<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:1-65</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:1-65</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="1"><milestone ed="P" unit="para"/>Μουσάων Ἑλικωνιάδων ἀρχώμεθʼ ἀείδειν,</l><l n="2">αἵθʼ Ἑλικῶνος ἔχουσιν ὄρος μέγα τε ζάθεόν τε</l><l n="3">καί τε περὶ κρήνην ἰοειδέα πόσσʼ ἁπαλοῖσιν</l><l n="4">ὀρχεῦνται καὶ βωμὸν ἐρισθενέος Κρονίωνος.</l><l n="5">καί τε λοεσσάμεναι τέρενα χρόα Περμησσοῖο</l><l n="6">ἢ Ἵππου κρήνης ἢ Ὀλμειοῦ ζαθέοιο</l><l n="7">ἀκροτάτῳ Ἑλικῶνι χοροὺς ἐνεποιήσαντο</l><l n="8">καλούς, ἱμερόεντας· ἐπερρώσαντο δὲ ποσσίν.</l><l n="9">ἔνθεν ἀπορνύμεναι, κεκαλυμμέναι ἠέρι πολλῇ,</l><l n="10">ἐννύχιαι στεῖχον περικαλλέα ὄσσαν ἱεῖσαι, </l><l n="11">ὑμνεῦσαι Δία τʼ αἰγίοχον καὶ πότνιαν Ἥρην</l><l n="12">Ἀργεΐην, χρυσέοισι πεδίλοις ἐμβεβαυῖαν,</l><l n="13">κούρην τʼ αἰγιόχοιο Διὸς γλαυκῶπιν Ἀθήνην</l><l n="14">Φοῖβόν τʼ Ἀπόλλωνα καὶ Ἄρτεμιν ἰοχέαιραν</l><l n="15">ἠδὲ Ποσειδάωνα γεήοχον, ἐννοσίγαιον,</l><l n="16">καὶ Θέμιν αἰδοίην ἑλικοβλέφαρόν τʼ Ἀφροδίτην</l><l n="17">Ἥβην τε χρυσοστέφανον καλήν τε Διώνην</l><l n="18">Λητώ τʼ Ἰαπετόν τε ἰδὲ Κρόνον ἀγκυλομήτην</l><l n="19">Ἠῶ τʼ Ἠέλιόν τε μέγαν λαμπράν τε Σελήνην</l><l n="20">Γαῖάν τʼ Ὠκεανόν τε μέγαν καὶ Νύκτα μέλαιναν</l><l n="21">ἄλλων τʼ ἀθανάτων ἱερὸν γένος αἰὲν ἐόντων.</l><l n="22">αἵ νύ ποθʼ Ἡσίοδον καλὴν ἐδίδαξαν ἀοιδήν,</l><l n="23">ἄρνας ποιμαίνονθʼ Ἑλικῶνος ὕπο ζαθέοιο.</l><l n="24">τόνδε δέ με πρώτιστα θεαὶ πρὸς μῦθον ἔειπον,</l><l n="25">Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο·</l><sp><l n="26"><milestone ed="P" unit="para"/>ποιμένες ἄγραυλοι, κάκʼ ἐλέγχεα, γαστέρες
                        οἶον,</l><l n="27">ἴδμεν ψεύδεα πολλὰ λέγειν ἐτύμοισιν ὁμοῖα,</l><l n="28">ἴδμεν δʼ, εὖτʼ ἐθέλωμεν, ἀληθέα γηρύσασθαι.</l></sp><milestone ed="p" unit="card" n="29"/><l n="29"><milestone ed="P" unit="para"/>ὣς ἔφασαν κοῦραι μεγάλου Διὸς ἀρτιέπειαι·</l><l n="30">καί μοι σκῆπτρον ἔδον δάφνης ἐριθηλέος ὄζον</l><l n="31">δρέψασαι, θηητόν· ἐνέπνευσαν δέ μοι αὐδὴν</l><l n="32">θέσπιν, ἵνα κλείοιμι τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα.</l><l n="33">καί μʼ ἐκέλονθʼ ὑμνεῖν μακάρων γένος αἰὲν ἐόντων,</l><l n="34">σφᾶς δʼ αὐτὰς πρῶτόν τε καὶ ὕστατον αἰὲν ἀείδειν.</l><l n="35">ἀλλὰ τί ἦ μοι ταῦτα περὶ δρῦν ἢ περὶ πέτρην; </l><l n="36"><milestone ed="P" unit="para"/>τύνη, Μουσάων ἀρχώμεθα, ταὶ Διὶ πατρὶ</l><l n="37">ὑμνεῦσαι τέρπουσι μέγαν νόον ἐντὸς Ὀλύμπου,</l><l n="38">εἰρεῦσαι τά τʼ ἐόντα τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα,</l><l n="39">φωνῇ ὁμηρεῦσαι· τῶν δʼ ἀκάματος ῥέει αὐδὴ</l><l n="40">ἐκ στομάτων ἡδεῖα· γελᾷ δέ τε δώματα πατρὸς</l><l n="41">Ζηνὸς ἐριγδούποιο θεᾶν ὀπὶ λειριοέσσῃ</l><l n="42">σκιδναμένῃ· ἠχεῖ δὲ κάρη νιφόεντος Ὀλύμπου</l><l n="43">δώματά τʼ ἀθανάτων. αἳ δʼ ἄμβροτον ὄσσαν ἱεῖσαι</l><l n="44">θεῶν γένος αἰδοῖον πρῶτον κλείουσιν ἀοιδῇ</l><l n="45">ἐξ ἀρχῆς, οὓς Γαῖα καὶ Οὐρανὸς εὐρὺς ἔτικτεν,</l><l n="46">οἵ τʼ ἐκ τῶν ἐγένοντο θεοί, δωτῆρες ἐάων.</l><l n="47">δεύτερον αὖτε Ζῆνα, θεῶν πατέρʼ ἠδὲ καὶ ἀνδρῶν,</l><l n="48">ἀρχόμεναί θʼ ὑμνεῦσι καὶ ἐκλήγουσαι ἀοιδῆς,</l><l n="49">ὅσσον φέρτατός ἐστι θεῶν κράτεί τε μέγιστος.</l><l n="50">αὖτις δʼ ἀνθρώπων τε γένος κρατερῶν τε Γιγάντων</l><l n="51">ὑμνεῦσαι τέρπουσι Διὸς νόον ἐντὸς Ὀλύμπου</l><l n="52">Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο.</l><milestone ed="p" unit="card" n="53"/><l n="53"><milestone ed="P" unit="para"/>τὰς ἐν Πιερίῃ Κρονίδῃ τέκε πατρὶ μιγεῖσα</l><l n="54">Μνημοσύνη, γουνοῖσιν Ἐλευθῆρος μεδέουσα,</l><l n="55">λησμοσύνην τε κακῶν ἄμπαυμά τε μερμηράων. </l><l n="56">ἐννέα γάρ οἱ νυκτὸς ἐμίσγετο μητίετα Ζεὺς</l><l n="57">νόσφιν ἀπʼ ἀθανάτων ἱερὸν λέχος εἰσαναβαίνων·</l><l n="58">ἀλλʼ ὅτε δή ῥʼ ἐνιαυτὸς ἔην, περὶ δʼ ἔτραπον ὧραι</l><l n="59">μηνῶν φθινόντων, περὶ δʼ ἤματα πόλλʼ ἐτελέσθη,</l><l n="60">ἣ δʼ ἔτεκʼ ἐννέα κούρας ὁμόφρονας, ᾗσιν ἀοιδὴ</l><l n="61">μέμβλεται ἐν στήθεσσιν, ἀκηδέα θυμὸν ἐχούσαις,</l><l n="62">τυτθὸν ἀπʼ ἀκροτάτης κορυφῆς νιφόεντος Ὀλύμπου.</l><milestone ed="p" unit="card" n="63"/><l n="63">ἔνθα σφιν λιπαροί τε χοροὶ καὶ δώματα καλά.</l><l n="64">πὰρ δʼ αὐτῇς Χάριτές τε καὶ Ἵμερος οἰκίʼ ἔχουσιν</l><l n="65">ἐν θαλίῃς· ἐρατὴν δὲ διὰ στόμα ὄσσαν ἱεῖσαι</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>