<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:201-220</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:201-220</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="201">τῇ δʼ Ἔρος ὡμάρτησε καὶ Ἵμερος ἕσπετο καλὸς</l><l n="202">γεινομένῃ τὰ πρῶτα θεῶν τʼ ἐς φῦλον ἰούσῃ.</l><l n="203">ταύτην δʼ ἐξ ἀρχῆς τιμὴν ἔχει ἠδὲ λέλογχε</l><l n="204">μοῖραν ἐν ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσι,</l><l n="205">παρθενίους τʼ ὀάρους μειδήματά τʼ ἐξαπάτας τε</l><l n="206">τέρψιν τε γλυκερὴν φιλότητά τε μειλιχίην τε.</l><milestone ed="p" unit="card" n="207"/><l n="207"><milestone ed="P" unit="para"/>τοὺς δὲ πατὴρ Τιτῆνας ἐπίκλησιν καλέεσκε</l><l n="208">παῖδας νεικείων μέγας Οὐρανός, οὓς τέκεν αὐτός·</l><l n="209">φάσκε δὲ τιταίνοντας ἀτασθαλίῃ μέγα ῥέξαι</l><l n="210">ἔργον, τοῖο δʼ ἔπειτα τίσιν μετόπισθεν ἔσεσθαι.</l><l n="211"><milestone ed="P" unit="para"/>νὺξ δʼ ἔτεκεν στυγερόν τε Μόρον καὶ Κῆρα
                    μέλαιναν</l><l n="212">καὶ Θάνατον, τέκε δʼ Ὕπνον, ἔτικτε δὲ φῦλον Ὀνείρων·</l><l n="214">δεύτερον αὖ Μῶμον καὶ Ὀιζὺν ἀλγινόεσσαν</l><l n="213">οὔ τινι κοιμηθεῖσα θεὰ τέκε Νὺξ ἐρεβεννή, </l><l n="215">Ἑσπερίδας θʼ, ᾗς μῆλα πέρην κλυτοῦ Ὠκεανοῖο</l><l n="216">χρύσεα καλὰ μέλουσι φέροντά τε δένδρεα καρπόν.</l><l n="217">καὶ Μοίρας καὶ Κῆρας ἐγείνατο νηλεοποίνους,</l><l n="218">Κλωθώ τε Λάχεσίν τε καὶ Ἄτροπον, αἵτε βροτοῖσι</l><l n="219">γεινομένοισι διδοῦσιν ἔχειν ἀγαθόν τε κακόν τε,</l><l n="220">αἵτʼ ἀνδρῶν τε θεῶν τε παραιβασίας ἐφέπουσιν·</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>