<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:140-152</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:140-152</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="140">Βρόντην τε Στερόπην τε καὶ Ἄργην ὀβριμόθυμον, </l><l n="141">οἳ Ζηνὶ βροντήν τε δόσαν τεῦξάν τε κεραυνόν.</l><l n="142">οἳ δή τοι τὰ μὲν ἄλλα θεοῖς ἐναλίγκιοι ἦσαν, </l><l n="143">μοῦνος δʼ ὀφθαλμὸς μέσσῳ ἐνέκειτο μετώπῳ.</l><l n="144">Κύκλωπες δʼ ὄνομʼ ἦσαν ἐπώνυμον, οὕνεκʼ ἄρα σφέων</l><l n="145">κυκλοτερὴς ὀφθαλμὸς ἕεις ἐνέκειτο μετώπῳ·</l><l n="146">ἰσχὺς δʼ ἠδὲ βίη καὶ μηχαναὶ ἦσαν ἐπʼ ἔργοις.</l><l n="147"><milestone ed="P" unit="para"/>ἄλλοι δʼ αὖ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο</l><l n="148">τρεῖς παῖδες μεγάλοι τε καὶ ὄβριμοι, οὐκ ὀνομαστοί,</l><l n="149">Κόττος τε Βριάρεώς τε Γύης θʼ, ὑπερήφανα τέκνα.</l><l n="150">τῶν ἑκατὸν μὲν χεῖρες ἀπʼ ὤμων ἀίσσοντο,</l><l n="151">ἄπλαστοι, κεφαλαὶ δὲ ἑκάστῳ πεντήκοντα</l><l n="152">ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν·</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>