<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:446-518</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:446-518</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="446">ποίμνας τʼ εἰροπόκων ὀίων, θυμῷ γʼ ἐθέλουσα,</l><l n="447">ἐξ ὀλίγων βριάει κἀκ πολλῶν μείονα θῆκεν.</l><l n="448">οὕτω τοι καὶ μουνογενὴς ἐκ μητρὸς ἐοῦσα</l><l n="449">πᾶσι μετʼ ἀθανάτοισι τετίμηται γεράεσσιν.</l><l n="450">θῆκε δέ μιν Κρονίδης κουροτρόφον, οἳ μετʼ ἐκείνην</l><l n="451">ὀφθαλμοῖσιν ἴδοντο φάος πολυδερκέος Ἠοῦς.</l><l n="452">οὕτως ἐξ ἀρχῆς κουροτρόφος, αἳ δέ τε τιμαί.</l><milestone ed="p" unit="card" n="453"/><l n="453"><milestone ed="P" unit="para"/>Ῥείη δὲ δμηθεῖσα Κρόνῳ τέκε φαίδιμα τέκνα,</l><l n="454">Ἱστίην Δήμητρα καὶ Ἥρην χρυσοπέδιλον</l><l n="455">ἴφθιμόν τʼ Ἀίδην, ὃς ὑπὸ χθονὶ δώματα ναίει</l><l n="456">νηλεὲς ἦτορ ἔχων, καὶ ἐρίκτυπον Ἐννοσίγαιον</l><l n="457">Ζῆνά τε μητιόεντα, θεῶν πατέρʼ ἠδὲ καὶ ἀνδρῶν,</l><l n="458">τοῦ καὶ ὑπὸ βροντῆς πελεμίζεται εὐρεῖα χθών.</l><l n="459">καὶ τοὺς μὲν κατέπινε μέγας Κρόνος, ὥς τις ἕκαστος</l><l n="460">νηδύος ἐξ ἱερῆς μητρὸς πρὸς γούναθʼ ἵκοιτο, </l><l n="461">τὰ φρονέων, ἵνα μή τις ἀγαυῶν Οὐρανιώνων</l><l n="462">ἄλλος ἐν ἀθανάτοισιν ἔχοι βασιληίδα τιμήν.</l><l n="463">πεύθετο γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἀστερόεντος,</l><l n="464">οὕνεκά οἱ πέπρωτο ἑῷ ὑπὸ παιδὶ δαμῆναι</l><l n="465">καὶ κρατερῷ περ ἐόντι, Διὸς μεγάλου διὰ βουλάς·</l><l n="466">τῷ ὅ γʼ ἄρʼ οὐκ ἀλαὸς σκοπιὴν ἔχεν, ἀλλὰ δοκεύων</l><l n="467">παῖδας ἑοὺς κατέπινε· Ῥέην δʼ ἔχε πένθος ἄλαστον.</l><l n="468">ἀλλʼ ὅτε δὴ Δίʼ ἔμελλε θεῶν πατέρʼ ἠδὲ καὶ ἀνδρῶν</l><l n="469">τέξεσθαι, τότʼ ἔπειτα φίλους λιτάνευε τοκῆας</l><l n="470">τοὺς αὐτῆς, Γαῖάν τε καὶ Οὐρανὸν ἀστερόεντα,</l><l n="471">μῆτιν συμφράσσασθαι, ὅπως λελάθοιτο τεκοῦσα</l><l n="472">παῖδα φίλον, τίσαιτο δʼ ἐρινῦς πατρὸς ἑοῖο</l><l n="473">παίδων θʼ, οὓς κατέπινε μέγας Κρόνος ἀγκυλομήτης.</l><l n="474">οἳ δὲ θυγατρὶ φίλῃ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο,</l><l n="475">καί οἱ πεφραδέτην, ὅσα περ πέπρωτο γενέσθαι</l><l n="476">ἀμφὶ Κρόνῳ βασιλῆι καὶ υἱέι καρτεροθύμῳ.</l><l n="477">πέμψαν δʼ ἐς Λύκτον, Κρήτης ἐς πίονα δῆμον,</l><l n="478">ὁππότʼ ἄρʼ ὁπλότατον παίδων τέξεσθαι ἔμελλε,</l><l n="479">Ζῆνα μέγαν· τὸν μέν οἱ ἐδέξατο Γαῖα πελώρη</l><l n="480">Κρήτῃ ἐν εὐρείῃ τραφέμεν ἀτιταλλέμεναί τε. </l><l n="481">ἔνθα μιν ἷκτο φέρουσα θοὴν διὰ νύκτα μέλαιναν</l><l n="482">πρώτην ἐς Λύκτον· κρύψεν δέ ἑ χερσὶ λαβοῦσα</l><l n="483">ἄντρῳ ἐν ἠλιβάτῳ, ζαθέης ὑπὸ κεύθεσι γαίης,</l><l n="484">Αἰγαίῳ ἐν ὄρει πεπυκασμένῳ ὑλήεντι.</l><l n="485">τῷ δὲ σπαργανίσασα μέγαν λίθον ἐγγυάλιξεν</l><l n="486">Οὐρανίδῃ μέγʼ ἄνακτι, θεῶν προτέρῳ βασιλῆι.</l><l n="487">τὸν τόθʼ ἑλὼν χείρεσσιν ἑὴν ἐσκάτθετο νηδὺν</l><l n="488">σχέτλιος· οὐδʼ ἐνόησε μετὰ φρεσίν, ὥς οἱ ὀπίσσω</l><l n="489">ἀντὶ λίθου ἑὸς υἱὸς ἀνίκητος καὶ ἀκηδὴς</l><l n="490">λείπεθʼ, ὅ μιν τάχʼ ἔμελλε βίῃ καὶ χερσὶ δαμάσσας</l><l n="491">τιμῆς ἐξελάειν, ὃ δʼ ἐν ἀθανάτοισι ἀνάξειν.</l><milestone ed="p" unit="card" n="492"/><l n="492"><milestone ed="P" unit="para"/>καρπαλίμως δʼ ἄρʼ ἔπειτα μένος καὶ φαίδιμα
                    γυῖα</l><l n="493">ηὔξετο τοῖο ἄνακτος· ἐπιπλομένων δʼ ἐνιαυτῶν</l><l n="494">Γαίης ἐννεσίῃσι πολυφραδέεσσι δολωθεὶς</l><l n="495">ὃν γόνον ἄψ ἀνέηκε μέγας Κρόνος ἀγκυλομήτης</l><l n="496"><del>νικηθεὶς τέχνῃσι βίηφί τε παιδὸς ἑοῖο.</del></l><l n="497">πρῶτον δʼ ἐξέμεσεν λίθον, ὃν πύματον κατέπινεν· </l><l n="498">τὸν μὲν Ζεὺς στήριξε κατὰ χθονὸς εὐρυοδείης</l><l n="499">Πυθοῖ ἐν ἠγαθέῃ γυάλοις ὕπο Παρνησοῖο</l><l n="500">σῆμʼ ἔμεν ἐξοπίσω, θαῦμα θνητοῖσι βροτοῖσιν.</l><l n="501">λῦσε δὲ πατροκασιγνήτους ὀλοῶν ὑπὸ δεσμῶν</l><l n="502">Οὐρανίδας, οὓς δῆσε πατὴρ ἀεσιφροσύνῃσιν·</l><l n="503">οἳ οἱ ἀπεμνήσαντο χάριν ἐυεργεσιάων,</l><l n="504">δῶκαν δὲ βροντὴν ἠδʼ αἰθαλόεντα κεραυνὸν</l><l n="505">καὶ στεροπήν· τὸ πρὶν δὲ πελώρη Γαῖα κεκεύθει·</l><l n="506">τοῖς πίσυνος θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει.</l><milestone ed="p" unit="card" n="507"/><l n="507"><milestone ed="P" unit="para"/>κούρην δʼ Ἰαπετὸς καλλίσφυρον Ὠκεανίνην</l><l n="508">ἠγάγετο Κλυμένην καὶ ὁμὸν λέχος εἰσανέβαινεν.</l><l n="509">ἣ δέ οἱ Ἄτλαντα κρατερόφρονα γείνατο παῖδα·</l><l n="510">τίκτε δʼ ὑπερκύδαντα Μενοίτιον ἠδὲ Προμηθέα</l><l n="511">ποικίλον αἰολόμητιν, ἁμαρτίνοόν τʼ Ἐπιμηθέα</l><l n="512">ὃς κακὸν ἐξ ἀρχῆς γένετʼ ἀνδράσιν ἀλφηστῇσιν·</l><l n="513">πρῶτος γάρ ῥα Διὸς πλαστὴν ὑπέδεκτο γυναῖκα</l><l n="514">παρθένον. ὑβριστὴν δὲ Μενοίτιον εὐρύοπα Ζεὺς</l><l n="515">εἰς Ἔρεβος κατέπεμψε βαλὼν ψολόεντι κεραυνῷ</l><l n="516">εἵνεκʼ ἀτασθαλίης τε καὶ ἠνορέης ὑπερόπλου.</l><l n="517">Ἄτλας δʼ οὐρανὸν εὐρὺν ἔχει κρατερῆς ὑπʼ ἀνάγκης</l><l n="518">πείρασιν ἐν γαίης, πρόπαρ Εσπερίδων λιγυφώνων,</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>