<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:262-557</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:262-557</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="262">Νημερτής θʼ, ἣ πατρὸς ἔχει νόον ἀθανάτοιο.</l><l n="263">αὗται μὲν Νηρῆος ἀμύμονος ἐξεγένοντο</l><l n="264">κοῦραι πεντήκοντα, ἀμύμονα ἔργα ἰδυῖαι.</l><l n="265">Θαύμας δʼ Ὠκεανοῖο βαθυρρείταο θύγατρα</l><l n="266">ἠγάγετʼ Ἠλέκτρην· ἣ δʼ ὠκεῖαν τέκεν Ἶριν</l><l n="267">ἠυκόμους θʼ Ἁρπυίας Ἀελλώ τʼ Ὠκυπέτην τε,</l><l n="268">αἵ ῥʼ ἀνέμων πνοιῇσι καὶ οἰωνοῖς ἅμʼ ἕπονται</l><l n="269">ὠκείῃς πτερύγεσσι· μεταχρόνιαι γὰρ ἴαλλον.</l><milestone ed="p" unit="card" n="270"/><l n="270">Φόρκυϊ δʼ αὖ Κητὼ Γραίας τέκε καλλιπαρῄους</l><l n="271">ἐκ γενετῆς πολιάς, τὰς δὴ Γραίας καλέουσιν</l><l n="272">ἀθάνατοί τε θεοὶ χαμαὶ ἐρχόμενοί τʼ ἄνθρωποι,</l><l n="273">Πεμφρηδώ τʼ ἐύπεπλον Ἐνυώ τε κροκόπεπλον,</l><l n="274">Γοργούς θʼ, αἳ ναίουσι πέρην κλυτοῦ Ὠκεανοῖο</l><l n="275">ἐσχατιῇ πρὸς Νυκτός, ἵνʼ Ἑσπερίδες λιγύφωνοι,</l><l n="276">Σθεννώ τʼ Εὐρυάλη τε Μέδουσά τε λυγρὰ παθοῦσα.</l><l n="277">ἣ μὲν ἔην θνητή, αἳ δʼ ἀθάνατοι καὶ ἀγήρῳ,</l><l n="278">αἱ δύο· τῇ δὲ μιῇ παρελέξατο Κυανοχαίτης</l><l n="279">ἐν μαλακῷ λειμῶνι καὶ ἄνθεσιν εἰαρινοῖσιν.</l><l n="280">τῆς δʼ ὅτε δὴ Περσεὺς κεφαλὴν ἀπεδειροτόμησεν, </l><l n="281">ἔκθορε Χρυσαωρ τε μέγας καὶ Πήγασος ἵππος.</l><l n="282">τῷ μὲν ἐπώνυμον ἦεν, ὅτʼ Ὠκεανοῦ περὶ πηγὰς</l><l n="283">γένθʼ, ὃ δʼ ἄορ χρύσειον ἔχων μετὰ χερσὶ φίλῃσιν.</l><l n="284">χὠ μὲν ἀποπτάμενος προλιπὼν χθόνα, μητέρα μήλων,</l><l n="285">ἵκετʼ ἐς ἀθανάτους· Ζηνὸς δʼ ἐν δώμασι ναίει</l><l n="286">βροντήν τε στεροπήν τε φέρων Διὶ μητιόεντι.</l><l n="287">Χρυσάωρ δʼ ἔτεκεν τρικέφαλον Γηρυονῆα</l><l n="288">μιχθεὶς Καλλιρόῃ κούρῃ κλυτοῦ Ὠκεανοῖο.</l><l n="289">τὸν μὲν ἄρʼ ἐξενάριξε βίη Ἡρακληείη</l><l n="290">βουσὶ παρʼ εἰλιπόδεσσι περιρρύτῳ εἰν Ἐρυθείῃ</l><l n="291">ἤματι τῷ ὅτε περ βοῦς ἤλασεν εὐρυμετώπους</l><l n="292">Τίρυνθʼ εἰς ἱερὴν διαβὰς πόρον Ὠκεανοῖο</l><l n="293">Ὄρθον τε κτείνας καὶ βουκόλον Εὐρυτίωνα</l><l n="294">σταθμῷ ἐν ἠερόεντι πέρην κλυτοῦ Ὠκεανοῖο.</l><l n="295"><milestone ed="P" unit="para"/>ἣ δʼ ἔτεκʼ ἄλλο πέλωρον ἀμήχανον, οὐδὲν
                    ἐοικὸς</l><l n="296">θνητοῖς ἀνθρώποις οὐδʼ ἀθανάτοισι θεοῖσιν,</l><l n="297">σπῆι ἔνι γλαφυρῷ θείην κρατερόφρονʼ Ἔχιδναν,</l><l n="298">ἥμισυ μὲν νύμφην ἑλικώπιδα καλλιπάρῃον,</l><l n="299">ἥμισυ δʼ αὖτε πέλωρον ὄφιν δεινόν τε μέγαν τε</l><l n="300">αἰόλον ὠμηστὴν ζαθέης ὑπὸ κεύθεσι γαίης. </l><l n="301">ἔνθα δέ οἱ σπέος ἐστὶ κάτω κοίλῃ ὑπὸ πέτρῃ</l><l n="302">τηλοῦ ἀπʼ ἀθανάτων τε θεῶν θνητῶν τʼ ἀνθρώπων·</l><l n="303">ἔνθʼ ἄρα οἱ δάσσαντο θεοὶ κλυτὰ δώματα ναίειν.</l><milestone ed="p" unit="card" n="304"/><l n="304">ἣ δʼ ἔρυτʼ εἰν Ἀρίμοισιν ὑπὸ χθονὶ λυγρὴ Ἔχιδνα,</l><l n="305">ἀθάνατος νύμφη καὶ ἀγήραος ἤματα πάντα. </l><l n="306"><milestone ed="P" unit="para"/>τῇ δὲ Τυφάονά φασι μιγήμεναι ἐν φιλότητι</l><l n="307">δεινόν θʼ ὑβριστήν τʼ ἄνομόν θʼ ἑλικώπιδι κούρῃ·</l><l n="308">ἣ δʼ ὑποκυσαμένη τέκετο κρατερόφρονα τέκνα.</l><l n="309">Ὄρθον μὲν πρῶτον κύνα γείνατο Γηρυονῆι·</l><l n="310">δεύτερον αὖτις ἔτικτεν ἀμήχανον, οὔ τι φατειὸν</l><l n="311">Κέρβερον ὠμηστήν, Ἀίδεω κύνα χαλκεόφωνον,</l><l n="312">πεντηκοντακέφαλον, ἀναιδέα τε κρατερόν τε·</l><l n="313">τὸ τρίτον Ὕδρην αὖτις ἐγείνατο λυγρὰ ἰδυῖαν</l><l n="314">Λερναίην, ἣν θρέψε θεὰ λευκώλενος Ἥρη</l><l n="315">ἄπλητον κοτέουσα βίῃ Ἡρακληείῃ. </l><l n="316">καὶ τὴν μὲν Διὸς υἱὸς ἐνήρατο νηλέι χαλκῷ</l><l n="317">Ἀμφιτρυωνιάδης σὺν ἀρηιφίλῳ Ἰολάῳ</l><l n="318">Ηρακλέης βουλῇσιν Ἀθηναίης ἀγελείης.</l><l n="319">ἣ δὲ Χίμαιραν ἔτικτε πνέουσαν ἀμαιμάκετον πῦρ,</l><l n="320">δεινήν τε μεγάλην τε ποδώκεά τε κρατερήν τε·</l><l n="321">τῆς δʼ ἦν τρεῖς κεφαλαί· μία μὲν χαροποῖο λέοντος,</l><l n="322">ἣ δὲ χιμαίρης, ἣ δʼ ὄφιος, κρατεροῖο δράκοντος,</l><l n="323"><del>πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χίμαιρα,</del></l><l n="324"><del>δεινὸν ἀποπνείουσα πυρὸς μένος αἰθομένοιο.</del></l><l n="325">τὴν μὲν Πήγασος εἷλε καὶ ἐσθλὸς Βελλεροφόντης. </l><l n="326">ἣ δʼ ἄρα Φῖκʼ ὀλοὴν τέκε Καδμείοισιν ὄλεθρον</l><l n="327">Ὅρθῳ ὑποδμηθεῖσα Νεμειαῖόν τε λέοντα,</l><l n="328">τόν ῥʼ Ἥρη θρέψασα Διὸς κυδρὴ παράκοιτις</l><l n="329">γουνοῖσιν κατένασσε Νεμείης, πῆμʼ ἀνθρώποις.</l><l n="330">ἔνθʼ ἄρʼ ὃ οἰκείων ἐλεφαίρετο φῦλʼ ἀνθρώπων, </l><l n="331">κοιρανέων Τρητοῖο Νεμείης ἠδʼ Ἀπέσαντος·</l><l n="332">ἀλλά ἑ ἲς ἐδάμασσε βίης Ἡρακληείης.</l><l n="333"><milestone ed="P" unit="para"/>Κητὼ δʼ ὁπλότατον Φόρκυι φιλότητι μιγεῖσα</l><l n="334">γείνατο δεινὸν ὄφιν, ὃς ἐρεμνῆς κεύθεσι γαίης</l><l n="335">πείρασιν ἐν μεγάλοις παγχρύσεα μῆλα φυλάσσει. </l><l n="336">τοῦτο μὲν ἐκ Κητοῦς καὶ Φόρκυνος γένος ἐστίν.</l><milestone ed="p" unit="card" n="337"/><l n="337"><milestone ed="P" unit="para"/>Τηθὺς δʼ Ὠκεανῷ Ποταμοὺς τέκε δινήεντας,</l><l n="338">Νεῖλόν τʼ Ἀλφειόν τε καὶ Ἠριδανὸν βαθυδίνην</l><l n="339">Στρυμόνα Μαίανδρόν τε καὶ Ἴστρον καλλιρέεθρον</l><l n="340">Φᾶσίν τε Ῥῆσόν τʼ Ἀχελώιόν τʼ ἀργυροδίνην</l><l n="341">Νέσσον τε Ῥοδίον θʼ Ἁλιάκμονά θʼ Ἑπτάπορόν τε</l><l n="342">Γρήνικόν τε καὶ Αἴσηπον θεῖόν τε Σιμοῦντα</l><l n="343">Πηνειόν τε καὶ Ἕρμον ἐυρρείτην τε Κάικον</l><l n="344">Σαγγάριόν τε μέγαν Λάδωνά τε Παρθένιόν τε</l><l n="345">Εὔηνόν τε καὶ Ἄρδησκον θεῖόν τε Σκάμανδρον. </l><l n="346"><milestone ed="P" unit="para"/>τίκτε δὲ θυγατέρων ἱερὸν γένος, αἳ κατὰ γαῖαν</l><l n="347">ἄνδρας κουρίζουσι σὺν Ἀπόλλωνι ἄνακτι</l><l n="348">καὶ Ποταμοῖς, ταύτην δὲ Διὸς πάρα μοῖραν ἔχουσι,</l><l n="349">Πειθώ τʼ Ἀδμήτη τε Ἰάνθη τʼ Ἠλέκτρη τε</l><l n="350">Δωρίς τε Πρυμνώ τε καὶ Οὐρανίη θεοειδὴς</l><l n="351">Ἱππώ τε Κλυμένη τε Ῥόδειά τε Καλλιρόη τε</l><l n="352">Ζευξώ τε Κλυτίη τε Ἰδυῖά τε Πασιθόη τε</l><l n="353">Πληξαύρη τε Γαλαξαύρη τʼ ἐρατή τε Διώνη</l><l n="354">Μηλόβοσίς τε Φόη τε καὶ εὐειδὴς Πολυδώρη</l><l n="355">Κερκηίς τε φυὴν ἐρατὴ Πλουτώ τε βοῶπις</l><l n="356">Περσηίς τʼ Ἰάνειρά τʼ Ἀκάστη τε Ξάνθη τε</l><l n="357">Πετραίη τʼ ἐρόεσσα Μενεσθώ τʼ Εὐρώπη τε</l><l n="358">Μῆτίς τʼ Εὐρυνόμη τε Τελεστώ τε Κροκοπεπλος</l><l n="359">Χρυσηίς τʼ Ἀσίη τε καὶ ἱμερόεσσα Καλυψὼ</l><l n="360">Εὐδώρη τε Τύχη τε καὶ Ἀμφιρὼ Ὠκυρόη τε</l><l n="361">καὶ Στύξ, ἣ δή σφεων προφερεστάτη ἐστὶν ἁπασέων.</l><l n="362">αὗται δʼ Ὠκεανοῦ καὶ Τηθύος ἐξεγένοντο</l><l n="363">πρεσβύταται κοῦραι· πολλαί γε μέν εἰσι καὶ ἄλλαι.</l><l n="364">τρὶς γὰρ χίλιαί εἰσι τανύσφυροι Ὠκεανῖναι,</l><l n="365">αἵ ῥα πολυσπερέες γαῖαν καὶ βένθεα λίμνης</l><l n="366">πάντη ὁμῶς ἐφέπουσι, θεάων ἀγλαὰ τέκνα.</l><l n="367">τόσσοι δʼ αὖθʼ ἕτεροι ποταμοὶ καναχηδὰ ῥέοντες,</l><l n="368">υἱέες Ὠκεανοῦ, τοὺς γείνατο πότνια Τηθύς·</l><l n="369">τῶν ὄνομʼ ἀργαλέον πάντων βροτὸν ἀνέρʼ ἐνισπεῖν,</l><l n="370">οἳ δὲ ἕκαστοι ἴσασιν, ὅσοι περιναιετάωσιν.</l><milestone ed="p" unit="card" n="371"/><l n="371"><milestone ed="P" unit="para"/>θεία δʼ Ἠέλιόν τε μέγαν λαμπράν τε Σελήνην</l><l n="372">Ἠῶ θʼ, ἣ πάντεσσιν ἐπιχθονίοισι φαείνει</l><l n="373">ἀθανάτοις τε θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,</l><l n="374">γείναθʼ ὑποδμηθεῖσʼ Ὑπερίονος ἐν φιλότητι.</l><l n="375">Κρίῳ δʼ Εὐρυβίν τέκεν ἐν φιλότητι μιγεῖσα</l><l n="376">Ἀστραῖόν τε μέγαν Πάλλαντά τε δῖα θεάων</l><l n="377">Πέρσην θʼ, ὃς καὶ πᾶσι μετέπρεπεν ἰδμοσύνῃσιν.</l><l n="378"><milestone ed="P" unit="para"/>Ἀστραίῳ δʼ Ἠὼς ἀνέμους τέκε καρτεροθύμους,</l><l n="379">ἀργέστην Ζέφυρον Βορέην τʼ αἰψηροκέλευθον</l><l n="380">καὶ Νότον, ἐν φιλότητι θεὰ θεῷ εὐνηθεῖσα.</l><l n="381">τοὺς δὲ μέτʼ ἀστέρα τίκτεν Ἑωσφόρον Ἠριγένεια</l><l n="382">ἄστρα τε λαμπετόωντα, τά τʼ οὐρανὸς ἐστεφάνωται.</l><l n="383"><milestone ed="P" unit="para"/>Στὺξ δʼ ἔτεκʼ Ὠκεανοῦ θυγάτηρ Πάλλαντι
                    μιγεῖσα</l><l n="384">Ζῆλον καὶ Νίκην καλλίσφυρον ἐν μεγάροισιν·</l><l n="385">καὶ Κράτος ἠδὲ Βίην ἀριδείκετα γείνατο τέκνα, </l><l n="386">τῶν οὐκ ἔστʼ ἀπάνευθε Διὸς δόμος, οὐδέ τις ἕδρη,</l><l n="387">οὐδʼ ὁδός, ὅππη μὴ κείνοις θεὸς ἡγεμονεύῃ,</l><l n="388">ἀλλʼ αἰεὶ πὰρ Ζηνὶ βαρυκτύπῳ ἑδριόωνται.</l><l n="389">ὣς γὰρ ἐβούλευσεν Στὺξ ἄφθιτος Ὠκεανίνη</l><l n="390">ἤματι τῷ, ὅτε πάντας Ὀλύμπιος ἀστεροπητὴς</l><l n="391">ἀθανάτους ἐκάλεσσε θεοὺς ἐς μακρὸν Ὄλυμπον,</l><l n="392">εἶπε δʼ, ὃς ἂν μετὰ εἷο θεῶν Τιτῆσι μάχοιτο,</l><l n="393">μή τινʼ ἀπορραίσειν γεράων, τιμὴν δὲ ἕκαστον</l><l n="394">ἑξέμεν, ἣν τὸ πάρος γε μετʼ ἀθανάτοισι θεοῖσιν</l><l n="395">τὸν δʼ ἔφαθʼ, ὅστις ἄτιμος ὑπὸ Κρόνου ἠδʼ ἀγέραστος,</l><l n="396">τιμῆς καὶ γεράων ἐπιβησέμεν, ἧ θέμις ἐστίν.</l><l n="397">ἦλθε δʼ ἄρα πρώτη Στὺξ ἄφθιτος Οὔλυμπόνδε</l><l n="398">σὺν σφοῖσιν παίδεσσι φίλου διὰ μήδεα πατρός.</l><l n="399">τὴν δὲ Ζεὺς τίμησε, περισσὰ δὲ δῶρα δέδωκεν.</l><l n="400">αὐτὴν μὲν γὰρ ἔθηκε θεῶν μέγαν ἔμμεναι ὅρκον, </l><l n="401">παῖδας δʼ ἤματα πάντα ἑοῦ μεταναιέτας εἶναι.</l><l n="402">ὣς δʼ αὔτως πάντεσσι διαμπερές, ὥς περ ὑπέστη,</l><l n="403">ἐξετέλεσσʼ· αὐτὸς δὲ μέγα κρατεῖ ἠδὲ ἀνάσσει.</l><milestone ed="p" unit="card" n="404"/><l n="404"><milestone ed="P" unit="para"/>φοίβη δʼ αὖ Κοίου πολυήρατον ἦλθεν ἐς εὐνήν·</l><l n="405">κυσαμένη δὴ ἔπειτα θεὰ θεοῦ ἐν φιλότητι</l><l n="406">Λητὼ κυανόπεπλον ἐγείνατο, μείλιχον αἰεί,</l><l n="407">ἤπιον ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσιν,</l><l n="408">μείλιχον ἐξ ἀρχῆς, ἀγανώτατον ἐντὸς Ὀλύμπου.</l><l n="409">γείνατο δʼ Ἀστερίην ἐυώνυμον, ἥν ποτε Πέρσης</l><l n="410">ἠγάγετʼ ἐς μέγα δῶμα φίλην κεκλῆσθαι ἄκοιτιν. </l><l n="411">ἢ δʼ ὑποκυσαμένη Ἑκάτην τέκε, τὴν περὶ πάντων</l><l n="412">Ζεὺς Κρονίδης τίμησε· πόρεν δέ οἱ ἀγλαὰ δῶρα,</l><l n="413">μοῖραν ἔχειν γαίης τε καὶ ἀτρυγέτοιο θαλάσσης.</l><l n="414">ἣ δὲ καὶ ἀστερόεντος ἀπʼ οὐρανοῦ ἔμμορε τιμῆς</l><l n="415">ἀθανάτοις τε θεοῖσι τετιμένη ἐστὶ μάλιστα. </l><l n="416">καὶ γὰρ νῦν, ὅτε πού τις ἐπιχθονίων ἀνθρώπων</l><l n="417">ἔρδων ἱερὰ καλὰ κατὰ νόμον ἱλάσκηται,</l><l n="418">κικλῄσκει Ἑκάτην. πολλή τέ οἱ ἕσπετο τιμὴ</l><l n="419">ῥεῖα μάλʼ, ᾧ πρόφρων γε θεὰ ὑποδέξεται εὐχάς,</l><l n="420">καί τέ οἱ ὄλβον ὀπάζει, ἐπεὶ δύναμίς γε πάρεστιν.</l><l n="421">ὅσσοι γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο</l><l n="422">καὶ τιμὴν ἔλαχον, τούτων ἔχει αἶσαν ἁπάντων.</l><l n="423">οὐδέ τί μιν Κρονίδης ἐβιήσατο οὐδέ τʼ ἀπηύρα,</l><l n="424">ὅσσʼ ἔλαχεν Τιτῆσι μετὰ προτέροισι θεοῖσιν,</l><l n="425">ἀλλʼ ἔχει, ὡς τὸ πρῶτον ἀπʼ ἀρχῆς ἔπλετο δασμός,</l><l n="427">καὶ γέρας ἐν γαίῃ τε καὶ οὐρανῷ ἠδὲ θαλάσσῃ· </l><l n="426">οὐδʼ, ὅτι μουνογενής, ἧσσον θεὰ ἔμμορε τιμῆς,</l><l n="428">ἀλλʼ ἔτι καὶ πολὺ μᾶλλον, ἐπεὶ Ζεὺς τίεται αὐτήν.</l><l n="429">ᾧ δʼ ἐθέλει, μεγάλως παραγίγνεται ἠδʼ ὀνίνησιν·</l><l n="434">ἔν τε δίκῃ βασιλεῦσι παρʼ αἰδοίοισι καθίζει, </l><l n="430">ἔν τʼ ἀγορῇ λαοῖσι μεταπρέπει, ὅν κʼ ἐθέλῃσιν·</l><l n="431">ἠδʼ ὁπότʼ ἐς πόλεμον φθεισήνορα θωρήσσωνται</l><l n="432">ἀνέρες, ἔνθα θεὰ παραγίγνεται, οἷς κʼ ἐθέλῃσι</l><l n="433">νίκην προφρονέως ὀπάσαι καὶ κῦδος ὀρέξαι. </l><l n="435">ἐσθλὴ δʼ αὖθʼ ὁπότʼ ἄνδρες ἀεθλεύωσιν ἀγῶνι, </l><l n="436">ἔνθα θεὰ καὶ τοῖς παραγίγνεται ἠδʼ ὀνίνησιν·</l><l n="437">νικήσας δὲ βίῃ καὶ κάρτεϊ καλὸν ἄεθλον</l><l n="438">ῥεῖα φέρει χαίρων τε, τοκεῦσι δὲ κῦδος ὀπάζει.</l><l n="439">ἐσθλὴ δʼ ἱππήεσσι παρεστάμεν, οἷς κʼ ἐθέλῃσιν.</l><l n="440">καὶ τοῖς, οἳ γλαυκὴν δυσπέμφελον ἐργάζονται,</l><l n="441">εὔχονται δʼ Ἑκάτῃ καὶ ἐρικτύπῳ Ἐννοσιγαίῳ,</l><l n="442">ῥηιδίως ἄγρην κυδρὴ θεὸς ὤπασε πολλήν,</l><l n="443">ῥεῖα δʼ ἀφείλετο φαινομένην, ἐθέλουσά γε θυμῷ.</l><l n="444">ἐσθλὴ δʼ ἐν σταθμοῖσι σὺν Ἑρμῇ ληίδʼ ἀέξειν·</l><l n="445">βουκολίας δʼ ἀγέλας τε καὶ αἰπόλια πλατέʼ αἰγῶν</l><l n="446">ποίμνας τʼ εἰροπόκων ὀίων, θυμῷ γʼ ἐθέλουσα,</l><l n="447">ἐξ ὀλίγων βριάει κἀκ πολλῶν μείονα θῆκεν.</l><l n="448">οὕτω τοι καὶ μουνογενὴς ἐκ μητρὸς ἐοῦσα</l><l n="449">πᾶσι μετʼ ἀθανάτοισι τετίμηται γεράεσσιν.</l><l n="450">θῆκε δέ μιν Κρονίδης κουροτρόφον, οἳ μετʼ ἐκείνην</l><l n="451">ὀφθαλμοῖσιν ἴδοντο φάος πολυδερκέος Ἠοῦς.</l><l n="452">οὕτως ἐξ ἀρχῆς κουροτρόφος, αἳ δέ τε τιμαί.</l><milestone ed="p" unit="card" n="453"/><l n="453"><milestone ed="P" unit="para"/>Ῥείη δὲ δμηθεῖσα Κρόνῳ τέκε φαίδιμα τέκνα,</l><l n="454">Ἱστίην Δήμητρα καὶ Ἥρην χρυσοπέδιλον</l><l n="455">ἴφθιμόν τʼ Ἀίδην, ὃς ὑπὸ χθονὶ δώματα ναίει</l><l n="456">νηλεὲς ἦτορ ἔχων, καὶ ἐρίκτυπον Ἐννοσίγαιον</l><l n="457">Ζῆνά τε μητιόεντα, θεῶν πατέρʼ ἠδὲ καὶ ἀνδρῶν,</l><l n="458">τοῦ καὶ ὑπὸ βροντῆς πελεμίζεται εὐρεῖα χθών.</l><l n="459">καὶ τοὺς μὲν κατέπινε μέγας Κρόνος, ὥς τις ἕκαστος</l><l n="460">νηδύος ἐξ ἱερῆς μητρὸς πρὸς γούναθʼ ἵκοιτο, </l><l n="461">τὰ φρονέων, ἵνα μή τις ἀγαυῶν Οὐρανιώνων</l><l n="462">ἄλλος ἐν ἀθανάτοισιν ἔχοι βασιληίδα τιμήν.</l><l n="463">πεύθετο γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἀστερόεντος,</l><l n="464">οὕνεκά οἱ πέπρωτο ἑῷ ὑπὸ παιδὶ δαμῆναι</l><l n="465">καὶ κρατερῷ περ ἐόντι, Διὸς μεγάλου διὰ βουλάς·</l><l n="466">τῷ ὅ γʼ ἄρʼ οὐκ ἀλαὸς σκοπιὴν ἔχεν, ἀλλὰ δοκεύων</l><l n="467">παῖδας ἑοὺς κατέπινε· Ῥέην δʼ ἔχε πένθος ἄλαστον.</l><l n="468">ἀλλʼ ὅτε δὴ Δίʼ ἔμελλε θεῶν πατέρʼ ἠδὲ καὶ ἀνδρῶν</l><l n="469">τέξεσθαι, τότʼ ἔπειτα φίλους λιτάνευε τοκῆας</l><l n="470">τοὺς αὐτῆς, Γαῖάν τε καὶ Οὐρανὸν ἀστερόεντα,</l><l n="471">μῆτιν συμφράσσασθαι, ὅπως λελάθοιτο τεκοῦσα</l><l n="472">παῖδα φίλον, τίσαιτο δʼ ἐρινῦς πατρὸς ἑοῖο</l><l n="473">παίδων θʼ, οὓς κατέπινε μέγας Κρόνος ἀγκυλομήτης.</l><l n="474">οἳ δὲ θυγατρὶ φίλῃ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο,</l><l n="475">καί οἱ πεφραδέτην, ὅσα περ πέπρωτο γενέσθαι</l><l n="476">ἀμφὶ Κρόνῳ βασιλῆι καὶ υἱέι καρτεροθύμῳ.</l><l n="477">πέμψαν δʼ ἐς Λύκτον, Κρήτης ἐς πίονα δῆμον,</l><l n="478">ὁππότʼ ἄρʼ ὁπλότατον παίδων τέξεσθαι ἔμελλε,</l><l n="479">Ζῆνα μέγαν· τὸν μέν οἱ ἐδέξατο Γαῖα πελώρη</l><l n="480">Κρήτῃ ἐν εὐρείῃ τραφέμεν ἀτιταλλέμεναί τε. </l><l n="481">ἔνθα μιν ἷκτο φέρουσα θοὴν διὰ νύκτα μέλαιναν</l><l n="482">πρώτην ἐς Λύκτον· κρύψεν δέ ἑ χερσὶ λαβοῦσα</l><l n="483">ἄντρῳ ἐν ἠλιβάτῳ, ζαθέης ὑπὸ κεύθεσι γαίης,</l><l n="484">Αἰγαίῳ ἐν ὄρει πεπυκασμένῳ ὑλήεντι.</l><l n="485">τῷ δὲ σπαργανίσασα μέγαν λίθον ἐγγυάλιξεν</l><l n="486">Οὐρανίδῃ μέγʼ ἄνακτι, θεῶν προτέρῳ βασιλῆι.</l><l n="487">τὸν τόθʼ ἑλὼν χείρεσσιν ἑὴν ἐσκάτθετο νηδὺν</l><l n="488">σχέτλιος· οὐδʼ ἐνόησε μετὰ φρεσίν, ὥς οἱ ὀπίσσω</l><l n="489">ἀντὶ λίθου ἑὸς υἱὸς ἀνίκητος καὶ ἀκηδὴς</l><l n="490">λείπεθʼ, ὅ μιν τάχʼ ἔμελλε βίῃ καὶ χερσὶ δαμάσσας</l><l n="491">τιμῆς ἐξελάειν, ὃ δʼ ἐν ἀθανάτοισι ἀνάξειν.</l><milestone ed="p" unit="card" n="492"/><l n="492"><milestone ed="P" unit="para"/>καρπαλίμως δʼ ἄρʼ ἔπειτα μένος καὶ φαίδιμα
                    γυῖα</l><l n="493">ηὔξετο τοῖο ἄνακτος· ἐπιπλομένων δʼ ἐνιαυτῶν</l><l n="494">Γαίης ἐννεσίῃσι πολυφραδέεσσι δολωθεὶς</l><l n="495">ὃν γόνον ἄψ ἀνέηκε μέγας Κρόνος ἀγκυλομήτης</l><l n="496"><del>νικηθεὶς τέχνῃσι βίηφί τε παιδὸς ἑοῖο.</del></l><l n="497">πρῶτον δʼ ἐξέμεσεν λίθον, ὃν πύματον κατέπινεν· </l><l n="498">τὸν μὲν Ζεὺς στήριξε κατὰ χθονὸς εὐρυοδείης</l><l n="499">Πυθοῖ ἐν ἠγαθέῃ γυάλοις ὕπο Παρνησοῖο</l><l n="500">σῆμʼ ἔμεν ἐξοπίσω, θαῦμα θνητοῖσι βροτοῖσιν.</l><l n="501">λῦσε δὲ πατροκασιγνήτους ὀλοῶν ὑπὸ δεσμῶν</l><l n="502">Οὐρανίδας, οὓς δῆσε πατὴρ ἀεσιφροσύνῃσιν·</l><l n="503">οἳ οἱ ἀπεμνήσαντο χάριν ἐυεργεσιάων,</l><l n="504">δῶκαν δὲ βροντὴν ἠδʼ αἰθαλόεντα κεραυνὸν</l><l n="505">καὶ στεροπήν· τὸ πρὶν δὲ πελώρη Γαῖα κεκεύθει·</l><l n="506">τοῖς πίσυνος θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει.</l><milestone ed="p" unit="card" n="507"/><l n="507"><milestone ed="P" unit="para"/>κούρην δʼ Ἰαπετὸς καλλίσφυρον Ὠκεανίνην</l><l n="508">ἠγάγετο Κλυμένην καὶ ὁμὸν λέχος εἰσανέβαινεν.</l><l n="509">ἣ δέ οἱ Ἄτλαντα κρατερόφρονα γείνατο παῖδα·</l><l n="510">τίκτε δʼ ὑπερκύδαντα Μενοίτιον ἠδὲ Προμηθέα</l><l n="511">ποικίλον αἰολόμητιν, ἁμαρτίνοόν τʼ Ἐπιμηθέα</l><l n="512">ὃς κακὸν ἐξ ἀρχῆς γένετʼ ἀνδράσιν ἀλφηστῇσιν·</l><l n="513">πρῶτος γάρ ῥα Διὸς πλαστὴν ὑπέδεκτο γυναῖκα</l><l n="514">παρθένον. ὑβριστὴν δὲ Μενοίτιον εὐρύοπα Ζεὺς</l><l n="515">εἰς Ἔρεβος κατέπεμψε βαλὼν ψολόεντι κεραυνῷ</l><l n="516">εἵνεκʼ ἀτασθαλίης τε καὶ ἠνορέης ὑπερόπλου.</l><l n="517">Ἄτλας δʼ οὐρανὸν εὐρὺν ἔχει κρατερῆς ὑπʼ ἀνάγκης</l><l n="518">πείρασιν ἐν γαίης, πρόπαρ Εσπερίδων λιγυφώνων,</l><l n="519">ἑστηὼς κεφαλῇ τε καὶ ἀκαμάτῃσι χέρεσσιν·</l><l n="520">ταύτην γάρ οἱ μοῖραν ἐδάσσατο μητίετα Ζεύς. </l><l n="521">δῆσε δʼ ἀλυκτοπέδῃσι Προμηθέα ποικιλόβουλον</l><l n="522">δεσμοῖς ἀργαλέοισι μέσον διὰ κίονʼ ἐλάσσας·</l><l n="523">καί οἱ ἐπʼ αἰετὸν ὦρσε τανύπτερον· αὐτὰρ ὅ γʼ ἧπαρ</l><l n="524">ἤσθιεν ἀθάνατον, τὸ δʼ ἀέξετο ἶσον ἁπάντη</l><l n="525">νυκτός ὅσον πρόπαν ἦμαρ ἔδοι τανυσίπτερος ὄρνις.</l><l n="526">τὸν μὲν ἄρʼ Ἀλκμήνης καλλισφύρου ἄλκιμος υἱὸς</l><l n="527">Ἡρακλέης ἔκτεινε, κακὴν δʼ ἀπὸ νοῦσον ἄλαλκεν</l><l n="528">Ἰαπετιονίδῃ καὶ ἐλύσατο δυσφροσυνάων</l><l n="529">οὐκ ἀέκητι Ζηνὸς Ὀλυμπίου ὑψιμέδοντος,</l><l n="530">ὄφρʼ Ἡρακλῆος Θηβαγενέος κλέος εἴη</l><l n="531">πλεῖον ἔτʼ ἢ τὸ πάροιθεν ἐπὶ χθόνα πουλυβότειραν.</l><l n="532">ταῦτʼ ἄρα ἁζόμενος τίμα ἀριδείκετον υἱόν·</l><l n="533">καί περ χωόμενος παύθη χόλου, ὃν πρὶν ἔχεσκεν,</l><l n="534">οὕνεκʼ ἐρίζετο βουλὰς ὑπερμενέι Κρονίωνι.</l><l n="535">καὶ γὰρ ὅτʼ ἐκρίνοντο θεοὶ θνητοί τʼ ἄνθρωποι</l><l n="536">Μηκώνῃ, τότʼ ἔπειτα μέγαν βοῦν πρόφρονι θυμῷ</l><l n="537">δασσάμενος προέθηκε, Διὸς νόον ἐξαπαφίσκων.</l><l n="538">τοῖς μὲν γὰρ σάρκας τε καὶ ἔγκατα πίονα δημῷ</l><l n="539">ἐν ῥινῷ κατέθηκε καλύψας γαστρὶ βοείῃ,</l><l n="540">τῷ δʼ αὖτʼ ὀστέα λευκὰ βοὸς δολίῃ ἐπὶ τέχνῃ</l><l n="541">εὐθετίσας κατέθηκε καλύψας ἀργέτι δημῷ.</l><l n="542">δὴ τότε μιν προσέειπε πατὴρ ἀνδρῶν τε θεῶν τε·</l><sp><l n="543"><milestone ed="P" unit="para"/>Ἰαπετιονίδη, πάντων ἀριδείκετʼ ἀνάκτων,</l><l n="544">ὦ πέπον, ὡς ἑτεροζήλως διεδάσσαο μοίρας.</l></sp><milestone ed="p" unit="card" n="545"/><l n="545"><milestone ed="P" unit="para"/>ὣς φάτο κερτομέων Ζεὺς ἄφθιτα μήδεα εἰδώς. </l><l n="546">τὸν δʼ αὖτε προσέειπε Προμηθεὺς ἀγκυλομήτης</l><l n="547">ἦκʼ ἐπιμειδήσας, δολίης δʼ οὐ λήθετο τέχνης·</l><l n="548"><milestone ed="P" unit="para"/>ζεῦ κύδιστε μέγιστε θεῶν αἰειγενετάων,</l><l n="549">τῶν δʼ ἕλεʼ, ὁπποτέρην σε ἐνὶ φρεσὶ θυμὸς ἀνώγει.</l><l n="550">Φῆ ῥα δολοφρονέων· Ζεὺς δʼ ἄφθιτα μήδεα εἰδὼς</l><l n="551">γνῶ ῥʼ οὐδʼ ἠγνοίησε δόλον· κακὰ δʼ ὄσσετο θυμῷ</l><l n="552">θνητοῖς ἀνθρώποισι, τὰ καὶ τελέεσθαι ἔμελλεν.</l><l n="553">χερσὶ δʼ ὅ γʼ ἀμφοτέρῃσιν ἀνείλετο λευκὸν ἄλειφαρ.</l><l n="554">χώσατο δὲ φρένας ἀμφί, χόλος δέ μιν ἵκετο θυμόν,</l><l n="555">ὡς ἴδεν ὀστέα λευκὰ βοὸς δολίῃ ἐπὶ τέχνῃ. </l><l n="556">ἐκ τοῦ δʼ ἀθανάτοισιν ἐπὶ χθονὶ φῦλʼ ἀνθρώπων</l><l n="557">καίουσʼ ὀστέα λευκὰ θυηέντων ἐπὶ βωμῶν.</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>