<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:1-20</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:1-20</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="1"><milestone ed="P" unit="para"/>Μουσάων Ἑλικωνιάδων ἀρχώμεθʼ ἀείδειν,</l><l n="2">αἵθʼ Ἑλικῶνος ἔχουσιν ὄρος μέγα τε ζάθεόν τε</l><l n="3">καί τε περὶ κρήνην ἰοειδέα πόσσʼ ἁπαλοῖσιν</l><l n="4">ὀρχεῦνται καὶ βωμὸν ἐρισθενέος Κρονίωνος.</l><l n="5">καί τε λοεσσάμεναι τέρενα χρόα Περμησσοῖο</l><l n="6">ἢ Ἵππου κρήνης ἢ Ὀλμειοῦ ζαθέοιο</l><l n="7">ἀκροτάτῳ Ἑλικῶνι χοροὺς ἐνεποιήσαντο</l><l n="8">καλούς, ἱμερόεντας· ἐπερρώσαντο δὲ ποσσίν.</l><l n="9">ἔνθεν ἀπορνύμεναι, κεκαλυμμέναι ἠέρι πολλῇ,</l><l n="10">ἐννύχιαι στεῖχον περικαλλέα ὄσσαν ἱεῖσαι, </l><l n="11">ὑμνεῦσαι Δία τʼ αἰγίοχον καὶ πότνιαν Ἥρην</l><l n="12">Ἀργεΐην, χρυσέοισι πεδίλοις ἐμβεβαυῖαν,</l><l n="13">κούρην τʼ αἰγιόχοιο Διὸς γλαυκῶπιν Ἀθήνην</l><l n="14">Φοῖβόν τʼ Ἀπόλλωνα καὶ Ἄρτεμιν ἰοχέαιραν</l><l n="15">ἠδὲ Ποσειδάωνα γεήοχον, ἐννοσίγαιον,</l><l n="16">καὶ Θέμιν αἰδοίην ἑλικοβλέφαρόν τʼ Ἀφροδίτην</l><l n="17">Ἥβην τε χρυσοστέφανον καλήν τε Διώνην</l><l n="18">Λητώ τʼ Ἰαπετόν τε ἰδὲ Κρόνον ἀγκυλομήτην</l><l n="19">Ἠῶ τʼ Ἠέλιόν τε μέγαν λαμπράν τε Σελήνην</l><l n="20">Γαῖάν τʼ Ὠκεανόν τε μέγαν καὶ Νύκτα μέλαιναν</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>