<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:351-420</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:351-420</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="351">Ἱππώ τε Κλυμένη τε Ῥόδειά τε Καλλιρόη τε</l><l n="352">Ζευξώ τε Κλυτίη τε Ἰδυῖά τε Πασιθόη τε</l><l n="353">Πληξαύρη τε Γαλαξαύρη τʼ ἐρατή τε Διώνη</l><l n="354">Μηλόβοσίς τε Φόη τε καὶ εὐειδὴς Πολυδώρη</l><l n="355">Κερκηίς τε φυὴν ἐρατὴ Πλουτώ τε βοῶπις</l><l n="356">Περσηίς τʼ Ἰάνειρά τʼ Ἀκάστη τε Ξάνθη τε</l><l n="357">Πετραίη τʼ ἐρόεσσα Μενεσθώ τʼ Εὐρώπη τε</l><l n="358">Μῆτίς τʼ Εὐρυνόμη τε Τελεστώ τε Κροκοπεπλος</l><l n="359">Χρυσηίς τʼ Ἀσίη τε καὶ ἱμερόεσσα Καλυψὼ</l><l n="360">Εὐδώρη τε Τύχη τε καὶ Ἀμφιρὼ Ὠκυρόη τε</l><l n="361">καὶ Στύξ, ἣ δή σφεων προφερεστάτη ἐστὶν ἁπασέων.</l><l n="362">αὗται δʼ Ὠκεανοῦ καὶ Τηθύος ἐξεγένοντο</l><l n="363">πρεσβύταται κοῦραι· πολλαί γε μέν εἰσι καὶ ἄλλαι.</l><l n="364">τρὶς γὰρ χίλιαί εἰσι τανύσφυροι Ὠκεανῖναι,</l><l n="365">αἵ ῥα πολυσπερέες γαῖαν καὶ βένθεα λίμνης</l><l n="366">πάντη ὁμῶς ἐφέπουσι, θεάων ἀγλαὰ τέκνα.</l><l n="367">τόσσοι δʼ αὖθʼ ἕτεροι ποταμοὶ καναχηδὰ ῥέοντες,</l><l n="368">υἱέες Ὠκεανοῦ, τοὺς γείνατο πότνια Τηθύς·</l><l n="369">τῶν ὄνομʼ ἀργαλέον πάντων βροτὸν ἀνέρʼ ἐνισπεῖν,</l><l n="370">οἳ δὲ ἕκαστοι ἴσασιν, ὅσοι περιναιετάωσιν.</l><milestone ed="p" unit="card" n="371"/><l n="371"><milestone ed="P" unit="para"/>θεία δʼ Ἠέλιόν τε μέγαν λαμπράν τε Σελήνην</l><l n="372">Ἠῶ θʼ, ἣ πάντεσσιν ἐπιχθονίοισι φαείνει</l><l n="373">ἀθανάτοις τε θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,</l><l n="374">γείναθʼ ὑποδμηθεῖσʼ Ὑπερίονος ἐν φιλότητι.</l><l n="375">Κρίῳ δʼ Εὐρυβίν τέκεν ἐν φιλότητι μιγεῖσα</l><l n="376">Ἀστραῖόν τε μέγαν Πάλλαντά τε δῖα θεάων</l><l n="377">Πέρσην θʼ, ὃς καὶ πᾶσι μετέπρεπεν ἰδμοσύνῃσιν.</l><l n="378"><milestone ed="P" unit="para"/>Ἀστραίῳ δʼ Ἠὼς ἀνέμους τέκε καρτεροθύμους,</l><l n="379">ἀργέστην Ζέφυρον Βορέην τʼ αἰψηροκέλευθον</l><l n="380">καὶ Νότον, ἐν φιλότητι θεὰ θεῷ εὐνηθεῖσα.</l><l n="381">τοὺς δὲ μέτʼ ἀστέρα τίκτεν Ἑωσφόρον Ἠριγένεια</l><l n="382">ἄστρα τε λαμπετόωντα, τά τʼ οὐρανὸς ἐστεφάνωται.</l><l n="383"><milestone ed="P" unit="para"/>Στὺξ δʼ ἔτεκʼ Ὠκεανοῦ θυγάτηρ Πάλλαντι
                    μιγεῖσα</l><l n="384">Ζῆλον καὶ Νίκην καλλίσφυρον ἐν μεγάροισιν·</l><l n="385">καὶ Κράτος ἠδὲ Βίην ἀριδείκετα γείνατο τέκνα, </l><l n="386">τῶν οὐκ ἔστʼ ἀπάνευθε Διὸς δόμος, οὐδέ τις ἕδρη,</l><l n="387">οὐδʼ ὁδός, ὅππη μὴ κείνοις θεὸς ἡγεμονεύῃ,</l><l n="388">ἀλλʼ αἰεὶ πὰρ Ζηνὶ βαρυκτύπῳ ἑδριόωνται.</l><l n="389">ὣς γὰρ ἐβούλευσεν Στὺξ ἄφθιτος Ὠκεανίνη</l><l n="390">ἤματι τῷ, ὅτε πάντας Ὀλύμπιος ἀστεροπητὴς</l><l n="391">ἀθανάτους ἐκάλεσσε θεοὺς ἐς μακρὸν Ὄλυμπον,</l><l n="392">εἶπε δʼ, ὃς ἂν μετὰ εἷο θεῶν Τιτῆσι μάχοιτο,</l><l n="393">μή τινʼ ἀπορραίσειν γεράων, τιμὴν δὲ ἕκαστον</l><l n="394">ἑξέμεν, ἣν τὸ πάρος γε μετʼ ἀθανάτοισι θεοῖσιν</l><l n="395">τὸν δʼ ἔφαθʼ, ὅστις ἄτιμος ὑπὸ Κρόνου ἠδʼ ἀγέραστος,</l><l n="396">τιμῆς καὶ γεράων ἐπιβησέμεν, ἧ θέμις ἐστίν.</l><l n="397">ἦλθε δʼ ἄρα πρώτη Στὺξ ἄφθιτος Οὔλυμπόνδε</l><l n="398">σὺν σφοῖσιν παίδεσσι φίλου διὰ μήδεα πατρός.</l><l n="399">τὴν δὲ Ζεὺς τίμησε, περισσὰ δὲ δῶρα δέδωκεν.</l><l n="400">αὐτὴν μὲν γὰρ ἔθηκε θεῶν μέγαν ἔμμεναι ὅρκον, </l><l n="401">παῖδας δʼ ἤματα πάντα ἑοῦ μεταναιέτας εἶναι.</l><l n="402">ὣς δʼ αὔτως πάντεσσι διαμπερές, ὥς περ ὑπέστη,</l><l n="403">ἐξετέλεσσʼ· αὐτὸς δὲ μέγα κρατεῖ ἠδὲ ἀνάσσει.</l><milestone ed="p" unit="card" n="404"/><l n="404"><milestone ed="P" unit="para"/>φοίβη δʼ αὖ Κοίου πολυήρατον ἦλθεν ἐς εὐνήν·</l><l n="405">κυσαμένη δὴ ἔπειτα θεὰ θεοῦ ἐν φιλότητι</l><l n="406">Λητὼ κυανόπεπλον ἐγείνατο, μείλιχον αἰεί,</l><l n="407">ἤπιον ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσιν,</l><l n="408">μείλιχον ἐξ ἀρχῆς, ἀγανώτατον ἐντὸς Ὀλύμπου.</l><l n="409">γείνατο δʼ Ἀστερίην ἐυώνυμον, ἥν ποτε Πέρσης</l><l n="410">ἠγάγετʼ ἐς μέγα δῶμα φίλην κεκλῆσθαι ἄκοιτιν. </l><l n="411">ἢ δʼ ὑποκυσαμένη Ἑκάτην τέκε, τὴν περὶ πάντων</l><l n="412">Ζεὺς Κρονίδης τίμησε· πόρεν δέ οἱ ἀγλαὰ δῶρα,</l><l n="413">μοῖραν ἔχειν γαίης τε καὶ ἀτρυγέτοιο θαλάσσης.</l><l n="414">ἣ δὲ καὶ ἀστερόεντος ἀπʼ οὐρανοῦ ἔμμορε τιμῆς</l><l n="415">ἀθανάτοις τε θεοῖσι τετιμένη ἐστὶ μάλιστα. </l><l n="416">καὶ γὰρ νῦν, ὅτε πού τις ἐπιχθονίων ἀνθρώπων</l><l n="417">ἔρδων ἱερὰ καλὰ κατὰ νόμον ἱλάσκηται,</l><l n="418">κικλῄσκει Ἑκάτην. πολλή τέ οἱ ἕσπετο τιμὴ</l><l n="419">ῥεῖα μάλʼ, ᾧ πρόφρων γε θεὰ ὑποδέξεται εὐχάς,</l><l n="420">καί τέ οἱ ὄλβον ὀπάζει, ἐπεὶ δύναμίς γε πάρεστιν.</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>