<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:402-485</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:402-485</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="402">ὣς δʼ αὔτως πάντεσσι διαμπερές, ὥς περ ὑπέστη,</l><l n="403">ἐξετέλεσσʼ· αὐτὸς δὲ μέγα κρατεῖ ἠδὲ ἀνάσσει.</l><milestone ed="p" unit="card" n="404"/><l n="404"><milestone ed="P" unit="para"/>φοίβη δʼ αὖ Κοίου πολυήρατον ἦλθεν ἐς εὐνήν·</l><l n="405">κυσαμένη δὴ ἔπειτα θεὰ θεοῦ ἐν φιλότητι</l><l n="406">Λητὼ κυανόπεπλον ἐγείνατο, μείλιχον αἰεί,</l><l n="407">ἤπιον ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσιν,</l><l n="408">μείλιχον ἐξ ἀρχῆς, ἀγανώτατον ἐντὸς Ὀλύμπου.</l><l n="409">γείνατο δʼ Ἀστερίην ἐυώνυμον, ἥν ποτε Πέρσης</l><l n="410">ἠγάγετʼ ἐς μέγα δῶμα φίλην κεκλῆσθαι ἄκοιτιν. </l><l n="411">ἢ δʼ ὑποκυσαμένη Ἑκάτην τέκε, τὴν περὶ πάντων</l><l n="412">Ζεὺς Κρονίδης τίμησε· πόρεν δέ οἱ ἀγλαὰ δῶρα,</l><l n="413">μοῖραν ἔχειν γαίης τε καὶ ἀτρυγέτοιο θαλάσσης.</l><l n="414">ἣ δὲ καὶ ἀστερόεντος ἀπʼ οὐρανοῦ ἔμμορε τιμῆς</l><l n="415">ἀθανάτοις τε θεοῖσι τετιμένη ἐστὶ μάλιστα. </l><l n="416">καὶ γὰρ νῦν, ὅτε πού τις ἐπιχθονίων ἀνθρώπων</l><l n="417">ἔρδων ἱερὰ καλὰ κατὰ νόμον ἱλάσκηται,</l><l n="418">κικλῄσκει Ἑκάτην. πολλή τέ οἱ ἕσπετο τιμὴ</l><l n="419">ῥεῖα μάλʼ, ᾧ πρόφρων γε θεὰ ὑποδέξεται εὐχάς,</l><l n="420">καί τέ οἱ ὄλβον ὀπάζει, ἐπεὶ δύναμίς γε πάρεστιν.</l><l n="421">ὅσσοι γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο</l><l n="422">καὶ τιμὴν ἔλαχον, τούτων ἔχει αἶσαν ἁπάντων.</l><l n="423">οὐδέ τί μιν Κρονίδης ἐβιήσατο οὐδέ τʼ ἀπηύρα,</l><l n="424">ὅσσʼ ἔλαχεν Τιτῆσι μετὰ προτέροισι θεοῖσιν,</l><l n="425">ἀλλʼ ἔχει, ὡς τὸ πρῶτον ἀπʼ ἀρχῆς ἔπλετο δασμός,</l><l n="427">καὶ γέρας ἐν γαίῃ τε καὶ οὐρανῷ ἠδὲ θαλάσσῃ· </l><l n="426">οὐδʼ, ὅτι μουνογενής, ἧσσον θεὰ ἔμμορε τιμῆς,</l><l n="428">ἀλλʼ ἔτι καὶ πολὺ μᾶλλον, ἐπεὶ Ζεὺς τίεται αὐτήν.</l><l n="429">ᾧ δʼ ἐθέλει, μεγάλως παραγίγνεται ἠδʼ ὀνίνησιν·</l><l n="434">ἔν τε δίκῃ βασιλεῦσι παρʼ αἰδοίοισι καθίζει, </l><l n="430">ἔν τʼ ἀγορῇ λαοῖσι μεταπρέπει, ὅν κʼ ἐθέλῃσιν·</l><l n="431">ἠδʼ ὁπότʼ ἐς πόλεμον φθεισήνορα θωρήσσωνται</l><l n="432">ἀνέρες, ἔνθα θεὰ παραγίγνεται, οἷς κʼ ἐθέλῃσι</l><l n="433">νίκην προφρονέως ὀπάσαι καὶ κῦδος ὀρέξαι. </l><l n="435">ἐσθλὴ δʼ αὖθʼ ὁπότʼ ἄνδρες ἀεθλεύωσιν ἀγῶνι, </l><l n="436">ἔνθα θεὰ καὶ τοῖς παραγίγνεται ἠδʼ ὀνίνησιν·</l><l n="437">νικήσας δὲ βίῃ καὶ κάρτεϊ καλὸν ἄεθλον</l><l n="438">ῥεῖα φέρει χαίρων τε, τοκεῦσι δὲ κῦδος ὀπάζει.</l><l n="439">ἐσθλὴ δʼ ἱππήεσσι παρεστάμεν, οἷς κʼ ἐθέλῃσιν.</l><l n="440">καὶ τοῖς, οἳ γλαυκὴν δυσπέμφελον ἐργάζονται,</l><l n="441">εὔχονται δʼ Ἑκάτῃ καὶ ἐρικτύπῳ Ἐννοσιγαίῳ,</l><l n="442">ῥηιδίως ἄγρην κυδρὴ θεὸς ὤπασε πολλήν,</l><l n="443">ῥεῖα δʼ ἀφείλετο φαινομένην, ἐθέλουσά γε θυμῷ.</l><l n="444">ἐσθλὴ δʼ ἐν σταθμοῖσι σὺν Ἑρμῇ ληίδʼ ἀέξειν·</l><l n="445">βουκολίας δʼ ἀγέλας τε καὶ αἰπόλια πλατέʼ αἰγῶν</l><l n="446">ποίμνας τʼ εἰροπόκων ὀίων, θυμῷ γʼ ἐθέλουσα,</l><l n="447">ἐξ ὀλίγων βριάει κἀκ πολλῶν μείονα θῆκεν.</l><l n="448">οὕτω τοι καὶ μουνογενὴς ἐκ μητρὸς ἐοῦσα</l><l n="449">πᾶσι μετʼ ἀθανάτοισι τετίμηται γεράεσσιν.</l><l n="450">θῆκε δέ μιν Κρονίδης κουροτρόφον, οἳ μετʼ ἐκείνην</l><l n="451">ὀφθαλμοῖσιν ἴδοντο φάος πολυδερκέος Ἠοῦς.</l><l n="452">οὕτως ἐξ ἀρχῆς κουροτρόφος, αἳ δέ τε τιμαί.</l><milestone ed="p" unit="card" n="453"/><l n="453"><milestone ed="P" unit="para"/>Ῥείη δὲ δμηθεῖσα Κρόνῳ τέκε φαίδιμα τέκνα,</l><l n="454">Ἱστίην Δήμητρα καὶ Ἥρην χρυσοπέδιλον</l><l n="455">ἴφθιμόν τʼ Ἀίδην, ὃς ὑπὸ χθονὶ δώματα ναίει</l><l n="456">νηλεὲς ἦτορ ἔχων, καὶ ἐρίκτυπον Ἐννοσίγαιον</l><l n="457">Ζῆνά τε μητιόεντα, θεῶν πατέρʼ ἠδὲ καὶ ἀνδρῶν,</l><l n="458">τοῦ καὶ ὑπὸ βροντῆς πελεμίζεται εὐρεῖα χθών.</l><l n="459">καὶ τοὺς μὲν κατέπινε μέγας Κρόνος, ὥς τις ἕκαστος</l><l n="460">νηδύος ἐξ ἱερῆς μητρὸς πρὸς γούναθʼ ἵκοιτο, </l><l n="461">τὰ φρονέων, ἵνα μή τις ἀγαυῶν Οὐρανιώνων</l><l n="462">ἄλλος ἐν ἀθανάτοισιν ἔχοι βασιληίδα τιμήν.</l><l n="463">πεύθετο γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἀστερόεντος,</l><l n="464">οὕνεκά οἱ πέπρωτο ἑῷ ὑπὸ παιδὶ δαμῆναι</l><l n="465">καὶ κρατερῷ περ ἐόντι, Διὸς μεγάλου διὰ βουλάς·</l><l n="466">τῷ ὅ γʼ ἄρʼ οὐκ ἀλαὸς σκοπιὴν ἔχεν, ἀλλὰ δοκεύων</l><l n="467">παῖδας ἑοὺς κατέπινε· Ῥέην δʼ ἔχε πένθος ἄλαστον.</l><l n="468">ἀλλʼ ὅτε δὴ Δίʼ ἔμελλε θεῶν πατέρʼ ἠδὲ καὶ ἀνδρῶν</l><l n="469">τέξεσθαι, τότʼ ἔπειτα φίλους λιτάνευε τοκῆας</l><l n="470">τοὺς αὐτῆς, Γαῖάν τε καὶ Οὐρανὸν ἀστερόεντα,</l><l n="471">μῆτιν συμφράσσασθαι, ὅπως λελάθοιτο τεκοῦσα</l><l n="472">παῖδα φίλον, τίσαιτο δʼ ἐρινῦς πατρὸς ἑοῖο</l><l n="473">παίδων θʼ, οὓς κατέπινε μέγας Κρόνος ἀγκυλομήτης.</l><l n="474">οἳ δὲ θυγατρὶ φίλῃ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο,</l><l n="475">καί οἱ πεφραδέτην, ὅσα περ πέπρωτο γενέσθαι</l><l n="476">ἀμφὶ Κρόνῳ βασιλῆι καὶ υἱέι καρτεροθύμῳ.</l><l n="477">πέμψαν δʼ ἐς Λύκτον, Κρήτης ἐς πίονα δῆμον,</l><l n="478">ὁππότʼ ἄρʼ ὁπλότατον παίδων τέξεσθαι ἔμελλε,</l><l n="479">Ζῆνα μέγαν· τὸν μέν οἱ ἐδέξατο Γαῖα πελώρη</l><l n="480">Κρήτῃ ἐν εὐρείῃ τραφέμεν ἀτιταλλέμεναί τε. </l><l n="481">ἔνθα μιν ἷκτο φέρουσα θοὴν διὰ νύκτα μέλαιναν</l><l n="482">πρώτην ἐς Λύκτον· κρύψεν δέ ἑ χερσὶ λαβοῦσα</l><l n="483">ἄντρῳ ἐν ἠλιβάτῳ, ζαθέης ὑπὸ κεύθεσι γαίης,</l><l n="484">Αἰγαίῳ ἐν ὄρει πεπυκασμένῳ ὑλήεντι.</l><l n="485">τῷ δὲ σπαργανίσασα μέγαν λίθον ἐγγυάλιξεν</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>