<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:233-394</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:233-394</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="233"><milestone ed="P" unit="para"/>Νηρέα δʼ ἀψευδέα καὶ ἀληθέα γείνατο Πόντος,</l><l n="234">πρεσβύτατον παίδων· αὐτὰρ καλέουσι γέροντα,</l><l n="235">οὕνεκα νημερτής τε καὶ ἤπιος, οὐδὲ θεμιστέων</l><l n="236">λήθεται, ἀλλὰ δίκαια καὶ ἤπια δήνεα οἶδεν·</l><l n="237">αὖτις δʼ αὖ Θαύμαντα μέγαν καὶ ἀγήνορα Φόρκυν</l><l n="238">Γαίῃ μισγόμενος καὶ Κητὼ καλλιπάρῃον</l><l n="239">Εὐρυβίην τʼ ἀδάμαντος ἐνὶ φρεσὶ θυμὸν ἔχουσαν.</l><milestone ed="p" unit="card" n="240"/><l n="240">Νηρῆος δʼ ἐγένοντο μεγήρατα τέκνα θεάων</l><l n="241">πόντῳ ἐν ἀτρυγέτῳ καὶ Δωρίδος ἠυκόμοιο,</l><l n="242">κούρης Ὠκεανοῖο, τελήεντος ποταμοῖο,</l><l n="243">Πλωτώ τʼ Εὐκράντη τε Σαώ τʼ Ἀμφιτρίτη τε</l><l n="244">Εὐδώρη τε Θέτις τε Γαλήνη τε Γλαύκη τε</l><l n="245">Κυμοθόη Σπειώ τε Θόη θʼ Ἀλίη τʼ ἐρόεσσα</l><l n="246">Πασιθέη τʼ Ἐρατώ τε καὶ Εὐνίκη ῥοδόπηχυς</l><l n="247">καὶ Μελίτη χαρίεσσα καὶ Εὐλιμένη καὶ Ἀγαυὴ</l><l n="248">Δωτώ τε Πρωτώ τε Φέρουσά τε Δυναμένη τε</l><l n="249">Νησαίη τε καὶ Ἀκταίη καὶ Πρωτομέδεια</l><l n="250">Δωρὶς καὶ Πανόπεια καὶ εὐειδὴς Γαλάτεια</l><l n="251">Ἱπποθόη τʼ ἐρόεσσα καὶ Ἱππονόη ῥοδόπηχυς</l><l n="252">Κυμοδόκη θʼ, ἣ κύματʼ ἐν ἠεροειδέι πόντῳ</l><l n="253">πνοιάς τε ζαέων ἀνέμων σὺν Κυματολήγῃ</l><l n="254">ῥεῖα πρηΰνει καὶ ἐυσφύρῳ Ἀμφιτρίτῃ,</l><l n="255">Κυμώ τʼ Ἠιόνη τε ἐυστέφανός θʼ Ἁλιμήδη</l><l n="256">Γλαυκονόμη τε φιλομμειδὴς καὶ Ποντοπόρεια</l><l n="257">Ληαγόρη τε καὶ Εὐαγόρη καὶ Λαομέδεια</l><l n="258">Πουλυνόη τε καὶ Αὐτονόη καὶ Λυσιάνασσα</l><l n="259">Εὐάρνη τε φυήν τʼ ἐρατὴ καὶ εἶδος ἄμωμος</l><l n="260">καὶ Ψαμάθη χαρίεσσα δέμας δίη τε Μενίππη</l><l n="261">Νησώ τʼ Εὐπόμπη τε Θεμιστώ τε Προνόη τε</l><l n="262">Νημερτής θʼ, ἣ πατρὸς ἔχει νόον ἀθανάτοιο.</l><l n="263">αὗται μὲν Νηρῆος ἀμύμονος ἐξεγένοντο</l><l n="264">κοῦραι πεντήκοντα, ἀμύμονα ἔργα ἰδυῖαι.</l><l n="265">Θαύμας δʼ Ὠκεανοῖο βαθυρρείταο θύγατρα</l><l n="266">ἠγάγετʼ Ἠλέκτρην· ἣ δʼ ὠκεῖαν τέκεν Ἶριν</l><l n="267">ἠυκόμους θʼ Ἁρπυίας Ἀελλώ τʼ Ὠκυπέτην τε,</l><l n="268">αἵ ῥʼ ἀνέμων πνοιῇσι καὶ οἰωνοῖς ἅμʼ ἕπονται</l><l n="269">ὠκείῃς πτερύγεσσι· μεταχρόνιαι γὰρ ἴαλλον.</l><milestone ed="p" unit="card" n="270"/><l n="270">Φόρκυϊ δʼ αὖ Κητὼ Γραίας τέκε καλλιπαρῄους</l><l n="271">ἐκ γενετῆς πολιάς, τὰς δὴ Γραίας καλέουσιν</l><l n="272">ἀθάνατοί τε θεοὶ χαμαὶ ἐρχόμενοί τʼ ἄνθρωποι,</l><l n="273">Πεμφρηδώ τʼ ἐύπεπλον Ἐνυώ τε κροκόπεπλον,</l><l n="274">Γοργούς θʼ, αἳ ναίουσι πέρην κλυτοῦ Ὠκεανοῖο</l><l n="275">ἐσχατιῇ πρὸς Νυκτός, ἵνʼ Ἑσπερίδες λιγύφωνοι,</l><l n="276">Σθεννώ τʼ Εὐρυάλη τε Μέδουσά τε λυγρὰ παθοῦσα.</l><l n="277">ἣ μὲν ἔην θνητή, αἳ δʼ ἀθάνατοι καὶ ἀγήρῳ,</l><l n="278">αἱ δύο· τῇ δὲ μιῇ παρελέξατο Κυανοχαίτης</l><l n="279">ἐν μαλακῷ λειμῶνι καὶ ἄνθεσιν εἰαρινοῖσιν.</l><l n="280">τῆς δʼ ὅτε δὴ Περσεὺς κεφαλὴν ἀπεδειροτόμησεν, </l><l n="281">ἔκθορε Χρυσαωρ τε μέγας καὶ Πήγασος ἵππος.</l><l n="282">τῷ μὲν ἐπώνυμον ἦεν, ὅτʼ Ὠκεανοῦ περὶ πηγὰς</l><l n="283">γένθʼ, ὃ δʼ ἄορ χρύσειον ἔχων μετὰ χερσὶ φίλῃσιν.</l><l n="284">χὠ μὲν ἀποπτάμενος προλιπὼν χθόνα, μητέρα μήλων,</l><l n="285">ἵκετʼ ἐς ἀθανάτους· Ζηνὸς δʼ ἐν δώμασι ναίει</l><l n="286">βροντήν τε στεροπήν τε φέρων Διὶ μητιόεντι.</l><l n="287">Χρυσάωρ δʼ ἔτεκεν τρικέφαλον Γηρυονῆα</l><l n="288">μιχθεὶς Καλλιρόῃ κούρῃ κλυτοῦ Ὠκεανοῖο.</l><l n="289">τὸν μὲν ἄρʼ ἐξενάριξε βίη Ἡρακληείη</l><l n="290">βουσὶ παρʼ εἰλιπόδεσσι περιρρύτῳ εἰν Ἐρυθείῃ</l><l n="291">ἤματι τῷ ὅτε περ βοῦς ἤλασεν εὐρυμετώπους</l><l n="292">Τίρυνθʼ εἰς ἱερὴν διαβὰς πόρον Ὠκεανοῖο</l><l n="293">Ὄρθον τε κτείνας καὶ βουκόλον Εὐρυτίωνα</l><l n="294">σταθμῷ ἐν ἠερόεντι πέρην κλυτοῦ Ὠκεανοῖο.</l><l n="295"><milestone ed="P" unit="para"/>ἣ δʼ ἔτεκʼ ἄλλο πέλωρον ἀμήχανον, οὐδὲν
                    ἐοικὸς</l><l n="296">θνητοῖς ἀνθρώποις οὐδʼ ἀθανάτοισι θεοῖσιν,</l><l n="297">σπῆι ἔνι γλαφυρῷ θείην κρατερόφρονʼ Ἔχιδναν,</l><l n="298">ἥμισυ μὲν νύμφην ἑλικώπιδα καλλιπάρῃον,</l><l n="299">ἥμισυ δʼ αὖτε πέλωρον ὄφιν δεινόν τε μέγαν τε</l><l n="300">αἰόλον ὠμηστὴν ζαθέης ὑπὸ κεύθεσι γαίης. </l><l n="301">ἔνθα δέ οἱ σπέος ἐστὶ κάτω κοίλῃ ὑπὸ πέτρῃ</l><l n="302">τηλοῦ ἀπʼ ἀθανάτων τε θεῶν θνητῶν τʼ ἀνθρώπων·</l><l n="303">ἔνθʼ ἄρα οἱ δάσσαντο θεοὶ κλυτὰ δώματα ναίειν.</l><milestone ed="p" unit="card" n="304"/><l n="304">ἣ δʼ ἔρυτʼ εἰν Ἀρίμοισιν ὑπὸ χθονὶ λυγρὴ Ἔχιδνα,</l><l n="305">ἀθάνατος νύμφη καὶ ἀγήραος ἤματα πάντα. </l><l n="306"><milestone ed="P" unit="para"/>τῇ δὲ Τυφάονά φασι μιγήμεναι ἐν φιλότητι</l><l n="307">δεινόν θʼ ὑβριστήν τʼ ἄνομόν θʼ ἑλικώπιδι κούρῃ·</l><l n="308">ἣ δʼ ὑποκυσαμένη τέκετο κρατερόφρονα τέκνα.</l><l n="309">Ὄρθον μὲν πρῶτον κύνα γείνατο Γηρυονῆι·</l><l n="310">δεύτερον αὖτις ἔτικτεν ἀμήχανον, οὔ τι φατειὸν</l><l n="311">Κέρβερον ὠμηστήν, Ἀίδεω κύνα χαλκεόφωνον,</l><l n="312">πεντηκοντακέφαλον, ἀναιδέα τε κρατερόν τε·</l><l n="313">τὸ τρίτον Ὕδρην αὖτις ἐγείνατο λυγρὰ ἰδυῖαν</l><l n="314">Λερναίην, ἣν θρέψε θεὰ λευκώλενος Ἥρη</l><l n="315">ἄπλητον κοτέουσα βίῃ Ἡρακληείῃ. </l><l n="316">καὶ τὴν μὲν Διὸς υἱὸς ἐνήρατο νηλέι χαλκῷ</l><l n="317">Ἀμφιτρυωνιάδης σὺν ἀρηιφίλῳ Ἰολάῳ</l><l n="318">Ηρακλέης βουλῇσιν Ἀθηναίης ἀγελείης.</l><l n="319">ἣ δὲ Χίμαιραν ἔτικτε πνέουσαν ἀμαιμάκετον πῦρ,</l><l n="320">δεινήν τε μεγάλην τε ποδώκεά τε κρατερήν τε·</l><l n="321">τῆς δʼ ἦν τρεῖς κεφαλαί· μία μὲν χαροποῖο λέοντος,</l><l n="322">ἣ δὲ χιμαίρης, ἣ δʼ ὄφιος, κρατεροῖο δράκοντος,</l><l n="323"><del>πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χίμαιρα,</del></l><l n="324"><del>δεινὸν ἀποπνείουσα πυρὸς μένος αἰθομένοιο.</del></l><l n="325">τὴν μὲν Πήγασος εἷλε καὶ ἐσθλὸς Βελλεροφόντης. </l><l n="326">ἣ δʼ ἄρα Φῖκʼ ὀλοὴν τέκε Καδμείοισιν ὄλεθρον</l><l n="327">Ὅρθῳ ὑποδμηθεῖσα Νεμειαῖόν τε λέοντα,</l><l n="328">τόν ῥʼ Ἥρη θρέψασα Διὸς κυδρὴ παράκοιτις</l><l n="329">γουνοῖσιν κατένασσε Νεμείης, πῆμʼ ἀνθρώποις.</l><l n="330">ἔνθʼ ἄρʼ ὃ οἰκείων ἐλεφαίρετο φῦλʼ ἀνθρώπων, </l><l n="331">κοιρανέων Τρητοῖο Νεμείης ἠδʼ Ἀπέσαντος·</l><l n="332">ἀλλά ἑ ἲς ἐδάμασσε βίης Ἡρακληείης.</l><l n="333"><milestone ed="P" unit="para"/>Κητὼ δʼ ὁπλότατον Φόρκυι φιλότητι μιγεῖσα</l><l n="334">γείνατο δεινὸν ὄφιν, ὃς ἐρεμνῆς κεύθεσι γαίης</l><l n="335">πείρασιν ἐν μεγάλοις παγχρύσεα μῆλα φυλάσσει. </l><l n="336">τοῦτο μὲν ἐκ Κητοῦς καὶ Φόρκυνος γένος ἐστίν.</l><milestone ed="p" unit="card" n="337"/><l n="337"><milestone ed="P" unit="para"/>Τηθὺς δʼ Ὠκεανῷ Ποταμοὺς τέκε δινήεντας,</l><l n="338">Νεῖλόν τʼ Ἀλφειόν τε καὶ Ἠριδανὸν βαθυδίνην</l><l n="339">Στρυμόνα Μαίανδρόν τε καὶ Ἴστρον καλλιρέεθρον</l><l n="340">Φᾶσίν τε Ῥῆσόν τʼ Ἀχελώιόν τʼ ἀργυροδίνην</l><l n="341">Νέσσον τε Ῥοδίον θʼ Ἁλιάκμονά θʼ Ἑπτάπορόν τε</l><l n="342">Γρήνικόν τε καὶ Αἴσηπον θεῖόν τε Σιμοῦντα</l><l n="343">Πηνειόν τε καὶ Ἕρμον ἐυρρείτην τε Κάικον</l><l n="344">Σαγγάριόν τε μέγαν Λάδωνά τε Παρθένιόν τε</l><l n="345">Εὔηνόν τε καὶ Ἄρδησκον θεῖόν τε Σκάμανδρον. </l><l n="346"><milestone ed="P" unit="para"/>τίκτε δὲ θυγατέρων ἱερὸν γένος, αἳ κατὰ γαῖαν</l><l n="347">ἄνδρας κουρίζουσι σὺν Ἀπόλλωνι ἄνακτι</l><l n="348">καὶ Ποταμοῖς, ταύτην δὲ Διὸς πάρα μοῖραν ἔχουσι,</l><l n="349">Πειθώ τʼ Ἀδμήτη τε Ἰάνθη τʼ Ἠλέκτρη τε</l><l n="350">Δωρίς τε Πρυμνώ τε καὶ Οὐρανίη θεοειδὴς</l><l n="351">Ἱππώ τε Κλυμένη τε Ῥόδειά τε Καλλιρόη τε</l><l n="352">Ζευξώ τε Κλυτίη τε Ἰδυῖά τε Πασιθόη τε</l><l n="353">Πληξαύρη τε Γαλαξαύρη τʼ ἐρατή τε Διώνη</l><l n="354">Μηλόβοσίς τε Φόη τε καὶ εὐειδὴς Πολυδώρη</l><l n="355">Κερκηίς τε φυὴν ἐρατὴ Πλουτώ τε βοῶπις</l><l n="356">Περσηίς τʼ Ἰάνειρά τʼ Ἀκάστη τε Ξάνθη τε</l><l n="357">Πετραίη τʼ ἐρόεσσα Μενεσθώ τʼ Εὐρώπη τε</l><l n="358">Μῆτίς τʼ Εὐρυνόμη τε Τελεστώ τε Κροκοπεπλος</l><l n="359">Χρυσηίς τʼ Ἀσίη τε καὶ ἱμερόεσσα Καλυψὼ</l><l n="360">Εὐδώρη τε Τύχη τε καὶ Ἀμφιρὼ Ὠκυρόη τε</l><l n="361">καὶ Στύξ, ἣ δή σφεων προφερεστάτη ἐστὶν ἁπασέων.</l><l n="362">αὗται δʼ Ὠκεανοῦ καὶ Τηθύος ἐξεγένοντο</l><l n="363">πρεσβύταται κοῦραι· πολλαί γε μέν εἰσι καὶ ἄλλαι.</l><l n="364">τρὶς γὰρ χίλιαί εἰσι τανύσφυροι Ὠκεανῖναι,</l><l n="365">αἵ ῥα πολυσπερέες γαῖαν καὶ βένθεα λίμνης</l><l n="366">πάντη ὁμῶς ἐφέπουσι, θεάων ἀγλαὰ τέκνα.</l><l n="367">τόσσοι δʼ αὖθʼ ἕτεροι ποταμοὶ καναχηδὰ ῥέοντες,</l><l n="368">υἱέες Ὠκεανοῦ, τοὺς γείνατο πότνια Τηθύς·</l><l n="369">τῶν ὄνομʼ ἀργαλέον πάντων βροτὸν ἀνέρʼ ἐνισπεῖν,</l><l n="370">οἳ δὲ ἕκαστοι ἴσασιν, ὅσοι περιναιετάωσιν.</l><milestone ed="p" unit="card" n="371"/><l n="371"><milestone ed="P" unit="para"/>θεία δʼ Ἠέλιόν τε μέγαν λαμπράν τε Σελήνην</l><l n="372">Ἠῶ θʼ, ἣ πάντεσσιν ἐπιχθονίοισι φαείνει</l><l n="373">ἀθανάτοις τε θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,</l><l n="374">γείναθʼ ὑποδμηθεῖσʼ Ὑπερίονος ἐν φιλότητι.</l><l n="375">Κρίῳ δʼ Εὐρυβίν τέκεν ἐν φιλότητι μιγεῖσα</l><l n="376">Ἀστραῖόν τε μέγαν Πάλλαντά τε δῖα θεάων</l><l n="377">Πέρσην θʼ, ὃς καὶ πᾶσι μετέπρεπεν ἰδμοσύνῃσιν.</l><l n="378"><milestone ed="P" unit="para"/>Ἀστραίῳ δʼ Ἠὼς ἀνέμους τέκε καρτεροθύμους,</l><l n="379">ἀργέστην Ζέφυρον Βορέην τʼ αἰψηροκέλευθον</l><l n="380">καὶ Νότον, ἐν φιλότητι θεὰ θεῷ εὐνηθεῖσα.</l><l n="381">τοὺς δὲ μέτʼ ἀστέρα τίκτεν Ἑωσφόρον Ἠριγένεια</l><l n="382">ἄστρα τε λαμπετόωντα, τά τʼ οὐρανὸς ἐστεφάνωται.</l><l n="383"><milestone ed="P" unit="para"/>Στὺξ δʼ ἔτεκʼ Ὠκεανοῦ θυγάτηρ Πάλλαντι
                    μιγεῖσα</l><l n="384">Ζῆλον καὶ Νίκην καλλίσφυρον ἐν μεγάροισιν·</l><l n="385">καὶ Κράτος ἠδὲ Βίην ἀριδείκετα γείνατο τέκνα, </l><l n="386">τῶν οὐκ ἔστʼ ἀπάνευθε Διὸς δόμος, οὐδέ τις ἕδρη,</l><l n="387">οὐδʼ ὁδός, ὅππη μὴ κείνοις θεὸς ἡγεμονεύῃ,</l><l n="388">ἀλλʼ αἰεὶ πὰρ Ζηνὶ βαρυκτύπῳ ἑδριόωνται.</l><l n="389">ὣς γὰρ ἐβούλευσεν Στὺξ ἄφθιτος Ὠκεανίνη</l><l n="390">ἤματι τῷ, ὅτε πάντας Ὀλύμπιος ἀστεροπητὴς</l><l n="391">ἀθανάτους ἐκάλεσσε θεοὺς ἐς μακρὸν Ὄλυμπον,</l><l n="392">εἶπε δʼ, ὃς ἂν μετὰ εἷο θεῶν Τιτῆσι μάχοιτο,</l><l n="393">μή τινʼ ἀπορραίσειν γεράων, τιμὴν δὲ ἕκαστον</l><l n="394">ἑξέμεν, ἣν τὸ πάρος γε μετʼ ἀθανάτοισι θεοῖσιν</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>