόν τʼ Ἐπιμηθέα</l><l n="512">ὃς κακὸν ἐξ ἀρχῆς γένετʼ ἀνδράσιν ἀλφηστῇσιν·</l><l n="513">πρῶτος γάρ ῥα Διὸς πλαστὴν ὑπέδεκτο γυναῖκα</l><l n="514">παρθένον. ὑβριστὴν δὲ Μενοίτιον εὐρύοπα Ζεὺς</l><l n="515">εἰς Ἔρεβος κατέπεμψε βαλὼν ψολόεντι κεραυνῷ</l><l n="516">εἵνεκʼ ἀτασθαλίης τε καὶ ἠνορέης ὑπερόπλου.</l><l n="517">Ἄτλας δʼ οὐρανὸν εὐρὺν ἔχει κρατερῆς ὑπʼ ἀνάγκης</l><l n="518">πείρασιν ἐν γαίης, πρόπαρ Εσπερίδων λιγυφώνων,</l><l n="519">ἑστηὼς κεφαλῇ τε καὶ ἀκαμάτῃσι χέρεσσιν·</l><l n="520">ταύτην γάρ οἱ μοῖραν ἐδάσσατο μητίετα Ζεύς. </l><l n="521">δῆσε δʼ ἀλυκτοπέδῃσι Προμηθέα ποικιλόβουλον</l><l n="522">δεσμοῖς ἀργαλέοισι μέσον διὰ κίονʼ ἐλάσσας·</l><l n="523">καί οἱ ἐπʼ αἰετὸν ὦρσε τανύπτερον· αὐτὰρ ὅ γʼ ἧπαρ</l><l n="524">ἤσθιεν ἀθάνατον, τὸ δʼ ἀέξετο ἶσον ἁπάντη</l><l n="525">νυκτός ὅσον πρόπαν ἦμαρ ἔδοι τανυσίπτερος ὄρνις.</l><l n="526">τὸν μὲν ἄρʼ Ἀλκμήνης καλλισφύρου ἄλκιμος υἱὸς</l><l n="527">Ἡρακλέης ἔκτεινε, κακὴν δʼ ἀπὸ νοῦσον ἄλαλκεν</l><l n="528">Ἰαπετιονίδῃ καὶ ἐλύσατο δυσφροσυνάων</l><l n="529">οὐκ ἀέκητι Ζηνὸς Ὀλυμπίου ὑψιμέδοντος,</l><l n="530">ὄφρʼ Ἡρακλῆος Θηβαγενέος κλέος εἴη</l><l n="531">πλεῖον ἔτʼ ἢ τὸ πάροιθεν ἐπὶ χθόνα πουλυβότειραν.</l><l n="532">ταῦτʼ ἄρα ἁζόμενος τίμα ἀριδείκετον υἱόν·</l><l n="533">καί περ χωόμενος παύθη χόλου, ὃν πρὶν ἔχεσκεν,</l><l n="534">οὕνεκʼ ἐρίζετο βουλὰς ὑπερμενέι Κρονίωνι.</l><l n="535">καὶ γὰρ ὅτʼ ἐκρίνοντο θεοὶ θνητοί τʼ ἄνθρωποι</l><l n="536">Μηκώνῃ, τότʼ ἔπειτα μέγαν βοῦν πρόφρονι θυμῷ</l><l n="537">δασσάμενος προέθηκε, Διὸς νόον ἐξαπαφίσκων.</l><l n="538">τοῖς μὲν γὰρ σάρκας τε καὶ ἔγκατα πίονα δημῷ</l><l n="539">ἐν ῥινῷ κατέθηκε καλύψας γαστρὶ βοείῃ,</l><l n="540">τῷ δʼ αὖτʼ ὀστέα λευκὰ βοὸς δολίῃ ἐπὶ τέχνῃ</l><l n="541">εὐθετίσας κατέθηκε καλύψας ἀργέτι δημῷ.</l><l n="542">δὴ τότε μιν προσέειπε πατὴρ ἀνδρῶν τε θεῶν τε·</l><sp><l n="543"><milestone ed="P" unit="para"/>Ἰαπετιονίδη, πάντων ἀριδείκετʼ ἀνάκτων,</l><l n="544">ὦ πέπον, ὡς ἑτεροζήλως διεδάσσαο μοίρας.</l></sp><milestone ed="p" unit="card" n="545"/><l n="545"><milestone ed="P" unit="para"/>ὣς φάτο κερτομέων Ζεὺς ἄφθιτα μήδεα εἰδώς. </l><l n="546">τὸν δʼ αὖτε προσέειπε Προμηθεὺς ἀγκυλομήτης</l><l n="547">ἦκʼ ἐπιμειδήσας, δολίης δʼ οὐ λήθετο τέχνης·</l><l n="548"><milestone ed="P" unit="para"/>ζεῦ κύδιστε μέγιστε θεῶν αἰειγενετάων,</l><l n="549">τῶν δʼ ἕλεʼ, ὁπποτέρην σε ἐνὶ φρεσὶ θυμὸς ἀνώγει.</l><l n="550">Φῆ ῥα δολοφρονέων· Ζεὺς δʼ ἄφθιτα μήδεα εἰδὼς</l><l n="551">γνῶ ῥʼ οὐδʼ ἠγνοίησε δόλον· κακὰ δʼ ὄσσετο θυμῷ</l><l n="552">θνητοῖς ἀνθρώποισι, τὰ καὶ τελέεσθαι ἔμελλεν.</l><l n="553">χερσὶ δʼ ὅ γʼ ἀμφοτέρῃσιν ἀνείλετο λευκὸν ἄλειφαρ.</l><l n="554">χώσατο δὲ φρένας ἀμφί, χόλος δέ μιν ἵκετο θυμόν,</l><l n="555">ὡς ἴδεν ὀστέα λευκὰ βοὸς δολίῃ ἐπὶ τέχνῃ. </l><l n="556">ἐκ τοῦ δʼ ἀθανάτοισιν ἐπὶ χθονὶ φῦλʼ ἀνθρώπων</l><l n="557">καίουσʼ ὀστέα λευκὰ θυηέντων ἐπὶ βωμῶν.</l><l n="558">τὸν δὲ μέγʼ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς·</l><l n="559"><milestone ed="P" unit="para"/>Ἰαπετιονίδη, πάντων πέρι μήδεα εἰδώς,</l><l n="560">ὦ πέπον, οὐκ ἄρα πω δολίης ἐπιλήθεο τέχνης.</l><l n="561"><milestone ed="P" unit="para"/>ὣς φάτο χωόμενος Ζεὺς ἄφθιτα μήδεα εἰδώς·</l><l n="562">ἐκ τούτου δὴ ἔπειτα δόλου μεμνημένος αἰεὶ</l><l n="563">οὐκ ἐδίδου Μελίῃσι πυρὸς μένος ἀκαμάτοιο</l><l n="564">θνητοῖς ἀνθρώποις, οἳ ἐπὶ χθονὶ ναιετάουσιν.</l><l n="565">ἀλλά μιν ἐξαπάτησεν ἐὺς πάις Ἰαπετοῖο</l><l n="566">κλέψας ἀκαμάτοιο πυρὸς τηλέσκοπον. αὐγὴν</l><l n="567">ἐν κοΐλῳ νάρθηκι· δάκεν δέ ἑ νειόθι θυμόν,</l><l n="568">Ζῆνʼ ὑψιβρεμέτην, ἐχόλωσε δέ μιν φίλον ἦτορ,</l><l n="569">ὡς ἴδʼ ἐν ἀνθρώποισι πυρὸς τηλέσκοπον αὐγήν.</l><l n="570">αὐτίκα δʼ ἀντὶ πυρὸς τεῦξεν κακὸν ἀνθρώποισιν·</l><l n="571">γαίης γὰρ σύμπλασσε περικλυτὸς Ἀμφιγυήεις</l><l n="572">παρθένῳ αἰδοίῃ ἴκελον Κρονίδεω διὰ βουλάς.</l><l n="573">ζῶσε δὲ καὶ κόσμησε θεὰ γλαυκῶπις Ἀθήνη</l><l n="574">ἀργυφέη ἐσθῆτι· κατὰ κρῆθεν δὲ καλύπτρην</l><l n="575">δαιδαλέην χείρεσσι κατέσχεθε, θαῦμα ἰδέσθαι·</l><l n="576"><del>ἀμφὶ δέ οἱ στεφάνους, νεοθηλέος ἄνθεα ποίης,</del></l><l n="577"><del>ἱμερτοὺς περίθηκε καρήατι Παλλὰς Ἀθήνη.</del></l><l n="578">ἀμφὶ δέ οἱ στεφάνην χρυσέην κεφαλῆφιν ἔθηκε,</l><l n="579">τὴν αὐτὸς ποίησε περικλυτὸς Ἀμφιγυήεις</l><l n="580">ἀσκήσας παλάμῃσι, χαριζόμενος Διὶ πατρί.</l><l n="581">τῇ δʼ ἐνὶ δαίδαλα πολλὰ τετεύχατο, θαῦμα ἰδέσθαι,</l><l n="582">κνώδαλʼ, ὅσʼ ἤπειρος πολλὰ τρέφει ἠδὲ θάλασσα,</l><l n="583">τῶν ὅ γε πόλλʼ ἐνέθηκε,—χάρις δʼ ἀπελάμπετο πολλή,—</l><l n="584">θαυμάσια, ζῴοισιν ἐοικότα φωνήεσσιν.</l><milestone ed="p" unit="card" n="585"/><l n="585"><milestone ed="P" unit="para"/>αὐτὰρ ἐπεὶ δὴ τεῦξε καλὸν κακὸν ἀντʼ ἀγαθοῖο. </l><l n="586">ἐξάγαγʼ, ἔνθα περ ἄλλοι ἔσαν θεοὶ ἠδʼ ἄνθρωποι,</l><l n="587">κόσμῳ ἀγαλλομένην γλαυκώπιδος ὀβριμοπάτρης.</l><l n="588">θαῦμα δʼ ἔχʼ ἀθανάτους τε θεοὺς θνητούς τʼ ἀνθρώπους,</l><l n="589">ὡς εἶδον δόλον αἰπύν, ἀμήχανον ἀνθρώποισιν.</l><l n="590"><milestone ed="P" unit="para"/>ἐκ τῆς γὰρ γένος ἐστὶ γυναικῶν θηλυτεράων, </l><l n="591"><del>τῆς γὰρ ὀλώιόν ἐστι γένος καὶ φῦλα γυναικῶν,</del></l><l n="592">πῆμα μέγʼ αἳ θνητοῖσι μετʼ ἀνδράσι ναιετάουσιν</l><l n="593">οὐλομένης πενίης οὐ σύμφοροι, ἀλλὰ κόροιο.</l><l n="594">ὡς δʼ ὁπότʼ ἐν σμήνεσσι κατηρεφέεσσι μέλισσαι</l><l n="595">κηφῆνας βόσκωσι, κακῶν ξυνήονας ἔργων—</l><l n="596">αἳ μέν τε πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα</l><l n="597">ἠμάτιαι σπεύδουσι τιθεῖσί τε κηρία λευκά,</l><l n="598">οἳ δʼ ἔντοσθε μένοντες ἐπηρεφέας κατὰ σίμβλους</l><l n="599">ἀλλότριον κάματον σφετέρην ἐς γαστέρʼ ἀμῶνται—</l><l n="600">ὣς δʼ αὔτως ἄνδρεσσι κακὸν θνητοῖσι γυναῖκας</l><l n="601">Ζεὺς ὑψιβρεμέτης θῆκεν, ξυνήονας ἔργων</l><l n="602">ἀργαλέων· ἕτερον δὲ πόρεν κακὸν ἀντʼ ἀγαθοῖο·</l><l n="603">ὅς κε γάμον φεύγων καὶ μέρμερα ἔργα γυναικῶν</l><l n="604">μὴ γῆμαι ἐθέλῃ, ὀλοὸν δʼ ἐπὶ γῆρας ἵκοιτο</l><l n="605">χήτεϊ γηροκόμοιο· ὅ γʼ οὐ βιότου ἐπιδευὴς</l><l n="606">ζώει, ἀποφθιμένου δὲ διὰ κτῆσιν δατέονται</l><l n="607">χηρωσταί· ᾧ δʼ αὖτε γάμου μετὰ μοῖρα γένηται,</l><l n="608">κεδνὴν δʼ ἔσχεν ἄκοιτιν ἀρηρυῖαν πραπίδεσσι,</l><l n="609">τῷ δέ τʼ ἀπʼ αἰῶνος κακὸν ἐσθλῷ ἀντιφερίζει</l><l n="610">ἐμμενές· ὃς δέ κε τέτμῃ ἀταρτηροῖο γενέθλης, </l><l n="611">ζώει ἐνὶ στήθεσσιν ἔχων ἀλίαστον ἀνίην</l><l n="612">θυμῷ καὶ κραδίῃ, καὶ ἀνήκεστον κακόν ἐστιν.</l><l n="613"><milestone ed="P" unit="para"/>ὣς οὐκ ἔστι Διὸς κλέψαι νόον οὐδὲ παρελθεῖν.</l><l n="614">οὐδὲ γὰρ Ἰαπετιονίδης ἀκάκητα Προμηθεὺς</l><l n="615">τοῖό γʼ ὑπεξήλυξε βαρὺν χόλον, ἀλλʼ ὑπʼ ἀνάγκης</l><l n="616">καὶ πολύιδριν ἐόντα μέγας κατὰ δεσμὸς ἐρύκει.</l><milestone ed="p" unit="card" n="617"/><l n="617"><milestone ed="P" unit="para"/>Βριάρεῳ δʼ ὡς πρῶτα πατὴρ ὠδύσσατο θυμῷ</l><l n="618">Κόττῳ τʼ ἠδὲ Γύῃ, δῆσεν κρατερῷ ἐνὶ δεσμῷ</l><l n="619">ἠνορέην ὑπέροπλον ἀγώμενος ἠδὲ καὶ εἶδος</l><l n="620">καὶ μέγεθος· κατένασσε δʼ ὑπὸ χθονὸς εὐρυοδείης. </l><l n="621">ἔνθʼ οἵ γʼ ἄλγεʼ ἔχοντες ὑπὸ χθονὶ ναιετάοντες</l><l n="622">εἵατʼ ἐπʼ ἐσχατιῇ, μεγάλης ἐν πείρασι γαίης,</l><l n="623">δηθὰ μάλʼ ἀχνύμενοι, κραδίῃ μέγα πένθος ἔχοντες.</l><l n="624">ἀλλά σφεας Κρονίδης τε καὶ ἀθάνατοι θεοὶ ἄλλοι,</l><l n="625">οὓς τέκεν ἠύκομος Ῥείη Κρόνου ἐν φιλότητι, </l><l n="626">Γαίης φραδμοσύνῃσιν ἀνήγαγον ἐς φάος αὖτις·</l><l n="627">αὐτὴ γάρ σφιν ἅπαντα διηνεκέως κατέλεξε</l><l n="628">σὺν κείνοις νίκην τε καὶ ἀγλαὸν εὖχος ἀρέσθαι.</l><l n="629">δηρὸν γὰρ μάρναντο πόνον θυμαλγέʼ ἔχοντες</l><l n="630">Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐξεγένοντο, </l><l n="631">ἀντίον ἀλλήλοισι διὰ κρατερὰς ὑσμίνας,</l><l n="632">οἳ μὲν ἀφʼ ὑψηλῆς Ὄθρυος Τιτῆνες ἀγαυοί,</l><l n="633">οἳ δʼ ἄρʼ ἀπʼ Οὐλύμποιο θεοί, δωτῆρες ἐάων,</l><l n="634">οὓς τέκεν ἠύκομος Ῥείη Κρόνῳ εὐνηθεῖσα.</l><l n="635">οἵ ῥα τότʼ ἀλλήλοισι χόλον θυμαλγέʼ ἔχοντες</l><l n="636">συνεχέως ἐμάχοντο δέκα πλείους ἐνιαυτούς·</l><l n="637">οὐδέ τις ἦν ἔριδος χαλεπῆς λύσις οὐδὲ τελευτὴ</l><l n="638">οὐδετέροις, ἶσον δὲ τέλος τέτατο πτολέμοιο.</l><l n="639">ἀλλʼ ὅτε δὴ κείνοισι παρέσχεθεν ἄρμενα πάντα,</l><l n="640">νέκταρ τʼ ἀμβροσίην τε, τά περ θεοὶ αὐτοὶ ἔδουσι,</l><l n="641">πάντων ἐν στήθεσσιν ἀέξετο θυμὸς ἀγήνωρ.</l><l n="642">ὡς νέκταρ τʼ ἐπάσαντο καὶ ἀμβροσίην ἐρατεινήν,</l><l n="643">δὴ τότε τοῖς μετέειπε πατὴρ ἀνδρῶν τε θεῶν τε·</l><sp><l n="644"><milestone ed="P" unit="para"/>κέκλυτε μευ, Γαίης τε καὶ Οὐρανοῦ ἀγλαὰ
                        τέκνα,</l><l n="645">ὄφρʼ εἴπω, τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.</l><l n="646">ἤδη γὰρ μάλα δηρὸν ἐναντίοι ἀλλήλοισι</l></sp></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>