<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:176-210</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:176-210</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="176"><milestone ed="P" unit="para"/>ἦλθε δὲ νύκτʼ ἐπάγων μέγας Οὐρανός, ἀμφὶ δὲ
                    Γαίῃ</l><l n="177">ἱμείρων φιλότητος ἐπέσχετο καί ῥʼ ἐτανύσθη</l><l n="178">πάντη· ὃ δʼ ἐκ λοχέοιο πάις ὠρέξατο χειρὶ</l><l n="179">σκαιῇ, δεξιτερῇ δὲ πελώριον ἔλλαβεν ἅρπην</l><l n="180">μακρὴν καρχαρόδοντα, φίλου δʼ ἀπὸ μήδεα πατρὸς</l><l n="181">ἐσσυμένως ἤμησε, πάλιν δʼ ἔρριψε φέρεσθαι</l><l n="182">ἐξοπίσω· τὰ μὲν οὔ τι ἐτώσια ἔκφυγε χειρός·</l><l n="183">ὅσσαι γὰρ ῥαθάμιγγες ἀπέσσυθεν αἱματόεσσαι,</l><l n="184">πάσας δέξατο Γαῖα· περιπλομένων δʼ ἐνιαυτῶν</l><l n="185">γείνατʼ Ἐρινῦς τε κρατερὰς μεγάλους τε Γίγαντας, </l><l n="186">τεύχεσι λαμπομένους, δολίχʼ ἔγχεα χερσὶν ἔχοντας,</l><l n="187">Νύμφας θʼ ἃς Μελίας καλέουσʼ ἐπʼ ἀπείρονα γαῖαν.</l><l n="188">μήδεα δʼ ὡς τὸ πρῶτον ἀποτμήξας ἀδάμαντι</l><l n="189">κάββαλʼ ἀπʼ ἠπείροιο πολυκλύστῳ ἐνὶ πόντῳ,</l><l n="190">ὣς φέρετʼ ἂμ πέλαγος πουλὺν χρόνον, ἀμφὶ δὲ λευκὸς</l><l n="191">ἀφρὸς ἀπʼ ἀθανάτου χροὸς ὤρνυτο· τῷ δʼ ἔνι κούρη</l><l n="192">ἐθρέφθη· πρῶτον δὲ Κυθήροισιν ζαθέοισιν</l><l n="193">ἔπλητʼ, ἔνθεν ἔπειτα περίρρυτον ἵκετο Κύπρον.</l><l n="194">ἐκ δʼ ἔβη αἰδοίη καλὴ θεός, ἀμφὶ δὲ ποίη</l><l n="195">ποσσὶν ὕπο ῥαδινοῖσιν ἀέξετο· τὴν δʼ Ἀφροδίτην</l><l n="196"><del>ἀφρογενέα τε θεὰν καὶ ἐυστέφανον Κυθέρειαν</del></l><l n="197">κικλῄσκουσι θεοί τε καὶ ἀνέρες, οὕνεκʼ ἐν ἀφρῷ</l><l n="198">θρέφθη· ἀτὰρ Κυθέρειαν, ὅτι προσέκυρσε Κυθήροις·</l><l n="199">Κυπρογενέα δʼ, ὅτι γέντο πολυκλύστῳ ἐνὶ Κύπρῳ·</l><l n="200">ἠδὲ φιλομμηδέα, ὅτι μηδέων ἐξεφαάνθη.</l><l n="201">τῇ δʼ Ἔρος ὡμάρτησε καὶ Ἵμερος ἕσπετο καλὸς</l><l n="202">γεινομένῃ τὰ πρῶτα θεῶν τʼ ἐς φῦλον ἰούσῃ.</l><l n="203">ταύτην δʼ ἐξ ἀρχῆς τιμὴν ἔχει ἠδὲ λέλογχε</l><l n="204">μοῖραν ἐν ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσι,</l><l n="205">παρθενίους τʼ ὀάρους μειδήματά τʼ ἐξαπάτας τε</l><l n="206">τέρψιν τε γλυκερὴν φιλότητά τε μειλιχίην τε.</l><milestone ed="p" unit="card" n="207"/><l n="207"><milestone ed="P" unit="para"/>τοὺς δὲ πατὴρ Τιτῆνας ἐπίκλησιν καλέεσκε</l><l n="208">παῖδας νεικείων μέγας Οὐρανός, οὓς τέκεν αὐτός·</l><l n="209">φάσκε δὲ τιταίνοντας ἀτασθαλίῃ μέγα ῥέξαι</l><l n="210">ἔργον, τοῖο δʼ ἔπειτα τίσιν μετόπισθεν ἔσεσθαι.</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>