<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:316-350</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:316-350</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="316">καὶ τὴν μὲν Διὸς υἱὸς ἐνήρατο νηλέι χαλκῷ</l><l n="317">Ἀμφιτρυωνιάδης σὺν ἀρηιφίλῳ Ἰολάῳ</l><l n="318">Ηρακλέης βουλῇσιν Ἀθηναίης ἀγελείης.</l><l n="319">ἣ δὲ Χίμαιραν ἔτικτε πνέουσαν ἀμαιμάκετον πῦρ,</l><l n="320">δεινήν τε μεγάλην τε ποδώκεά τε κρατερήν τε·</l><l n="321">τῆς δʼ ἦν τρεῖς κεφαλαί· μία μὲν χαροποῖο λέοντος,</l><l n="322">ἣ δὲ χιμαίρης, ἣ δʼ ὄφιος, κρατεροῖο δράκοντος,</l><l n="323"><del>πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χίμαιρα,</del></l><l n="324"><del>δεινὸν ἀποπνείουσα πυρὸς μένος αἰθομένοιο.</del></l><l n="325">τὴν μὲν Πήγασος εἷλε καὶ ἐσθλὸς Βελλεροφόντης. </l><l n="326">ἣ δʼ ἄρα Φῖκʼ ὀλοὴν τέκε Καδμείοισιν ὄλεθρον</l><l n="327">Ὅρθῳ ὑποδμηθεῖσα Νεμειαῖόν τε λέοντα,</l><l n="328">τόν ῥʼ Ἥρη θρέψασα Διὸς κυδρὴ παράκοιτις</l><l n="329">γουνοῖσιν κατένασσε Νεμείης, πῆμʼ ἀνθρώποις.</l><l n="330">ἔνθʼ ἄρʼ ὃ οἰκείων ἐλεφαίρετο φῦλʼ ἀνθρώπων, </l><l n="331">κοιρανέων Τρητοῖο Νεμείης ἠδʼ Ἀπέσαντος·</l><l n="332">ἀλλά ἑ ἲς ἐδάμασσε βίης Ἡρακληείης.</l><l n="333"><milestone ed="P" unit="para"/>Κητὼ δʼ ὁπλότατον Φόρκυι φιλότητι μιγεῖσα</l><l n="334">γείνατο δεινὸν ὄφιν, ὃς ἐρεμνῆς κεύθεσι γαίης</l><l n="335">πείρασιν ἐν μεγάλοις παγχρύσεα μῆλα φυλάσσει. </l><l n="336">τοῦτο μὲν ἐκ Κητοῦς καὶ Φόρκυνος γένος ἐστίν.</l><milestone ed="p" unit="card" n="337"/><l n="337"><milestone ed="P" unit="para"/>Τηθὺς δʼ Ὠκεανῷ Ποταμοὺς τέκε δινήεντας,</l><l n="338">Νεῖλόν τʼ Ἀλφειόν τε καὶ Ἠριδανὸν βαθυδίνην</l><l n="339">Στρυμόνα Μαίανδρόν τε καὶ Ἴστρον καλλιρέεθρον</l><l n="340">Φᾶσίν τε Ῥῆσόν τʼ Ἀχελώιόν τʼ ἀργυροδίνην</l><l n="341">Νέσσον τε Ῥοδίον θʼ Ἁλιάκμονά θʼ Ἑπτάπορόν τε</l><l n="342">Γρήνικόν τε καὶ Αἴσηπον θεῖόν τε Σιμοῦντα</l><l n="343">Πηνειόν τε καὶ Ἕρμον ἐυρρείτην τε Κάικον</l><l n="344">Σαγγάριόν τε μέγαν Λάδωνά τε Παρθένιόν τε</l><l n="345">Εὔηνόν τε καὶ Ἄρδησκον θεῖόν τε Σκάμανδρον. </l><l n="346"><milestone ed="P" unit="para"/>τίκτε δὲ θυγατέρων ἱερὸν γένος, αἳ κατὰ γαῖαν</l><l n="347">ἄνδρας κουρίζουσι σὺν Ἀπόλλωνι ἄνακτι</l><l n="348">καὶ Ποταμοῖς, ταύτην δὲ Διὸς πάρα μοῖραν ἔχουσι,</l><l n="349">Πειθώ τʼ Ἀδμήτη τε Ἰάνθη τʼ Ἠλέκτρη τε</l><l n="350">Δωρίς τε Πρυμνώ τε καὶ Οὐρανίη θεοειδὴς</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>