<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:1-157</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:1-157</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="1"><milestone ed="P" unit="para"/>Μουσάων Ἑλικωνιάδων ἀρχώμεθʼ ἀείδειν,</l><l n="2">αἵθʼ Ἑλικῶνος ἔχουσιν ὄρος μέγα τε ζάθεόν τε</l><l n="3">καί τε περὶ κρήνην ἰοειδέα πόσσʼ ἁπαλοῖσιν</l><l n="4">ὀρχεῦνται καὶ βωμὸν ἐρισθενέος Κρονίωνος.</l><l n="5">καί τε λοεσσάμεναι τέρενα χρόα Περμησσοῖο</l><l n="6">ἢ Ἵππου κρήνης ἢ Ὀλμειοῦ ζαθέοιο</l><l n="7">ἀκροτάτῳ Ἑλικῶνι χοροὺς ἐνεποιήσαντο</l><l n="8">καλούς, ἱμερόεντας· ἐπερρώσαντο δὲ ποσσίν.</l><l n="9">ἔνθεν ἀπορνύμεναι, κεκαλυμμέναι ἠέρι πολλῇ,</l><l n="10">ἐννύχιαι στεῖχον περικαλλέα ὄσσαν ἱεῖσαι, </l><l n="11">ὑμνεῦσαι Δία τʼ αἰγίοχον καὶ πότνιαν Ἥρην</l><l n="12">Ἀργεΐην, χρυσέοισι πεδίλοις ἐμβεβαυῖαν,</l><l n="13">κούρην τʼ αἰγιόχοιο Διὸς γλαυκῶπιν Ἀθήνην</l><l n="14">Φοῖβόν τʼ Ἀπόλλωνα καὶ Ἄρτεμιν ἰοχέαιραν</l><l n="15">ἠδὲ Ποσειδάωνα γεήοχον, ἐννοσίγαιον,</l><l n="16">καὶ Θέμιν αἰδοίην ἑλικοβλέφαρόν τʼ Ἀφροδίτην</l><l n="17">Ἥβην τε χρυσοστέφανον καλήν τε Διώνην</l><l n="18">Λητώ τʼ Ἰαπετόν τε ἰδὲ Κρόνον ἀγκυλομήτην</l><l n="19">Ἠῶ τʼ Ἠέλιόν τε μέγαν λαμπράν τε Σελήνην</l><l n="20">Γαῖάν τʼ Ὠκεανόν τε μέγαν καὶ Νύκτα μέλαιναν</l><l n="21">ἄλλων τʼ ἀθανάτων ἱερὸν γένος αἰὲν ἐόντων.</l><l n="22">αἵ νύ ποθʼ Ἡσίοδον καλὴν ἐδίδαξαν ἀοιδήν,</l><l n="23">ἄρνας ποιμαίνονθʼ Ἑλικῶνος ὕπο ζαθέοιο.</l><l n="24">τόνδε δέ με πρώτιστα θεαὶ πρὸς μῦθον ἔειπον,</l><l n="25">Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο·</l><sp><l n="26"><milestone ed="P" unit="para"/>ποιμένες ἄγραυλοι, κάκʼ ἐλέγχεα, γαστέρες
                        οἶον,</l><l n="27">ἴδμεν ψεύδεα πολλὰ λέγειν ἐτύμοισιν ὁμοῖα,</l><l n="28">ἴδμεν δʼ, εὖτʼ ἐθέλωμεν, ἀληθέα γηρύσασθαι.</l></sp><milestone ed="p" unit="card" n="29"/><l n="29"><milestone ed="P" unit="para"/>ὣς ἔφασαν κοῦραι μεγάλου Διὸς ἀρτιέπειαι·</l><l n="30">καί μοι σκῆπτρον ἔδον δάφνης ἐριθηλέος ὄζον</l><l n="31">δρέψασαι, θηητόν· ἐνέπνευσαν δέ μοι αὐδὴν</l><l n="32">θέσπιν, ἵνα κλείοιμι τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα.</l><l n="33">καί μʼ ἐκέλονθʼ ὑμνεῖν μακάρων γένος αἰὲν ἐόντων,</l><l n="34">σφᾶς δʼ αὐτὰς πρῶτόν τε καὶ ὕστατον αἰὲν ἀείδειν.</l><l n="35">ἀλλὰ τί ἦ μοι ταῦτα περὶ δρῦν ἢ περὶ πέτρην; </l><l n="36"><milestone ed="P" unit="para"/>τύνη, Μουσάων ἀρχώμεθα, ταὶ Διὶ πατρὶ</l><l n="37">ὑμνεῦσαι τέρπουσι μέγαν νόον ἐντὸς Ὀλύμπου,</l><l n="38">εἰρεῦσαι τά τʼ ἐόντα τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα,</l><l n="39">φωνῇ ὁμηρεῦσαι· τῶν δʼ ἀκάματος ῥέει αὐδὴ</l><l n="40">ἐκ στομάτων ἡδεῖα· γελᾷ δέ τε δώματα πατρὸς</l><l n="41">Ζηνὸς ἐριγδούποιο θεᾶν ὀπὶ λειριοέσσῃ</l><l n="42">σκιδναμένῃ· ἠχεῖ δὲ κάρη νιφόεντος Ὀλύμπου</l><l n="43">δώματά τʼ ἀθανάτων. αἳ δʼ ἄμβροτον ὄσσαν ἱεῖσαι</l><l n="44">θεῶν γένος αἰδοῖον πρῶτον κλείουσιν ἀοιδῇ</l><l n="45">ἐξ ἀρχῆς, οὓς Γαῖα καὶ Οὐρανὸς εὐρὺς ἔτικτεν,</l><l n="46">οἵ τʼ ἐκ τῶν ἐγένοντο θεοί, δωτῆρες ἐάων.</l><l n="47">δεύτερον αὖτε Ζῆνα, θεῶν πατέρʼ ἠδὲ καὶ ἀνδρῶν,</l><l n="48">ἀρχόμεναί θʼ ὑμνεῦσι καὶ ἐκλήγουσαι ἀοιδῆς,</l><l n="49">ὅσσον φέρτατός ἐστι θεῶν κράτεί τε μέγιστος.</l><l n="50">αὖτις δʼ ἀνθρώπων τε γένος κρατερῶν τε Γιγάντων</l><l n="51">ὑμνεῦσαι τέρπουσι Διὸς νόον ἐντὸς Ὀλύμπου</l><l n="52">Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο.</l><milestone ed="p" unit="card" n="53"/><l n="53"><milestone ed="P" unit="para"/>τὰς ἐν Πιερίῃ Κρονίδῃ τέκε πατρὶ μιγεῖσα</l><l n="54">Μνημοσύνη, γουνοῖσιν Ἐλευθῆρος μεδέουσα,</l><l n="55">λησμοσύνην τε κακῶν ἄμπαυμά τε μερμηράων. </l><l n="56">ἐννέα γάρ οἱ νυκτὸς ἐμίσγετο μητίετα Ζεὺς</l><l n="57">νόσφιν ἀπʼ ἀθανάτων ἱερὸν λέχος εἰσαναβαίνων·</l><l n="58">ἀλλʼ ὅτε δή ῥʼ ἐνιαυτὸς ἔην, περὶ δʼ ἔτραπον ὧραι</l><l n="59">μηνῶν φθινόντων, περὶ δʼ ἤματα πόλλʼ ἐτελέσθη,</l><l n="60">ἣ δʼ ἔτεκʼ ἐννέα κούρας ὁμόφρονας, ᾗσιν ἀοιδὴ</l><l n="61">μέμβλεται ἐν στήθεσσιν, ἀκηδέα θυμὸν ἐχούσαις,</l><l n="62">τυτθὸν ἀπʼ ἀκροτάτης κορυφῆς νιφόεντος Ὀλύμπου.</l><milestone ed="p" unit="card" n="63"/><l n="63">ἔνθα σφιν λιπαροί τε χοροὶ καὶ δώματα καλά.</l><l n="64">πὰρ δʼ αὐτῇς Χάριτές τε καὶ Ἵμερος οἰκίʼ ἔχουσιν</l><l n="65">ἐν θαλίῃς· ἐρατὴν δὲ διὰ στόμα ὄσσαν ἱεῖσαι</l><l n="66">μέλπονται πάντων τε νόμους καὶ ἤθεα κεδνὰ</l><l n="67">ἀθανάτων κλείουσιν, ἐπήρατον ὄσσαν ἱεῖσαι.</l><l n="68">αἳ τότʼ ἴσαν πρὸς Ὄλυμπον ἀγαλλόμεναι ὀπὶ καλῇ,</l><l n="69">ἀμβροσίῃ μολπῇ· περὶ δʼ ἴαχε γαῖα μέλαινα</l><l n="70">ὑμνεύσαις, ἐρατὸς δὲ ποδῶν ὕπο δοῦπος ὀρώρει</l><l n="71">νισσομένων πατέρʼ εἰς ὅν· ὃ δʼ οὐρανῷ ἐμβασιλεύει,</l><l n="72">αὐτὸς ἔχων βροντὴν ἠδʼ αἰθαλόεντα κεραυνόν,</l><l n="73">κάρτει νικήσας πατέρα Κρόνον· εὖ δὲ ἕκαστα</l><l n="74">ἀθανάτοις διέταξεν ὁμῶς καὶ ἐπέφραδε τιμάς.</l><l n="75"><milestone ed="P" unit="para"/>ταῦτʼ ἄρα Μοῦσαι ἄειδον, Ὀλύμπια δώματʼ
                    ἔχουσαι,</l><l n="76">ἐννέα θυγατέρες μεγάλου Διὸς ἐκγεγαυῖαι,</l><l n="77">Κλειώ τʼ Εὐτέρπη τε Θάλειά τε Μελπομέενη τε</l><l n="78">Τερψιχόρη τʼ Ἐρατώ τε Πολύμνιά τʼ Οὐρανίη τε</l><l n="79">Καλλιόπη θʼ· ἣ δὲ προφερεστάτη ἐστὶν ἁπασέων.</l><l n="80">ἣ γὰρ καὶ βασιλεῦσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ. </l><l n="81">ὅν τινα τιμήσωσι Διὸς κοῦραι μεγάλοιο</l><l n="82">γεινόμενόν τε ἴδωσι διοτρεφέων βασιλήων,</l><l n="83">τῷ μὲν ἐπὶ γλώσσῃ γλυκερὴν χείουσιν ἐέρσην,</l><l n="84">τοῦ δʼ ἔπεʼ ἐκ στόματος ῥεῖ μείλιχα· οἱ δέ τε λαοὶ</l><l n="85">πάντες ἐς αὐτὸν ὁρῶσι διακρίνοντα θέμιστας</l><l n="86">ἰθείῃσι δίκῃσιν· ὃ δʼ ἀσφαλέως ἀγορεύων</l><l n="87">αἶψά κε καὶ μέγα νεῖκος ἐπισταμένως κατέπαυσεν·</l><l n="88">τοὔνεκα γὰρ βασιλῆες ἐχέφρονες, οὕνεκα λαοῖς</l><l n="89">βλαπτομένοις ἀγορῆφι μετάτροπα ἔργα τελεῦσι</l><l n="90">ῥηιδίως, μαλακοῖσι παραιφάμενοι ἐπέεσσιν.</l><l n="91">ἐρχόμενον δʼ ἀνʼ ἀγῶνα θεὸν ὣς ἱλάσκονται</l><l n="92">αἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισιν·</l><l n="93">τοίη Μουσάων ἱερὴ δόσις ἀνθρώποισιν.</l><l n="94">ἐκ γάρ τοι Μουσέων καὶ ἑκηβόλου Ἀπόλλωνος</l><l n="95">ἄνδρες ἀοιδοὶ ἔασιν ἐπὶ χθόνα καὶ κιθαρισταί, </l><l n="96">ἐκ δὲ Διὸς βασιλῆες· ὃ δʼ ὄλβιος, ὅν τινα Μοῦσαι</l><l n="97">φίλωνται· γλυκερή οἱ ἀπὸ στόματος ῥέει αὐδή.</l><l n="98">εἰ γάρ τις καὶ πένθος ἔχων νεοκηδέι θυμῷ</l><l n="99">ἄζηται κραδίην ἀκαχήμενος, αὐτὰρ ἀοιδὸς</l><l n="100">Μουσάων θεράπων κλέεα προτέρων ἀνθρώπων</l><l n="101">ὑμνήσῃ μάκαράς τε θεούς, οἳ Ὄλυμπον ἔχουσιν,</l><l n="102">αἶψʼ ὅ γε δυσφροσυνέων ἐπιλήθεται οὐδέ τι κηδέων</l><l n="103">μέμνηται· ταχέως δὲ παρέτραπε δῶρα θεάων.</l><sp><milestone ed="p" unit="card" n="104"/><l n="104"><milestone ed="P" unit="para"/>χαίρετε, τέκνα Διός, δότε δʼ ἱμερόεσσαν
                        ἀοιδήν.</l><l n="105">κλείετε δʼ ἀθανάτων ἱερὸν γένος αἰὲν ἐόντων, </l><l n="106">οἳ Γῆς τʼ ἐξεγένοντο καὶ Οὐρανοῦ ἀστερόεντος,</l><l n="107">Νυκτός τε δνοφερῆς, οὕς θʼ ἁλμυρὸς ἔτρεφε Πόντος.</l><l n="108">εἴπατε δʼ, ὡς τὰ πρῶτα θεοὶ καὶ γαῖα γένοντο</l><l n="109">καὶ ποταμοὶ καὶ πόντος ἀπείριτος, οἴδματι θυίων, </l><l n="110">ἄστρα τε λαμπετόωντα καὶ οὐρανὸς εὐρὺς ὕπερθεν</l><l n="111"><del>οἵ τʼ ἐκ τῶν ἐγένοντο θεοί, δωτῆρες ἐάων</del></l><l n="112">ὥς τʼ ἄφενος δάσσαντο καὶ ὡς τιμὰς διέλοντο</l><l n="113">ἠδὲ καὶ ὡς τὰ πρῶτα πολύπτυχον ἔσχον Ὄλυμπον.</l><l n="114">ταῦτά μοι ἔσπετε Μοῦσαι, Ὀλύμπια δώματʼ ἔχουσαι</l><l n="115">ἐξ ἀρχῆς, καὶ εἴπαθʼ, ὅ τι πρῶτον γένετʼ αὐτῶν.</l></sp><l n="116"><milestone ed="P" unit="para"/>ἦ τοι μὲν πρώτιστα Χάος γένετʼ, αὐτὰρ ἔπειτα</l><l n="117">Γαῖʼ εὐρύστερνος, πάντων ἕδος ἀσφαλὲς αἰεὶ</l><l n="118"><del>ἀθανάτων, οἳ ἔχουσι κάρη νιφόεντος Ὀλύμπου,</del></l><l n="119">Τάρταρά τʼ ἠερόεντα μυχῷ χθονὸς εὐρυοδείης,</l><l n="120">ἠδʼ Ἔρος, ὃς κάλλιστος ἐν ἀθανάτοισι θεοῖσι,</l><l n="121">λυσιμελής, πάντων δὲ θεῶν πάντων τʼ ἀνθρώπων</l><l n="122">δάμναται ἐν στήθεσσι νόον καὶ ἐπίφρονα βουλήν.</l><l n="123">ἐκ Χάεος δʼ Ἔρεβός τε μέλαινά τε Νὺξ ἐγένοντο·</l><l n="124">Νυκτὸς δʼ αὖτʼ Αἰθήρ τε καὶ Ἡμέρη ἐξεγένοντο,</l><l n="125">οὓς τέκε κυσαμένη Ἐρέβει φιλότητι μιγεῖσα. </l><l n="126">Γαῖα δέ τοι πρῶτον μὲν ἐγείνατο ἶσον ἑαυτῇ </l><l n="127">Οὐρανὸν ἀστερόενθʼ, ἵνα μιν περὶ πάντα καλύπτοι,</l><l n="128">ὄφρʼ εἴη μακάρεσσι θεοῖς ἕδος ἀσφαλὲς αἰεί.</l><l n="129">γείνατο δʼ Οὔρεα μακρά, θεῶν χαρίεντας ἐναύλους,</l><l n="130">Νυμφέων, αἳ ναίουσιν ἀνʼ οὔρεα βησσήεντα.</l><l n="131">ἣ δὲ καὶ ἀτρύγετον πέλαγος τέκεν, οἴδματι θυῖον, </l><l n="132">Πόντον, ἄτερ φιλότητος ἐφιμέρου· αὐτὰρ ἔπειτα</l><l n="133">Οὐρανῷ εὐνηθεῖσα τέκʼ Ὠκεανὸν βαθυδίνην,</l><l n="134">Κοῖόν τε Κρῖόν θʼ Ὑπερίονά τʼ Ἰαπετόν τε</l><l n="135">Θείαν τε Ῥείαν τε Θέμιν τε Μνημοσύνην τε</l><l n="136">Φοίβην τε χρυσοστέφανον Τηθύν τʼ ἐρατεινήν.</l><l n="137">τοὺς δὲ μέθʼ ὁπλότατος γένετο Κρόνος ἀγκυλομήτης,</l><l n="138">δεινότατος παίδων· θαλερὸν δʼ ἤχθηρε τοκῆα.</l><milestone ed="p" unit="card" n="139"/><l n="139"><milestone ed="P" unit="para"/>γείνατο δʼ αὖ Κύκλωπας ὑπέρβιον ἦτορ ἔχοντας,</l><l n="140">Βρόντην τε Στερόπην τε καὶ Ἄργην ὀβριμόθυμον, </l><l n="141">οἳ Ζηνὶ βροντήν τε δόσαν τεῦξάν τε κεραυνόν.</l><l n="142">οἳ δή τοι τὰ μὲν ἄλλα θεοῖς ἐναλίγκιοι ἦσαν, </l><l n="143">μοῦνος δʼ ὀφθαλμὸς μέσσῳ ἐνέκειτο μετώπῳ.</l><l n="144">Κύκλωπες δʼ ὄνομʼ ἦσαν ἐπώνυμον, οὕνεκʼ ἄρα σφέων</l><l n="145">κυκλοτερὴς ὀφθαλμὸς ἕεις ἐνέκειτο μετώπῳ·</l><l n="146">ἰσχὺς δʼ ἠδὲ βίη καὶ μηχαναὶ ἦσαν ἐπʼ ἔργοις.</l><l n="147"><milestone ed="P" unit="para"/>ἄλλοι δʼ αὖ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο</l><l n="148">τρεῖς παῖδες μεγάλοι τε καὶ ὄβριμοι, οὐκ ὀνομαστοί,</l><l n="149">Κόττος τε Βριάρεώς τε Γύης θʼ, ὑπερήφανα τέκνα.</l><l n="150">τῶν ἑκατὸν μὲν χεῖρες ἀπʼ ὤμων ἀίσσοντο,</l><l n="151">ἄπλαστοι, κεφαλαὶ δὲ ἑκάστῳ πεντήκοντα</l><l n="152">ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν·</l><l n="153">ἰσχὺς δʼ ἄπλητος κρατερὴ μεγάλῳ ἐπὶ εἴδει.</l><l n="154">ὅσσοι γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο,</l><l n="155">δεινότατοι παίδων, σφετέρῳ δʼ ἤχθοντο τοκῆι</l><l n="156">ἐξ ἀρχῆς· καὶ τῶν μὲν ὅπως τις πρῶτα γένοιτο,</l><l n="157">πάντας ἀποκρύπτασκε, καὶ ἐς φάος οὐκ ἀνίεσκε,</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>