<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:221-240</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:221-240</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="221">οὐδέ ποτε λήγουσι θεαὶ δεινοῖο χόλοιο,</l><l n="222">πρίν γʼ ἀπὸ τῷ δώωσι κακὴν ὄπιν, ὅς τις ἁμάρτῃ.</l><l n="223">τίκτε δὲ καὶ Νέμεσιν, πῆμα θνητοῖσι βροτοῖσι,</l><l n="224">Νὺξ ὀλοή· μετὰ τὴν δʼ Ἀπάτην τέκε καὶ Φιλότητα</l><l n="225">Γῆράς τʼ οὐλόμενον, καὶ Ἔριν τέκε καρτερόθυμον.</l><l n="226"><milestone ed="P" unit="para"/>αὐτὰρ Ἔρις στυγερὴ τέκε μὲν Πόνον ἀλγινόεντα</l><l n="227">Λήθην τε Λιμόν τε καὶ Ἄλγεα δακρυόεντα</l><l n="228">Ὑσμίνας τε Μάχας τε Φόνους τʼ Ἀνδροκτασίας τε</l><l n="229">Νείκεά τε ψευδέας τε Λόγους Ἀμφιλλογίας τε</l><l n="230">Δυσνομίην τʼ Ἄτην τε, συνήθεας ἀλλήλῃσιν,</l><l n="231">Ὅρκον θʼ, ὃς δὴ πλεῖστον ἐπιχθονίους ἀνθρώπους</l><l n="232">πημαίνει, ὅτε κέν τις ἑκὼν ἐπίορκον ὀμόσσῃ.</l><l n="233"><milestone ed="P" unit="para"/>Νηρέα δʼ ἀψευδέα καὶ ἀληθέα γείνατο Πόντος,</l><l n="234">πρεσβύτατον παίδων· αὐτὰρ καλέουσι γέροντα,</l><l n="235">οὕνεκα νημερτής τε καὶ ἤπιος, οὐδὲ θεμιστέων</l><l n="236">λήθεται, ἀλλὰ δίκαια καὶ ἤπια δήνεα οἶδεν·</l><l n="237">αὖτις δʼ αὖ Θαύμαντα μέγαν καὶ ἀγήνορα Φόρκυν</l><l n="238">Γαίῃ μισγόμενος καὶ Κητὼ καλλιπάρῃον</l><l n="239">Εὐρυβίην τʼ ἀδάμαντος ἐνὶ φρεσὶ θυμὸν ἔχουσαν.</l><milestone ed="p" unit="card" n="240"/><l n="240">Νηρῆος δʼ ἐγένοντο μεγήρατα τέκνα θεάων</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>