<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:21-40</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:21-40</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="21">ἄλλων τʼ ἀθανάτων ἱερὸν γένος αἰὲν ἐόντων.</l><l n="22">αἵ νύ ποθʼ Ἡσίοδον καλὴν ἐδίδαξαν ἀοιδήν,</l><l n="23">ἄρνας ποιμαίνονθʼ Ἑλικῶνος ὕπο ζαθέοιο.</l><l n="24">τόνδε δέ με πρώτιστα θεαὶ πρὸς μῦθον ἔειπον,</l><l n="25">Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο·</l><sp><l n="26"><milestone ed="P" unit="para"/>ποιμένες ἄγραυλοι, κάκʼ ἐλέγχεα, γαστέρες
                        οἶον,</l><l n="27">ἴδμεν ψεύδεα πολλὰ λέγειν ἐτύμοισιν ὁμοῖα,</l><l n="28">ἴδμεν δʼ, εὖτʼ ἐθέλωμεν, ἀληθέα γηρύσασθαι.</l></sp><milestone ed="p" unit="card" n="29"/><l n="29"><milestone ed="P" unit="para"/>ὣς ἔφασαν κοῦραι μεγάλου Διὸς ἀρτιέπειαι·</l><l n="30">καί μοι σκῆπτρον ἔδον δάφνης ἐριθηλέος ὄζον</l><l n="31">δρέψασαι, θηητόν· ἐνέπνευσαν δέ μοι αὐδὴν</l><l n="32">θέσπιν, ἵνα κλείοιμι τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα.</l><l n="33">καί μʼ ἐκέλονθʼ ὑμνεῖν μακάρων γένος αἰὲν ἐόντων,</l><l n="34">σφᾶς δʼ αὐτὰς πρῶτόν τε καὶ ὕστατον αἰὲν ἀείδειν.</l><l n="35">ἀλλὰ τί ἦ μοι ταῦτα περὶ δρῦν ἢ περὶ πέτρην; </l><l n="36"><milestone ed="P" unit="para"/>τύνη, Μουσάων ἀρχώμεθα, ταὶ Διὶ πατρὶ</l><l n="37">ὑμνεῦσαι τέρπουσι μέγαν νόον ἐντὸς Ὀλύμπου,</l><l n="38">εἰρεῦσαι τά τʼ ἐόντα τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα,</l><l n="39">φωνῇ ὁμηρεῦσαι· τῶν δʼ ἀκάματος ῥέει αὐδὴ</l><l n="40">ἐκ στομάτων ἡδεῖα· γελᾷ δέ τε δώματα πατρὸς</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>