<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:315-471</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:315-471</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="315">ἄπλητον κοτέουσα βίῃ Ἡρακληείῃ. </l><l n="316">καὶ τὴν μὲν Διὸς υἱὸς ἐνήρατο νηλέι χαλκῷ</l><l n="317">Ἀμφιτρυωνιάδης σὺν ἀρηιφίλῳ Ἰολάῳ</l><l n="318">Ηρακλέης βουλῇσιν Ἀθηναίης ἀγελείης.</l><l n="319">ἣ δὲ Χίμαιραν ἔτικτε πνέουσαν ἀμαιμάκετον πῦρ,</l><l n="320">δεινήν τε μεγάλην τε ποδώκεά τε κρατερήν τε·</l><l n="321">τῆς δʼ ἦν τρεῖς κεφαλαί· μία μὲν χαροποῖο λέοντος,</l><l n="322">ἣ δὲ χιμαίρης, ἣ δʼ ὄφιος, κρατεροῖο δράκοντος,</l><l n="323"><del>πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χίμαιρα,</del></l><l n="324"><del>δεινὸν ἀποπνείουσα πυρὸς μένος αἰθομένοιο.</del></l><l n="325">τὴν μὲν Πήγασος εἷλε καὶ ἐσθλὸς Βελλεροφόντης. </l><l n="326">ἣ δʼ ἄρα Φῖκʼ ὀλοὴν τέκε Καδμείοισιν ὄλεθρον</l><l n="327">Ὅρθῳ ὑποδμηθεῖσα Νεμειαῖόν τε λέοντα,</l><l n="328">τόν ῥʼ Ἥρη θρέψασα Διὸς κυδρὴ παράκοιτις</l><l n="329">γουνοῖσιν κατένασσε Νεμείης, πῆμʼ ἀνθρώποις.</l><l n="330">ἔνθʼ ἄρʼ ὃ οἰκείων ἐλεφαίρετο φῦλʼ ἀνθρώπων, </l><l n="331">κοιρανέων Τρητοῖο Νεμείης ἠδʼ Ἀπέσαντος·</l><l n="332">ἀλλά ἑ ἲς ἐδάμασσε βίης Ἡρακληείης.</l><l n="333"><milestone ed="P" unit="para"/>Κητὼ δʼ ὁπλότατον Φόρκυι φιλότητι μιγεῖσα</l><l n="334">γείνατο δεινὸν ὄφιν, ὃς ἐρεμνῆς κεύθεσι γαίης</l><l n="335">πείρασιν ἐν μεγάλοις παγχρύσεα μῆλα φυλάσσει. </l><l n="336">τοῦτο μὲν ἐκ Κητοῦς καὶ Φόρκυνος γένος ἐστίν.</l><milestone ed="p" unit="card" n="337"/><l n="337"><milestone ed="P" unit="para"/>Τηθὺς δʼ Ὠκεανῷ Ποταμοὺς τέκε δινήεντας,</l><l n="338">Νεῖλόν τʼ Ἀλφειόν τε καὶ Ἠριδανὸν βαθυδίνην</l><l n="339">Στρυμόνα Μαίανδρόν τε καὶ Ἴστρον καλλιρέεθρον</l><l n="340">Φᾶσίν τε Ῥῆσόν τʼ Ἀχελώιόν τʼ ἀργυροδίνην</l><l n="341">Νέσσον τε Ῥοδίον θʼ Ἁλιάκμονά θʼ Ἑπτάπορόν τε</l><l n="342">Γρήνικόν τε καὶ Αἴσηπον θεῖόν τε Σιμοῦντα</l><l n="343">Πηνειόν τε καὶ Ἕρμον ἐυρρείτην τε Κάικον</l><l n="344">Σαγγάριόν τε μέγαν Λάδωνά τε Παρθένιόν τε</l><l n="345">Εὔηνόν τε καὶ Ἄρδησκον θεῖόν τε Σκάμανδρον. </l><l n="346"><milestone ed="P" unit="para"/>τίκτε δὲ θυγατέρων ἱερὸν γένος, αἳ κατὰ γαῖαν</l><l n="347">ἄνδρας κουρίζουσι σὺν Ἀπόλλωνι ἄνακτι</l><l n="348">καὶ Ποταμοῖς, ταύτην δὲ Διὸς πάρα μοῖραν ἔχουσι,</l><l n="349">Πειθώ τʼ Ἀδμήτη τε Ἰάνθη τʼ Ἠλέκτρη τε</l><l n="350">Δωρίς τε Πρυμνώ τε καὶ Οὐρανίη θεοειδὴς</l><l n="351">Ἱππώ τε Κλυμένη τε Ῥόδειά τε Καλλιρόη τε</l><l n="352">Ζευξώ τε Κλυτίη τε Ἰδυῖά τε Πασιθόη τε</l><l n="353">Πληξαύρη τε Γαλαξαύρη τʼ ἐρατή τε Διώνη</l><l n="354">Μηλόβοσίς τε Φόη τε καὶ εὐειδὴς Πολυδώρη</l><l n="355">Κερκηίς τε φυὴν ἐρατὴ Πλουτώ τε βοῶπις</l><l n="356">Περσηίς τʼ Ἰάνειρά τʼ Ἀκάστη τε Ξάνθη τε</l><l n="357">Πετραίη τʼ ἐρόεσσα Μενεσθώ τʼ Εὐρώπη τε</l><l n="358">Μῆτίς τʼ Εὐρυνόμη τε Τελεστώ τε Κροκοπεπλος</l><l n="359">Χρυσηίς τʼ Ἀσίη τε καὶ ἱμερόεσσα Καλυψὼ</l><l n="360">Εὐδώρη τε Τύχη τε καὶ Ἀμφιρὼ Ὠκυρόη τε</l><l n="361">καὶ Στύξ, ἣ δή σφεων προφερεστάτη ἐστὶν ἁπασέων.</l><l n="362">αὗται δʼ Ὠκεανοῦ καὶ Τηθύος ἐξεγένοντο</l><l n="363">πρεσβύταται κοῦραι· πολλαί γε μέν εἰσι καὶ ἄλλαι.</l><l n="364">τρὶς γὰρ χίλιαί εἰσι τανύσφυροι Ὠκεανῖναι,</l><l n="365">αἵ ῥα πολυσπερέες γαῖαν καὶ βένθεα λίμνης</l><l n="366">πάντη ὁμῶς ἐφέπουσι, θεάων ἀγλαὰ τέκνα.</l><l n="367">τόσσοι δʼ αὖθʼ ἕτεροι ποταμοὶ καναχηδὰ ῥέοντες,</l><l n="368">υἱέες Ὠκεανοῦ, τοὺς γείνατο πότνια Τηθύς·</l><l n="369">τῶν ὄνομʼ ἀργαλέον πάντων βροτὸν ἀνέρʼ ἐνισπεῖν,</l><l n="370">οἳ δὲ ἕκαστοι ἴσασιν, ὅσοι περιναιετάωσιν.</l><milestone ed="p" unit="card" n="371"/><l n="371"><milestone ed="P" unit="para"/>θεία δʼ Ἠέλιόν τε μέγαν λαμπράν τε Σελήνην</l><l n="372">Ἠῶ θʼ, ἣ πάντεσσιν ἐπιχθονίοισι φαείνει</l><l n="373">ἀθανάτοις τε θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,</l><l n="374">γείναθʼ ὑποδμηθεῖσʼ Ὑπερίονος ἐν φιλότητι.</l><l n="375">Κρίῳ δʼ Εὐρυβίν τέκεν ἐν φιλότητι μιγεῖσα</l><l n="376">Ἀστραῖόν τε μέγαν Πάλλαντά τε δῖα θεάων</l><l n="377">Πέρσην θʼ, ὃς καὶ πᾶσι μετέπρεπεν ἰδμοσύνῃσιν.</l><l n="378"><milestone ed="P" unit="para"/>Ἀστραίῳ δʼ Ἠὼς ἀνέμους τέκε καρτεροθύμους,</l><l n="379">ἀργέστην Ζέφυρον Βορέην τʼ αἰψηροκέλευθον</l><l n="380">καὶ Νότον, ἐν φιλότητι θεὰ θεῷ εὐνηθεῖσα.</l><l n="381">τοὺς δὲ μέτʼ ἀστέρα τίκτεν Ἑωσφόρον Ἠριγένεια</l><l n="382">ἄστρα τε λαμπετόωντα, τά τʼ οὐρανὸς ἐστεφάνωται.</l><l n="383"><milestone ed="P" unit="para"/>Στὺξ δʼ ἔτεκʼ Ὠκεανοῦ θυγάτηρ Πάλλαντι
                    μιγεῖσα</l><l n="384">Ζῆλον καὶ Νίκην καλλίσφυρον ἐν μεγάροισιν·</l><l n="385">καὶ Κράτος ἠδὲ Βίην ἀριδείκετα γείνατο τέκνα, </l><l n="386">τῶν οὐκ ἔστʼ ἀπάνευθε Διὸς δόμος, οὐδέ τις ἕδρη,</l><l n="387">οὐδʼ ὁδός, ὅππη μὴ κείνοις θεὸς ἡγεμονεύῃ,</l><l n="388">ἀλλʼ αἰεὶ πὰρ Ζηνὶ βαρυκτύπῳ ἑδριόωνται.</l><l n="389">ὣς γὰρ ἐβούλευσεν Στὺξ ἄφθιτος Ὠκεανίνη</l><l n="390">ἤματι τῷ, ὅτε πάντας Ὀλύμπιος ἀστεροπητὴς</l><l n="391">ἀθανάτους ἐκάλεσσε θεοὺς ἐς μακρὸν Ὄλυμπον,</l><l n="392">εἶπε δʼ, ὃς ἂν μετὰ εἷο θεῶν Τιτῆσι μάχοιτο,</l><l n="393">μή τινʼ ἀπορραίσειν γεράων, τιμὴν δὲ ἕκαστον</l><l n="394">ἑξέμεν, ἣν τὸ πάρος γε μετʼ ἀθανάτοισι θεοῖσιν</l><l n="395">τὸν δʼ ἔφαθʼ, ὅστις ἄτιμος ὑπὸ Κρόνου ἠδʼ ἀγέραστος,</l><l n="396">τιμῆς καὶ γεράων ἐπιβησέμεν, ἧ θέμις ἐστίν.</l><l n="397">ἦλθε δʼ ἄρα πρώτη Στὺξ ἄφθιτος Οὔλυμπόνδε</l><l n="398">σὺν σφοῖσιν παίδεσσι φίλου διὰ μήδεα πατρός.</l><l n="399">τὴν δὲ Ζεὺς τίμησε, περισσὰ δὲ δῶρα δέδωκεν.</l><l n="400">αὐτὴν μὲν γὰρ ἔθηκε θεῶν μέγαν ἔμμεναι ὅρκον, </l><l n="401">παῖδας δʼ ἤματα πάντα ἑοῦ μεταναιέτας εἶναι.</l><l n="402">ὣς δʼ αὔτως πάντεσσι διαμπερές, ὥς περ ὑπέστη,</l><l n="403">ἐξετέλεσσʼ· αὐτὸς δὲ μέγα κρατεῖ ἠδὲ ἀνάσσει.</l><milestone ed="p" unit="card" n="404"/><l n="404"><milestone ed="P" unit="para"/>φοίβη δʼ αὖ Κοίου πολυήρατον ἦλθεν ἐς εὐνήν·</l><l n="405">κυσαμένη δὴ ἔπειτα θεὰ θεοῦ ἐν φιλότητι</l><l n="406">Λητὼ κυανόπεπλον ἐγείνατο, μείλιχον αἰεί,</l><l n="407">ἤπιον ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσιν,</l><l n="408">μείλιχον ἐξ ἀρχῆς, ἀγανώτατον ἐντὸς Ὀλύμπου.</l><l n="409">γείνατο δʼ Ἀστερίην ἐυώνυμον, ἥν ποτε Πέρσης</l><l n="410">ἠγάγετʼ ἐς μέγα δῶμα φίλην κεκλῆσθαι ἄκοιτιν. </l><l n="411">ἢ δʼ ὑποκυσαμένη Ἑκάτην τέκε, τὴν περὶ πάντων</l><l n="412">Ζεὺς Κρονίδης τίμησε· πόρεν δέ οἱ ἀγλαὰ δῶρα,</l><l n="413">μοῖραν ἔχειν γαίης τε καὶ ἀτρυγέτοιο θαλάσσης.</l><l n="414">ἣ δὲ καὶ ἀστερόεντος ἀπʼ οὐρανοῦ ἔμμορε τιμῆς</l><l n="415">ἀθανάτοις τε θεοῖσι τετιμένη ἐστὶ μάλιστα. </l><l n="416">καὶ γὰρ νῦν, ὅτε πού τις ἐπιχθονίων ἀνθρώπων</l><l n="417">ἔρδων ἱερὰ καλὰ κατὰ νόμον ἱλάσκηται,</l><l n="418">κικλῄσκει Ἑκάτην. πολλή τέ οἱ ἕσπετο τιμὴ</l><l n="419">ῥεῖα μάλʼ, ᾧ πρόφρων γε θεὰ ὑποδέξεται εὐχάς,</l><l n="420">καί τέ οἱ ὄλβον ὀπάζει, ἐπεὶ δύναμίς γε πάρεστιν.</l><l n="421">ὅσσοι γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο</l><l n="422">καὶ τιμὴν ἔλαχον, τούτων ἔχει αἶσαν ἁπάντων.</l><l n="423">οὐδέ τί μιν Κρονίδης ἐβιήσατο οὐδέ τʼ ἀπηύρα,</l><l n="424">ὅσσʼ ἔλαχεν Τιτῆσι μετὰ προτέροισι θεοῖσιν,</l><l n="425">ἀλλʼ ἔχει, ὡς τὸ πρῶτον ἀπʼ ἀρχῆς ἔπλετο δασμός,</l><l n="427">καὶ γέρας ἐν γαίῃ τε καὶ οὐρανῷ ἠδὲ θαλάσσῃ· </l><l n="426">οὐδʼ, ὅτι μουνογενής, ἧσσον θεὰ ἔμμορε τιμῆς,</l><l n="428">ἀλλʼ ἔτι καὶ πολὺ μᾶλλον, ἐπεὶ Ζεὺς τίεται αὐτήν.</l><l n="429">ᾧ δʼ ἐθέλει, μεγάλως παραγίγνεται ἠδʼ ὀνίνησιν·</l><l n="434">ἔν τε δίκῃ βασιλεῦσι παρʼ αἰδοίοισι καθίζει, </l><l n="430">ἔν τʼ ἀγορῇ λαοῖσι μεταπρέπει, ὅν κʼ ἐθέλῃσιν·</l><l n="431">ἠδʼ ὁπότʼ ἐς πόλεμον φθεισήνορα θωρήσσωνται</l><l n="432">ἀνέρες, ἔνθα θεὰ παραγίγνεται, οἷς κʼ ἐθέλῃσι</l><l n="433">νίκην προφρονέως ὀπάσαι καὶ κῦδος ὀρέξαι. </l><l n="435">ἐσθλὴ δʼ αὖθʼ ὁπότʼ ἄνδρες ἀεθλεύωσιν ἀγῶνι, </l><l n="436">ἔνθα θεὰ καὶ τοῖς παραγίγνεται ἠδʼ ὀνίνησιν·</l><l n="437">νικήσας δὲ βίῃ καὶ κάρτεϊ καλὸν ἄεθλον</l><l n="438">ῥεῖα φέρει χαίρων τε, τοκεῦσι δὲ κῦδος ὀπάζει.</l><l n="439">ἐσθλὴ δʼ ἱππήεσσι παρεστάμεν, οἷς κʼ ἐθέλῃσιν.</l><l n="440">καὶ τοῖς, οἳ γλαυκὴν δυσπέμφελον ἐργάζονται,</l><l n="441">εὔχονται δʼ Ἑκάτῃ καὶ ἐρικτύπῳ Ἐννοσιγαίῳ,</l><l n="442">ῥηιδίως ἄγρην κυδρὴ θεὸς ὤπασε πολλήν,</l><l n="443">ῥεῖα δʼ ἀφείλετο φαινομένην, ἐθέλουσά γε θυμῷ.</l><l n="444">ἐσθλὴ δʼ ἐν σταθμοῖσι σὺν Ἑρμῇ ληίδʼ ἀέξειν·</l><l n="445">βουκολίας δʼ ἀγέλας τε καὶ αἰπόλια πλατέʼ αἰγῶν</l><l n="446">ποίμνας τʼ εἰροπόκων ὀίων, θυμῷ γʼ ἐθέλουσα,</l><l n="447">ἐξ ὀλίγων βριάει κἀκ πολλῶν μείονα θῆκεν.</l><l n="448">οὕτω τοι καὶ μουνογενὴς ἐκ μητρὸς ἐοῦσα</l><l n="449">πᾶσι μετʼ ἀθανάτοισι τετίμηται γεράεσσιν.</l><l n="450">θῆκε δέ μιν Κρονίδης κουροτρόφον, οἳ μετʼ ἐκείνην</l><l n="451">ὀφθαλμοῖσιν ἴδοντο φάος πολυδερκέος Ἠοῦς.</l><l n="452">οὕτως ἐξ ἀρχῆς κουροτρόφος, αἳ δέ τε τιμαί.</l><milestone ed="p" unit="card" n="453"/><l n="453"><milestone ed="P" unit="para"/>Ῥείη δὲ δμηθεῖσα Κρόνῳ τέκε φαίδιμα τέκνα,</l><l n="454">Ἱστίην Δήμητρα καὶ Ἥρην χρυσοπέδιλον</l><l n="455">ἴφθιμόν τʼ Ἀίδην, ὃς ὑπὸ χθονὶ δώματα ναίει</l><l n="456">νηλεὲς ἦτορ ἔχων, καὶ ἐρίκτυπον Ἐννοσίγαιον</l><l n="457">Ζῆνά τε μητιόεντα, θεῶν πατέρʼ ἠδὲ καὶ ἀνδρῶν,</l><l n="458">τοῦ καὶ ὑπὸ βροντῆς πελεμίζεται εὐρεῖα χθών.</l><l n="459">καὶ τοὺς μὲν κατέπινε μέγας Κρόνος, ὥς τις ἕκαστος</l><l n="460">νηδύος ἐξ ἱερῆς μητρὸς πρὸς γούναθʼ ἵκοιτο, </l><l n="461">τὰ φρονέων, ἵνα μή τις ἀγαυῶν Οὐρανιώνων</l><l n="462">ἄλλος ἐν ἀθανάτοισιν ἔχοι βασιληίδα τιμήν.</l><l n="463">πεύθετο γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἀστερόεντος,</l><l n="464">οὕνεκά οἱ πέπρωτο ἑῷ ὑπὸ παιδὶ δαμῆναι</l><l n="465">καὶ κρατερῷ περ ἐόντι, Διὸς μεγάλου διὰ βουλάς·</l><l n="466">τῷ ὅ γʼ ἄρʼ οὐκ ἀλαὸς σκοπιὴν ἔχεν, ἀλλὰ δοκεύων</l><l n="467">παῖδας ἑοὺς κατέπινε· Ῥέην δʼ ἔχε πένθος ἄλαστον.</l><l n="468">ἀλλʼ ὅτε δὴ Δίʼ ἔμελλε θεῶν πατέρʼ ἠδὲ καὶ ἀνδρῶν</l><l n="469">τέξεσθαι, τότʼ ἔπειτα φίλους λιτάνευε τοκῆας</l><l n="470">τοὺς αὐτῆς, Γαῖάν τε καὶ Οὐρανὸν ἀστερόεντα,</l><l n="471">μῆτιν συμφράσσασθαι, ὅπως λελάθοιτο τεκοῦσα</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>