<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:281-350</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:281-350</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="281">ἔκθορε Χρυσαωρ τε μέγας καὶ Πήγασος ἵππος.</l><l n="282">τῷ μὲν ἐπώνυμον ἦεν, ὅτʼ Ὠκεανοῦ περὶ πηγὰς</l><l n="283">γένθʼ, ὃ δʼ ἄορ χρύσειον ἔχων μετὰ χερσὶ φίλῃσιν.</l><l n="284">χὠ μὲν ἀποπτάμενος προλιπὼν χθόνα, μητέρα μήλων,</l><l n="285">ἵκετʼ ἐς ἀθανάτους· Ζηνὸς δʼ ἐν δώμασι ναίει</l><l n="286">βροντήν τε στεροπήν τε φέρων Διὶ μητιόεντι.</l><l n="287">Χρυσάωρ δʼ ἔτεκεν τρικέφαλον Γηρυονῆα</l><l n="288">μιχθεὶς Καλλιρόῃ κούρῃ κλυτοῦ Ὠκεανοῖο.</l><l n="289">τὸν μὲν ἄρʼ ἐξενάριξε βίη Ἡρακληείη</l><l n="290">βουσὶ παρʼ εἰλιπόδεσσι περιρρύτῳ εἰν Ἐρυθείῃ</l><l n="291">ἤματι τῷ ὅτε περ βοῦς ἤλασεν εὐρυμετώπους</l><l n="292">Τίρυνθʼ εἰς ἱερὴν διαβὰς πόρον Ὠκεανοῖο</l><l n="293">Ὄρθον τε κτείνας καὶ βουκόλον Εὐρυτίωνα</l><l n="294">σταθμῷ ἐν ἠερόεντι πέρην κλυτοῦ Ὠκεανοῖο.</l><l n="295"><milestone ed="P" unit="para"/>ἣ δʼ ἔτεκʼ ἄλλο πέλωρον ἀμήχανον, οὐδὲν
                    ἐοικὸς</l><l n="296">θνητοῖς ἀνθρώποις οὐδʼ ἀθανάτοισι θεοῖσιν,</l><l n="297">σπῆι ἔνι γλαφυρῷ θείην κρατερόφρονʼ Ἔχιδναν,</l><l n="298">ἥμισυ μὲν νύμφην ἑλικώπιδα καλλιπάρῃον,</l><l n="299">ἥμισυ δʼ αὖτε πέλωρον ὄφιν δεινόν τε μέγαν τε</l><l n="300">αἰόλον ὠμηστὴν ζαθέης ὑπὸ κεύθεσι γαίης. </l><l n="301">ἔνθα δέ οἱ σπέος ἐστὶ κάτω κοίλῃ ὑπὸ πέτρῃ</l><l n="302">τηλοῦ ἀπʼ ἀθανάτων τε θεῶν θνητῶν τʼ ἀνθρώπων·</l><l n="303">ἔνθʼ ἄρα οἱ δάσσαντο θεοὶ κλυτὰ δώματα ναίειν.</l><milestone ed="p" unit="card" n="304"/><l n="304">ἣ δʼ ἔρυτʼ εἰν Ἀρίμοισιν ὑπὸ χθονὶ λυγρὴ Ἔχιδνα,</l><l n="305">ἀθάνατος νύμφη καὶ ἀγήραος ἤματα πάντα. </l><l n="306"><milestone ed="P" unit="para"/>τῇ δὲ Τυφάονά φασι μιγήμεναι ἐν φιλότητι</l><l n="307">δεινόν θʼ ὑβριστήν τʼ ἄνομόν θʼ ἑλικώπιδι κούρῃ·</l><l n="308">ἣ δʼ ὑποκυσαμένη τέκετο κρατερόφρονα τέκνα.</l><l n="309">Ὄρθον μὲν πρῶτον κύνα γείνατο Γηρυονῆι·</l><l n="310">δεύτερον αὖτις ἔτικτεν ἀμήχανον, οὔ τι φατειὸν</l><l n="311">Κέρβερον ὠμηστήν, Ἀίδεω κύνα χαλκεόφωνον,</l><l n="312">πεντηκοντακέφαλον, ἀναιδέα τε κρατερόν τε·</l><l n="313">τὸ τρίτον Ὕδρην αὖτις ἐγείνατο λυγρὰ ἰδυῖαν</l><l n="314">Λερναίην, ἣν θρέψε θεὰ λευκώλενος Ἥρη</l><l n="315">ἄπλητον κοτέουσα βίῃ Ἡρακληείῃ. </l><l n="316">καὶ τὴν μὲν Διὸς υἱὸς ἐνήρατο νηλέι χαλκῷ</l><l n="317">Ἀμφιτρυωνιάδης σὺν ἀρηιφίλῳ Ἰολάῳ</l><l n="318">Ηρακλέης βουλῇσιν Ἀθηναίης ἀγελείης.</l><l n="319">ἣ δὲ Χίμαιραν ἔτικτε πνέουσαν ἀμαιμάκετον πῦρ,</l><l n="320">δεινήν τε μεγάλην τε ποδώκεά τε κρατερήν τε·</l><l n="321">τῆς δʼ ἦν τρεῖς κεφαλαί· μία μὲν χαροποῖο λέοντος,</l><l n="322">ἣ δὲ χιμαίρης, ἣ δʼ ὄφιος, κρατεροῖο δράκοντος,</l><l n="323"><del>πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χίμαιρα,</del></l><l n="324"><del>δεινὸν ἀποπνείουσα πυρὸς μένος αἰθομένοιο.</del></l><l n="325">τὴν μὲν Πήγασος εἷλε καὶ ἐσθλὸς Βελλεροφόντης. </l><l n="326">ἣ δʼ ἄρα Φῖκʼ ὀλοὴν τέκε Καδμείοισιν ὄλεθρον</l><l n="327">Ὅρθῳ ὑποδμηθεῖσα Νεμειαῖόν τε λέοντα,</l><l n="328">τόν ῥʼ Ἥρη θρέψασα Διὸς κυδρὴ παράκοιτις</l><l n="329">γουνοῖσιν κατένασσε Νεμείης, πῆμʼ ἀνθρώποις.</l><l n="330">ἔνθʼ ἄρʼ ὃ οἰκείων ἐλεφαίρετο φῦλʼ ἀνθρώπων, </l><l n="331">κοιρανέων Τρητοῖο Νεμείης ἠδʼ Ἀπέσαντος·</l><l n="332">ἀλλά ἑ ἲς ἐδάμασσε βίης Ἡρακληείης.</l><l n="333"><milestone ed="P" unit="para"/>Κητὼ δʼ ὁπλότατον Φόρκυι φιλότητι μιγεῖσα</l><l n="334">γείνατο δεινὸν ὄφιν, ὃς ἐρεμνῆς κεύθεσι γαίης</l><l n="335">πείρασιν ἐν μεγάλοις παγχρύσεα μῆλα φυλάσσει. </l><l n="336">τοῦτο μὲν ἐκ Κητοῦς καὶ Φόρκυνος γένος ἐστίν.</l><milestone ed="p" unit="card" n="337"/><l n="337"><milestone ed="P" unit="para"/>Τηθὺς δʼ Ὠκεανῷ Ποταμοὺς τέκε δινήεντας,</l><l n="338">Νεῖλόν τʼ Ἀλφειόν τε καὶ Ἠριδανὸν βαθυδίνην</l><l n="339">Στρυμόνα Μαίανδρόν τε καὶ Ἴστρον καλλιρέεθρον</l><l n="340">Φᾶσίν τε Ῥῆσόν τʼ Ἀχελώιόν τʼ ἀργυροδίνην</l><l n="341">Νέσσον τε Ῥοδίον θʼ Ἁλιάκμονά θʼ Ἑπτάπορόν τε</l><l n="342">Γρήνικόν τε καὶ Αἴσηπον θεῖόν τε Σιμοῦντα</l><l n="343">Πηνειόν τε καὶ Ἕρμον ἐυρρείτην τε Κάικον</l><l n="344">Σαγγάριόν τε μέγαν Λάδωνά τε Παρθένιόν τε</l><l n="345">Εὔηνόν τε καὶ Ἄρδησκον θεῖόν τε Σκάμανδρον. </l><l n="346"><milestone ed="P" unit="para"/>τίκτε δὲ θυγατέρων ἱερὸν γένος, αἳ κατὰ γαῖαν</l><l n="347">ἄνδρας κουρίζουσι σὺν Ἀπόλλωνι ἄνακτι</l><l n="348">καὶ Ποταμοῖς, ταύτην δὲ Διὸς πάρα μοῖραν ἔχουσι,</l><l n="349">Πειθώ τʼ Ἀδμήτη τε Ἰάνθη τʼ Ἠλέκτρη τε</l><l n="350">Δωρίς τε Πρυμνώ τε καὶ Οὐρανίη θεοειδὴς</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>