<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:227-299</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:227-299</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="227">Λήθην τε Λιμόν τε καὶ Ἄλγεα δακρυόεντα</l><l n="228">Ὑσμίνας τε Μάχας τε Φόνους τʼ Ἀνδροκτασίας τε</l><l n="229">Νείκεά τε ψευδέας τε Λόγους Ἀμφιλλογίας τε</l><l n="230">Δυσνομίην τʼ Ἄτην τε, συνήθεας ἀλλήλῃσιν,</l><l n="231">Ὅρκον θʼ, ὃς δὴ πλεῖστον ἐπιχθονίους ἀνθρώπους</l><l n="232">πημαίνει, ὅτε κέν τις ἑκὼν ἐπίορκον ὀμόσσῃ.</l><l n="233"><milestone ed="P" unit="para"/>Νηρέα δʼ ἀψευδέα καὶ ἀληθέα γείνατο Πόντος,</l><l n="234">πρεσβύτατον παίδων· αὐτὰρ καλέουσι γέροντα,</l><l n="235">οὕνεκα νημερτής τε καὶ ἤπιος, οὐδὲ θεμιστέων</l><l n="236">λήθεται, ἀλλὰ δίκαια καὶ ἤπια δήνεα οἶδεν·</l><l n="237">αὖτις δʼ αὖ Θαύμαντα μέγαν καὶ ἀγήνορα Φόρκυν</l><l n="238">Γαίῃ μισγόμενος καὶ Κητὼ καλλιπάρῃον</l><l n="239">Εὐρυβίην τʼ ἀδάμαντος ἐνὶ φρεσὶ θυμὸν ἔχουσαν.</l><milestone ed="p" unit="card" n="240"/><l n="240">Νηρῆος δʼ ἐγένοντο μεγήρατα τέκνα θεάων</l><l n="241">πόντῳ ἐν ἀτρυγέτῳ καὶ Δωρίδος ἠυκόμοιο,</l><l n="242">κούρης Ὠκεανοῖο, τελήεντος ποταμοῖο,</l><l n="243">Πλωτώ τʼ Εὐκράντη τε Σαώ τʼ Ἀμφιτρίτη τε</l><l n="244">Εὐδώρη τε Θέτις τε Γαλήνη τε Γλαύκη τε</l><l n="245">Κυμοθόη Σπειώ τε Θόη θʼ Ἀλίη τʼ ἐρόεσσα</l><l n="246">Πασιθέη τʼ Ἐρατώ τε καὶ Εὐνίκη ῥοδόπηχυς</l><l n="247">καὶ Μελίτη χαρίεσσα καὶ Εὐλιμένη καὶ Ἀγαυὴ</l><l n="248">Δωτώ τε Πρωτώ τε Φέρουσά τε Δυναμένη τε</l><l n="249">Νησαίη τε καὶ Ἀκταίη καὶ Πρωτομέδεια</l><l n="250">Δωρὶς καὶ Πανόπεια καὶ εὐειδὴς Γαλάτεια</l><l n="251">Ἱπποθόη τʼ ἐρόεσσα καὶ Ἱππονόη ῥοδόπηχυς</l><l n="252">Κυμοδόκη θʼ, ἣ κύματʼ ἐν ἠεροειδέι πόντῳ</l><l n="253">πνοιάς τε ζαέων ἀνέμων σὺν Κυματολήγῃ</l><l n="254">ῥεῖα πρηΰνει καὶ ἐυσφύρῳ Ἀμφιτρίτῃ,</l><l n="255">Κυμώ τʼ Ἠιόνη τε ἐυστέφανός θʼ Ἁλιμήδη</l><l n="256">Γλαυκονόμη τε φιλομμειδὴς καὶ Ποντοπόρεια</l><l n="257">Ληαγόρη τε καὶ Εὐαγόρη καὶ Λαομέδεια</l><l n="258">Πουλυνόη τε καὶ Αὐτονόη καὶ Λυσιάνασσα</l><l n="259">Εὐάρνη τε φυήν τʼ ἐρατὴ καὶ εἶδος ἄμωμος</l><l n="260">καὶ Ψαμάθη χαρίεσσα δέμας δίη τε Μενίππη</l><l n="261">Νησώ τʼ Εὐπόμπη τε Θεμιστώ τε Προνόη τε</l><l n="262">Νημερτής θʼ, ἣ πατρὸς ἔχει νόον ἀθανάτοιο.</l><l n="263">αὗται μὲν Νηρῆος ἀμύμονος ἐξεγένοντο</l><l n="264">κοῦραι πεντήκοντα, ἀμύμονα ἔργα ἰδυῖαι.</l><l n="265">Θαύμας δʼ Ὠκεανοῖο βαθυρρείταο θύγατρα</l><l n="266">ἠγάγετʼ Ἠλέκτρην· ἣ δʼ ὠκεῖαν τέκεν Ἶριν</l><l n="267">ἠυκόμους θʼ Ἁρπυίας Ἀελλώ τʼ Ὠκυπέτην τε,</l><l n="268">αἵ ῥʼ ἀνέμων πνοιῇσι καὶ οἰωνοῖς ἅμʼ ἕπονται</l><l n="269">ὠκείῃς πτερύγεσσι· μεταχρόνιαι γὰρ ἴαλλον.</l><milestone ed="p" unit="card" n="270"/><l n="270">Φόρκυϊ δʼ αὖ Κητὼ Γραίας τέκε καλλιπαρῄους</l><l n="271">ἐκ γενετῆς πολιάς, τὰς δὴ Γραίας καλέουσιν</l><l n="272">ἀθάνατοί τε θεοὶ χαμαὶ ἐρχόμενοί τʼ ἄνθρωποι,</l><l n="273">Πεμφρηδώ τʼ ἐύπεπλον Ἐνυώ τε κροκόπεπλον,</l><l n="274">Γοργούς θʼ, αἳ ναίουσι πέρην κλυτοῦ Ὠκεανοῖο</l><l n="275">ἐσχατιῇ πρὸς Νυκτός, ἵνʼ Ἑσπερίδες λιγύφωνοι,</l><l n="276">Σθεννώ τʼ Εὐρυάλη τε Μέδουσά τε λυγρὰ παθοῦσα.</l><l n="277">ἣ μὲν ἔην θνητή, αἳ δʼ ἀθάνατοι καὶ ἀγήρῳ,</l><l n="278">αἱ δύο· τῇ δὲ μιῇ παρελέξατο Κυανοχαίτης</l><l n="279">ἐν μαλακῷ λειμῶνι καὶ ἄνθεσιν εἰαρινοῖσιν.</l><l n="280">τῆς δʼ ὅτε δὴ Περσεὺς κεφαλὴν ἀπεδειροτόμησεν, </l><l n="281">ἔκθορε Χρυσαωρ τε μέγας καὶ Πήγασος ἵππος.</l><l n="282">τῷ μὲν ἐπώνυμον ἦεν, ὅτʼ Ὠκεανοῦ περὶ πηγὰς</l><l n="283">γένθʼ, ὃ δʼ ἄορ χρύσειον ἔχων μετὰ χερσὶ φίλῃσιν.</l><l n="284">χὠ μὲν ἀποπτάμενος προλιπὼν χθόνα, μητέρα μήλων,</l><l n="285">ἵκετʼ ἐς ἀθανάτους· Ζηνὸς δʼ ἐν δώμασι ναίει</l><l n="286">βροντήν τε στεροπήν τε φέρων Διὶ μητιόεντι.</l><l n="287">Χρυσάωρ δʼ ἔτεκεν τρικέφαλον Γηρυονῆα</l><l n="288">μιχθεὶς Καλλιρόῃ κούρῃ κλυτοῦ Ὠκεανοῖο.</l><l n="289">τὸν μὲν ἄρʼ ἐξενάριξε βίη Ἡρακληείη</l><l n="290">βουσὶ παρʼ εἰλιπόδεσσι περιρρύτῳ εἰν Ἐρυθείῃ</l><l n="291">ἤματι τῷ ὅτε περ βοῦς ἤλασεν εὐρυμετώπους</l><l n="292">Τίρυνθʼ εἰς ἱερὴν διαβὰς πόρον Ὠκεανοῖο</l><l n="293">Ὄρθον τε κτείνας καὶ βουκόλον Εὐρυτίωνα</l><l n="294">σταθμῷ ἐν ἠερόεντι πέρην κλυτοῦ Ὠκεανοῖο.</l><l n="295"><milestone ed="P" unit="para"/>ἣ δʼ ἔτεκʼ ἄλλο πέλωρον ἀμήχανον, οὐδὲν
                    ἐοικὸς</l><l n="296">θνητοῖς ἀνθρώποις οὐδʼ ἀθανάτοισι θεοῖσιν,</l><l n="297">σπῆι ἔνι γλαφυρῷ θείην κρατερόφρονʼ Ἔχιδναν,</l><l n="298">ἥμισυ μὲν νύμφην ἑλικώπιδα καλλιπάρῃον,</l><l n="299">ἥμισυ δʼ αὖτε πέλωρον ὄφιν δεινόν τε μέγαν τε</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>