<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:41-60</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:41-60</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="41">Ζηνὸς ἐριγδούποιο θεᾶν ὀπὶ λειριοέσσῃ</l><l n="42">σκιδναμένῃ· ἠχεῖ δὲ κάρη νιφόεντος Ὀλύμπου</l><l n="43">δώματά τʼ ἀθανάτων. αἳ δʼ ἄμβροτον ὄσσαν ἱεῖσαι</l><l n="44">θεῶν γένος αἰδοῖον πρῶτον κλείουσιν ἀοιδῇ</l><l n="45">ἐξ ἀρχῆς, οὓς Γαῖα καὶ Οὐρανὸς εὐρὺς ἔτικτεν,</l><l n="46">οἵ τʼ ἐκ τῶν ἐγένοντο θεοί, δωτῆρες ἐάων.</l><l n="47">δεύτερον αὖτε Ζῆνα, θεῶν πατέρʼ ἠδὲ καὶ ἀνδρῶν,</l><l n="48">ἀρχόμεναί θʼ ὑμνεῦσι καὶ ἐκλήγουσαι ἀοιδῆς,</l><l n="49">ὅσσον φέρτατός ἐστι θεῶν κράτεί τε μέγιστος.</l><l n="50">αὖτις δʼ ἀνθρώπων τε γένος κρατερῶν τε Γιγάντων</l><l n="51">ὑμνεῦσαι τέρπουσι Διὸς νόον ἐντὸς Ὀλύμπου</l><l n="52">Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο.</l><milestone ed="p" unit="card" n="53"/><l n="53"><milestone ed="P" unit="para"/>τὰς ἐν Πιερίῃ Κρονίδῃ τέκε πατρὶ μιγεῖσα</l><l n="54">Μνημοσύνη, γουνοῖσιν Ἐλευθῆρος μεδέουσα,</l><l n="55">λησμοσύνην τε κακῶν ἄμπαυμά τε μερμηράων. </l><l n="56">ἐννέα γάρ οἱ νυκτὸς ἐμίσγετο μητίετα Ζεὺς</l><l n="57">νόσφιν ἀπʼ ἀθανάτων ἱερὸν λέχος εἰσαναβαίνων·</l><l n="58">ἀλλʼ ὅτε δή ῥʼ ἐνιαυτὸς ἔην, περὶ δʼ ἔτραπον ὧραι</l><l n="59">μηνῶν φθινόντων, περὶ δʼ ἤματα πόλλʼ ἐτελέσθη,</l><l n="60">ἣ δʼ ἔτεκʼ ἐννέα κούρας ὁμόφρονας, ᾗσιν ἀοιδὴ</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>