<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:361-380</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:361-380</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="361">καὶ Στύξ, ἣ δή σφεων προφερεστάτη ἐστὶν ἁπασέων.</l><l n="362">αὗται δʼ Ὠκεανοῦ καὶ Τηθύος ἐξεγένοντο</l><l n="363">πρεσβύταται κοῦραι· πολλαί γε μέν εἰσι καὶ ἄλλαι.</l><l n="364">τρὶς γὰρ χίλιαί εἰσι τανύσφυροι Ὠκεανῖναι,</l><l n="365">αἵ ῥα πολυσπερέες γαῖαν καὶ βένθεα λίμνης</l><l n="366">πάντη ὁμῶς ἐφέπουσι, θεάων ἀγλαὰ τέκνα.</l><l n="367">τόσσοι δʼ αὖθʼ ἕτεροι ποταμοὶ καναχηδὰ ῥέοντες,</l><l n="368">υἱέες Ὠκεανοῦ, τοὺς γείνατο πότνια Τηθύς·</l><l n="369">τῶν ὄνομʼ ἀργαλέον πάντων βροτὸν ἀνέρʼ ἐνισπεῖν,</l><l n="370">οἳ δὲ ἕκαστοι ἴσασιν, ὅσοι περιναιετάωσιν.</l><milestone ed="p" unit="card" n="371"/><l n="371"><milestone ed="P" unit="para"/>θεία δʼ Ἠέλιόν τε μέγαν λαμπράν τε Σελήνην</l><l n="372">Ἠῶ θʼ, ἣ πάντεσσιν ἐπιχθονίοισι φαείνει</l><l n="373">ἀθανάτοις τε θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,</l><l n="374">γείναθʼ ὑποδμηθεῖσʼ Ὑπερίονος ἐν φιλότητι.</l><l n="375">Κρίῳ δʼ Εὐρυβίν τέκεν ἐν φιλότητι μιγεῖσα</l><l n="376">Ἀστραῖόν τε μέγαν Πάλλαντά τε δῖα θεάων</l><l n="377">Πέρσην θʼ, ὃς καὶ πᾶσι μετέπρεπεν ἰδμοσύνῃσιν.</l><l n="378"><milestone ed="P" unit="para"/>Ἀστραίῳ δʼ Ἠὼς ἀνέμους τέκε καρτεροθύμους,</l><l n="379">ἀργέστην Ζέφυρον Βορέην τʼ αἰψηροκέλευθον</l><l n="380">καὶ Νότον, ἐν φιλότητι θεὰ θεῷ εὐνηθεῖσα.</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>