<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:413-425</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:413-425</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="413">μοῖραν ἔχειν γαίης τε καὶ ἀτρυγέτοιο θαλάσσης.</l><l n="414">ἣ δὲ καὶ ἀστερόεντος ἀπʼ οὐρανοῦ ἔμμορε τιμῆς</l><l n="415">ἀθανάτοις τε θεοῖσι τετιμένη ἐστὶ μάλιστα. </l><l n="416">καὶ γὰρ νῦν, ὅτε πού τις ἐπιχθονίων ἀνθρώπων</l><l n="417">ἔρδων ἱερὰ καλὰ κατὰ νόμον ἱλάσκηται,</l><l n="418">κικλῄσκει Ἑκάτην. πολλή τέ οἱ ἕσπετο τιμὴ</l><l n="419">ῥεῖα μάλʼ, ᾧ πρόφρων γε θεὰ ὑποδέξεται εὐχάς,</l><l n="420">καί τέ οἱ ὄλβον ὀπάζει, ἐπεὶ δύναμίς γε πάρεστιν.</l><l n="421">ὅσσοι γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο</l><l n="422">καὶ τιμὴν ἔλαχον, τούτων ἔχει αἶσαν ἁπάντων.</l><l n="423">οὐδέ τί μιν Κρονίδης ἐβιήσατο οὐδέ τʼ ἀπηύρα,</l><l n="424">ὅσσʼ ἔλαχεν Τιτῆσι μετὰ προτέροισι θεοῖσιν,</l><l n="425">ἀλλʼ ἔχει, ὡς τὸ πρῶτον ἀπʼ ἀρχῆς ἔπλετο δασμός,</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>