<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:353-367</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:353-367</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="353">Πληξαύρη τε Γαλαξαύρη τʼ ἐρατή τε Διώνη</l><l n="354">Μηλόβοσίς τε Φόη τε καὶ εὐειδὴς Πολυδώρη</l><l n="355">Κερκηίς τε φυὴν ἐρατὴ Πλουτώ τε βοῶπις</l><l n="356">Περσηίς τʼ Ἰάνειρά τʼ Ἀκάστη τε Ξάνθη τε</l><l n="357">Πετραίη τʼ ἐρόεσσα Μενεσθώ τʼ Εὐρώπη τε</l><l n="358">Μῆτίς τʼ Εὐρυνόμη τε Τελεστώ τε Κροκοπεπλος</l><l n="359">Χρυσηίς τʼ Ἀσίη τε καὶ ἱμερόεσσα Καλυψὼ</l><l n="360">Εὐδώρη τε Τύχη τε καὶ Ἀμφιρὼ Ὠκυρόη τε</l><l n="361">καὶ Στύξ, ἣ δή σφεων προφερεστάτη ἐστὶν ἁπασέων.</l><l n="362">αὗται δʼ Ὠκεανοῦ καὶ Τηθύος ἐξεγένοντο</l><l n="363">πρεσβύταται κοῦραι· πολλαί γε μέν εἰσι καὶ ἄλλαι.</l><l n="364">τρὶς γὰρ χίλιαί εἰσι τανύσφυροι Ὠκεανῖναι,</l><l n="365">αἵ ῥα πολυσπερέες γαῖαν καὶ βένθεα λίμνης</l><l n="366">πάντη ὁμῶς ἐφέπουσι, θεάων ἀγλαὰ τέκνα.</l><l n="367">τόσσοι δʼ αὖθʼ ἕτεροι ποταμοὶ καναχηδὰ ῥέοντες,</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>