<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:173-187</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:173-187</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="173"><milestone ed="P" unit="para"/>ὣς φάτο· γήθησεν δὲ μέγα φρεσὶ Γαῖα πελώρη· </l><l n="174">εἷσε δέ μιν κρύψασα λόχῳ· ἐνέθηκε δὲ χερσὶν</l><l n="175">ἅρπην καρχαρόδοντα· δόλον δʼ ὑπεθήκατο πάντα. </l><l n="176"><milestone ed="P" unit="para"/>ἦλθε δὲ νύκτʼ ἐπάγων μέγας Οὐρανός, ἀμφὶ δὲ
                    Γαίῃ</l><l n="177">ἱμείρων φιλότητος ἐπέσχετο καί ῥʼ ἐτανύσθη</l><l n="178">πάντη· ὃ δʼ ἐκ λοχέοιο πάις ὠρέξατο χειρὶ</l><l n="179">σκαιῇ, δεξιτερῇ δὲ πελώριον ἔλλαβεν ἅρπην</l><l n="180">μακρὴν καρχαρόδοντα, φίλου δʼ ἀπὸ μήδεα πατρὸς</l><l n="181">ἐσσυμένως ἤμησε, πάλιν δʼ ἔρριψε φέρεσθαι</l><l n="182">ἐξοπίσω· τὰ μὲν οὔ τι ἐτώσια ἔκφυγε χειρός·</l><l n="183">ὅσσαι γὰρ ῥαθάμιγγες ἀπέσσυθεν αἱματόεσσαι,</l><l n="184">πάσας δέξατο Γαῖα· περιπλομένων δʼ ἐνιαυτῶν</l><l n="185">γείνατʼ Ἐρινῦς τε κρατερὰς μεγάλους τε Γίγαντας, </l><l n="186">τεύχεσι λαμπομένους, δολίχʼ ἔγχεα χερσὶν ἔχοντας,</l><l n="187">Νύμφας θʼ ἃς Μελίας καλέουσʼ ἐπʼ ἀπείρονα γαῖαν.</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>