<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1:55-63</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1:55-63</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="55"><p>ὡς γὰρ αἱ τοῦ σώματος καὶ τῆς ψυχῆς ὁμοιότητες κατά
τε τὴν μορφὴν καὶ σχέσεις καὶ κινήσεις βουλάς τε καὶ πράξεις ἐν τοῖς
σπερματικοῖς σῴζονται λόγοις, οὕτως εἰκὸς ἐν τοῖς αὐτοῖς ὑπογράφεσθαι <lb n="5"/>
 τυπωδέστερον <milestone unit="altpage1" n="p. 554 M."/>  καὶ τὴν πρὸς ἡγεμονίαν ἐμφέρειαν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="56"><p>εἶτα ἐμὲ τὸν καὶ πρὸ
τῆς γενέσεως ἔτι κατὰ γαστρὸς ἐν τῷ τῆς φύσεως ἐργαστηρίῳ διαπλασθέντα αὐτοκράτορα τολμᾷ τις διδάσκειν, ἀνεπιστήμων ἐπιστήμονα;
ποῦ γὰρ τοῖς ἰδιώταις πρὸ μικροῦ θέμις εἰς ἡγεμονικῆς ψυχῆς παρακύψαι
βουλεύματα; τολμῶσι δὲ ὑπ’ ἀναισχύντου θράσους ἱεροφαντεῖν καὶ τελεῖν <lb n="10"/>
 τὰ ἡγεμονικὰ μόλις ἂν ἐν μύσταις ἀναγραφέντες.“</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="57"><p>ἐκ δὲ τοῦ κατ’ ὀλίγον
μελετῶν ἀλλοτριοῦσθαι τοῦ Μάκρωνος ἤρχετο καὶ ψευδεῖς μὲν πιθανὰς
δὲ καὶ εὐπαραγώγους κατ’ αὐτοῦ πλάττειν αἰτίας· δειναὶ γὰρ αἱ εὔθικτοι
 καὶ μεγάλαι φύσεις εἰκοτολογῆσαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="58"><p>τοιαῦται δὲ ἦσαν αἱ προφάσεις·
„ἐμόν ἐστι τοῦ Μάκρωνος ἔργον Γάιος· μᾶλλον αὐτὸν ἢ οὐχ ἧττον τῶν <lb n="15"/>
γονέων γεγέννηκα· τρίς, οὐχ ἅπαξ, ἀνήρπαστο ἂν ἐπ’ αὐτῷ Τιβερίου
φονῶντος, εἰ μὴ δι’ ἐμὲ καὶ τὰς ἐμὰς παρηγορίας· ἀλλὰ καὶ τελευτήσαντος
ἔχων ὑπηκόους τὰς στρατιωτικὰς δυνάμεις εὐθὺς εἰς τὴν ἐκείνου παρέπεμψα τάξιν, ἀναδιδάσκων ὅτι ἀνδρὸς ἑνὸς γέγονεν ἔνδεια· μένει δὲ
 ἄρτιος καὶ πλήρης ἡ ἡγεμονία.“</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="59"><p>τούτοις συνεπείθοντό τινες ὡς ἀψευδέσιν <lb n="20"/>
ἀγνοοῦντες τὸν φένακα τρόπον τοῦ λέγοντος· οὔπω γὰρ ἦν τὸ πεπλασμένον
αὐτοῦ καὶ ποικίλον τῶν ἠθῶν ἐμφανές. ἀλλὰ γὰρ οὐ πολλαῖς ὕστερον
ἡμέραις ἐκποδὼν ὁ κακοδαίμων γίνεται σὺν τῇ γυναικί, τῆς περιττῆς
 εὐνοίας ἀμοιβὰς τὰς ἀνωτάτω τιμωρίας ἀντιλαβών.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="60"><p>τοιοῦτόν ἐστιν ἡ
εἰς τοὺς ἀχαρίστους χάρις· ἀντὶ γὰρ ὧν ὠφελήθησαν, παρέχουσι τὰς <lb n="25"/>
μεγίστας ζημίας τοῖς εὐεργετήσασιν. ὁ γοῦν Μάκρων πάντα ἐπ’ ἀληθείας
πραγματευσάμενος μετ’ ἐκτενεστάτης σπουδῆς καὶ φιλοτιμίας, τὸ μὲν
<note xml:lang="mul" type="footnote"><lb/>1 τὸ ante μητρῶον add. A
<lb/>3 ὁμοιότητι L
<lb/>5 σπερματικοῖς] σπαρτιμοῖς L λόγοις om. L (Turn.)
<lb/>6 ἐμφέρειαν] εὐφυΐαν coni. Mang. καὶ τὸν transp. A 
<lb/>7 τῆς πρὸ transp. G
<lb/>9 ἰδιῶ (in folii fine) C
<lb/>10 τολμῶσιν M δ’ MA ὑπ’ MAH: ὑπὸ CGO ἀναισχυντίας Η (Turn.), καὶ add. H2L (Turn.) 
<lb/>11 τὰ om. A ἐν om. Η1, ss. H2
<lb/>12 μελετᾶν coni. Matthaei μὲν] καὶ Tauchn.
<lb/>13 παραγωγοὺς A αἰ A, ss. (Maug.): om. ceteri (Turn.) εὔθικτοι Η1 (Mang.): εὔθηκτοι CGOAH2L (Turn.), εὔεικτοι M 
<lb/>14 δ’ Α προφάσεις] ὡς Μάκρωνα λεληκέναι vel similia excidisse putat Dahl 
<lb/>15 ἐαρι (ν eras.) C ἢ om. A
<lb/>16 γεγένηκα H ἂν om. Α ἐπ’ αὐτῷ] ἀπ’ αὐτοῦ Α
<lb/>19 ἔκδεια C δὲ] γὰρ A
<lb/>20 ἀρτίως Ο 
<lb/>21 φένακα GOAH: φαίνακα C, φαίνεκα M πεπλασμένων M
<lb/>23 περιττῆς Turn. (v): περὶ τῆς CGOMH, περὶ τὴν A
<lb/>24 εὔνοιαν Α ἀμοιβὰς Turn. (v): ἀμοιβῆς codd. γὰρ ante ἐστιν add. M
<lb/>26 πάντ’ Α ἀληθεία A 
<lb/>27 μετ’ om. ὢ, add. Η2 σπουδῆς] τιμῆς A</note> <note xml:lang="mul" type="footnote">24—26 DH fol. Θίλωνος: τοιοῦτον εἰς τοὺς ἀχαρίστους — εὐεργετήσασιν.</note>  

<pb n="v.6.p.167"/>
πρῶτον ὑπὲρ τοῦ σῶσαι Γάιον, ἔπειτα δὲ ὑπὲρ τοῦ μόνον τὴν ἡγεμονίαν
διαδέξασθαι, τοιαῦτα εὕρατο τὰ ἐπίχειρα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="61"><p>λέγεται γάρ, ὅτι ἠναγκάσθη ὁ δείλαιος αὐτοχειρίᾳ κτεῖναι ἑαυτὸν καὶ τὴν αὐτὴν ἀνεδέξατο συμφορὰν
ἡ γυνή, καίτοι ποτὲ νομισθεῖσα διὰ συνηθείας αὐτῷ γενέσθαι· βέβαιον
<lb n="5"/> δὲ οὐδέν φασι τῶν ἐν ἔρωτι φίλτρων εἶναι διὰ τὸ τοῦ πάθους ἁψίκορον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="62"><p><milestone unit="altref" n="9"/> Ἐπειδὴ δὲ καὶ ὁ Μάκρων πανοίκιος ἱέρευτο, τρίτῳ ἐπαπεδύετο δόλῳ βαρυτέρῳ. πενθερὸς ἐγεγένητο αὐτῷ Μάρκος Σιλανός, μεστὸς
φρονήματος ἀνὴρ καὶ γένει λαμπρός. οὗτος ὠκυμόρου τῆς θυγατρὸς
ἀποθανούσης ἔτι περιεῖπε τὸν Γάιον, εὔνοιαν προσφερόμενος οὐ πενθεροῦ
<lb n="10"/> μᾶλλον ἢ γνησίου πατρός, ἧς ἐνόμιζεν ἀντιλήψεσθαι κατὰ νόμον ἰσότητος
μεθαρμοσάμενος τὸν γαμβρὸν εἰς υἱόν. ἐλελήθει δὲ ἄρα ψευδοδοξῶν
 καὶ ἀπατώμενος.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="63"><p><milestone unit="altpage2" n="p. 555 M."/> ὁ μὲν γὰρ τοὺς τοῦ κηδεμόνος λόγους ἀεὶ διεξῄει μηδὲν ἐπικρυπτόμενος τῶν εἰς βελτίωσιν καὶ ὠφέλειαν ἠθῶν καὶ βίου καὶ
ἡγεμονίας, ἔχων εἰς παρρησίαν καὶ μεγάλας ἀφορμὰς ὑπερβάλλουσάν τε
<lb n="15"/> εὐγένειαν καὶ τὴν κατ’ ἐπιγαμίαν οἰκειότητα· καὶ γὰρ ἡ θυγάτηρ οὐ
πρὸ πολλῶν ἐτεθνήκει χρόνων, ὡς ἀμαυρωθῆναι τὰ δίκαια τῶν κηδεστῶν,
ἀλλὰ μόνον οὐκ ἤσπαιρεν, ἔτι λειψάνων τινῶν ὑστάτων τοῦ ψυχικοῦ πνεύματος
ἐνυπαρχόντων καὶ ἐγκατειλημμένων τῷ σώματι.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>