<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:142-194</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:142-194</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="142">οἳ δή τοι τὰ μὲν ἄλλα θεοῖς ἐναλίγκιοι ἦσαν, </l><l n="143">μοῦνος δʼ ὀφθαλμὸς μέσσῳ ἐνέκειτο μετώπῳ.</l><l n="144">Κύκλωπες δʼ ὄνομʼ ἦσαν ἐπώνυμον, οὕνεκʼ ἄρα σφέων</l><l n="145">κυκλοτερὴς ὀφθαλμὸς ἕεις ἐνέκειτο μετώπῳ·</l><l n="146">ἰσχὺς δʼ ἠδὲ βίη καὶ μηχαναὶ ἦσαν ἐπʼ ἔργοις.</l><l n="147"><milestone ed="P" unit="para"/>ἄλλοι δʼ αὖ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο</l><l n="148">τρεῖς παῖδες μεγάλοι τε καὶ ὄβριμοι, οὐκ ὀνομαστοί,</l><l n="149">Κόττος τε Βριάρεώς τε Γύης θʼ, ὑπερήφανα τέκνα.</l><l n="150">τῶν ἑκατὸν μὲν χεῖρες ἀπʼ ὤμων ἀίσσοντο,</l><l n="151">ἄπλαστοι, κεφαλαὶ δὲ ἑκάστῳ πεντήκοντα</l><l n="152">ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν·</l><l n="153">ἰσχὺς δʼ ἄπλητος κρατερὴ μεγάλῳ ἐπὶ εἴδει.</l><l n="154">ὅσσοι γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο,</l><l n="155">δεινότατοι παίδων, σφετέρῳ δʼ ἤχθοντο τοκῆι</l><l n="156">ἐξ ἀρχῆς· καὶ τῶν μὲν ὅπως τις πρῶτα γένοιτο,</l><l n="157">πάντας ἀποκρύπτασκε, καὶ ἐς φάος οὐκ ἀνίεσκε,</l><l n="158">Γαίης ἐν κευθμῶνι, κακῷ δʼ ἐπετέρπετο ἔργῳ</l><l n="159">Οὐρανός. ἣ δʼ ἐντὸς στοναχίζετο Γαῖα πελώρη</l><l n="160">στεινομένη· δολίην δὲ κακήν τʼ ἐφράσσατο τέχνην. </l><l n="161">αἶψα δὲ ποιήσασα γένος πολιοῦ ἀδάμαντος</l><l n="162">τεῦξε μέγα δρέπανον καὶ ἐπέφραδε παισὶ φίλοισιν·</l><l n="163">εἶπε δὲ θαρσύνουσα, φίλον τετιημένη ἦτορ·</l><sp><l n="164"><milestone ed="P" unit="para"/>παῖδες ἐμοὶ καὶ πατρὸς ἀτασθάλου, αἴ κʼ
                        ἐθέλητε</l><l n="165">πείθεσθαι, πατρός κε κακὴν τισαίμεθα λώβην</l><l n="166">ὑμετέρου· πρότερος γὰρ ἀεικέα μήσατο ἔργα.</l><l n="167"><milestone ed="P" unit="para"/>ὣς φάτο· τοὺς δʼ ἄρα πάντας ἕλεν δέος, οὐδέ
                        τις αὐτῶν</l><l n="168">φθέγξατο. θαρσήσας δὲ μέγας Κρόνος ἀγκυλομήτης</l><l n="169">ἂψ αὖτις μύθοισι προσηύδα μητέρα κεδνήν·</l><l n="170"><milestone ed="P" unit="para"/>μῆτερ, ἐγώ κεν τοῦτό γʼ ὑποσχόμενος
                        τελέσαιμι</l><l n="171">ἔργον, ἐπεὶ πατρός γε δυσωνύμου οὐκ ἀλεγίζω</l><l n="172">ἡμετέρου· πρότερος γὰρ ἀεικέα μήσατο ἔργα.</l></sp><milestone ed="p" unit="card" n="173"/><l n="173"><milestone ed="P" unit="para"/>ὣς φάτο· γήθησεν δὲ μέγα φρεσὶ Γαῖα πελώρη· </l><l n="174">εἷσε δέ μιν κρύψασα λόχῳ· ἐνέθηκε δὲ χερσὶν</l><l n="175">ἅρπην καρχαρόδοντα· δόλον δʼ ὑπεθήκατο πάντα. </l><l n="176"><milestone ed="P" unit="para"/>ἦλθε δὲ νύκτʼ ἐπάγων μέγας Οὐρανός, ἀμφὶ δὲ
                    Γαίῃ</l><l n="177">ἱμείρων φιλότητος ἐπέσχετο καί ῥʼ ἐτανύσθη</l><l n="178">πάντη· ὃ δʼ ἐκ λοχέοιο πάις ὠρέξατο χειρὶ</l><l n="179">σκαιῇ, δεξιτερῇ δὲ πελώριον ἔλλαβεν ἅρπην</l><l n="180">μακρὴν καρχαρόδοντα, φίλου δʼ ἀπὸ μήδεα πατρὸς</l><l n="181">ἐσσυμένως ἤμησε, πάλιν δʼ ἔρριψε φέρεσθαι</l><l n="182">ἐξοπίσω· τὰ μὲν οὔ τι ἐτώσια ἔκφυγε χειρός·</l><l n="183">ὅσσαι γὰρ ῥαθάμιγγες ἀπέσσυθεν αἱματόεσσαι,</l><l n="184">πάσας δέξατο Γαῖα· περιπλομένων δʼ ἐνιαυτῶν</l><l n="185">γείνατʼ Ἐρινῦς τε κρατερὰς μεγάλους τε Γίγαντας, </l><l n="186">τεύχεσι λαμπομένους, δολίχʼ ἔγχεα χερσὶν ἔχοντας,</l><l n="187">Νύμφας θʼ ἃς Μελίας καλέουσʼ ἐπʼ ἀπείρονα γαῖαν.</l><l n="188">μήδεα δʼ ὡς τὸ πρῶτον ἀποτμήξας ἀδάμαντι</l><l n="189">κάββαλʼ ἀπʼ ἠπείροιο πολυκλύστῳ ἐνὶ πόντῳ,</l><l n="190">ὣς φέρετʼ ἂμ πέλαγος πουλὺν χρόνον, ἀμφὶ δὲ λευκὸς</l><l n="191">ἀφρὸς ἀπʼ ἀθανάτου χροὸς ὤρνυτο· τῷ δʼ ἔνι κούρη</l><l n="192">ἐθρέφθη· πρῶτον δὲ Κυθήροισιν ζαθέοισιν</l><l n="193">ἔπλητʼ, ἔνθεν ἔπειτα περίρρυτον ἵκετο Κύπρον.</l><l n="194">ἐκ δʼ ἔβη αἰδοίη καλὴ θεός, ἀμφὶ δὲ ποίη</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>