<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1:348-360</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1:348-360</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="348"><p>καλὰς ὑπογράφεις τῷ γένει τῶν ἀνθρώπων ἐλπίδας· ἀγνοεῖς ὅτι πηγὰς ἀνατέμνεις ἀθρόων κακῶν, καινουργῶν καὶ μεγαλουργῶν ἃ
<lb n="5"/> μήτε δρᾶν μήτε λογίζεσθαι θέμις; ***</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="349"><p><milestone unit="altref" n="44"/> Ἄξιον δὲ ἐπιμνησθῆναι καὶ ὧν εἴδομέν τε καὶ ἠκούσαμεν μεταπεμφθέντες ἀγωνίσασθαι τὸν περὶ τῆς πολιτείας ἀγῶνα. εἰσελθόντες
γὰρ εὐθὺς ἔγνωμεν ἀπὸ τοῦ βλέμματος καὶ τῆς κινήσεως, ὅτι οὐ πρὸς
δικαστὴν ἀλλὰ κατήγορον ἀφίγμεθα, τῶν ἀντιτεταγμένων μᾶλλον ἐχθρόν.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="350"><p><lb n="10"/> δικαστοῦ μὲν γὰρ ἔργα ταῦτα ἦν· καθίσαι μετὰ συνέδρων ἀριστίνδην ἐπιλελεγμένων, ἐξεταζομένης ὑποθέσεως μεγίστης ἐν τετρακοσίοις ἔτεσιν
ἡσυχασθείσης καὶ νῦν πρῶτον εἰσαγομένης ἐπὶ μυριάσι πολλαῖς τῶν
Ἀλεξανδρέων Ἰουδαίων, ἑκατέρωθεν στῆναι τοὺς ἀντιδίκους μετὰ τῶν
συναγορευσόντων, ἐν μέρει μὲν ἀκοῦσαι τῆς κατηγορίας, ἐν μέρει δὲ τῆς
<lb n="15"/> ἀπολογίας πρὸς μεμετρημένον ὕδωρ, ἀναστάντα βουλεύσασθαι μετὰ τῶν
συνέδρων, τί χρὴ φανερῶς ἀποφήνασθαι γνώμῃ τῇ δικαιοτάτῃ· τυράννου
δὲ ἀμειλίκτου δεσποτικὴν ὀφρὺν ἐπανατειναμένου τὰ πραχθέντα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="351"><p>χωρὶς γὰρ τοῦ μηδὲν ὧν ἀρτίως εἶπον ἐργάσασθαι, μεταπεμψάμενος τοὺς δυεῖν
κήπων ἐπιτρόπους τοῦ τε Μαικήνα καὶ Λαμία — πλησίον δέ εἰσιν
<lb n="20"/> ἀλλήλων τε καὶ τῆς πόλεως, ἐν οἷς ἐκ τριῶν ἢ τεττάρων ἡμερῶν διέτριβε·
κεῖθι γὰρ ἐπὶ παροῦσιν ἡμῖν ἡ κατὰ παντὸς τοῦ ἔθνους ἔμελλε σκηνοβατεῖσθαι
δραματοποιία — κελεύει τὰς ἐπαύλεις αὑτῷ πάσας περιανοιχθῆναι·
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="352"><p>βούλεσθαι γὰρ μετὰ ἀκριβείας ἑκάστην ἰδεῖν. ἡμεῖς δὲ ὡς αὐτὸν εἰσαχθέντες ἅμα τῷ θεάσασθαι μετ’ αἰδοῦς καὶ εὐλαβείας τῆς ἁπάσης
<lb n="25"/> νεύοντες εἰς τοὔδαφος ἐδεξιούμεθα, Σεβαστὸν Αὐτοκράτορα προσειπόντες·
<note xml:lang="mul" type="footnote"><lb/>1 διανοῆ CGO: διενοήθης ceteri
<lb/>2 μὴ δὲ CGO (Mang.): μηδ’ ceteri: μηδὲν Turn. καταλειφθῇ (coni. Mang.)] καταληφθῇ Ο (v), εἰ ex ἡ corr. M ὄντως ὄντα CGO: ὄντα ὄντως ceteri
<lb/>3 ὑπογράφῃς G
<lb/>4 ἀνατέμνης C
<lb/>5 μήτε δρᾶν om. Α λογίζεσθαι] νομίζεσθαι Α θέμις] lacunam hic statuit Massebieau 
<lb/>6 δ’ Α ἵδομέν CGO
<lb/>7 τῆς corr. ex τὴν G, om. M
<lb/>9 πρὸς ante κατήγορον add. M ἐχθρόν CH2: ἐχθρῶν GOMAH1
<lb/>10 ἔργα ταῦτα ἦν CGO: ταῦτ’ ἣν ἔργα ceteri
<lb/>13 μετὰ om. C (Turn.)
<lb/>14 συναγορευσόντων CGO (Turn.): συναγορευόντων ceteri (Mang.)
<lb/>18 δυεῖν CG: δυοῖν ceteri (v) ε ϊ 
<lb/>19 ματκηνᾶ G: μαικηνα O μεκινᾶ C, μαικίαν MH, μακίαν A
<lb/>20 διέτριβεν H 
<lb/>21 ἐπὶ] ἐπεὶ Turn. παροῦσι M 21.
<lb/>22 σκηνωβατεῖσθαι G
<lb/>22 δραματουργία MH αὐτῶ codd. (αὐτῶν Ο)
<lb/>23 βουλεύσασθαι Α ἑκάστης C; ἑκάστας v ὡς] εἰς A
<lb/>24 ἅμα τῷ θεάσασθαι om. Α τῆς om. MA 
<lb/>25 προειπόντες G</note> <note xml:lang="mul" type="footnote"><lb/>19 Μαικήνα: cf. O. Hirschfeld in Beitr. z. alten Gesch. II 57.</note>  

<pb n="v.6.p.220"/>
ὁ δὲ οὕτως ἐπιεικῶς καὶ φιλανθρώπως ἀντιπροσηγόρευσεν, ὡς μὴ μόνον
 τὴν ὑπόθεσιν ἀλλὰ καὶ τὸ ζῆν ἀπογνῶναι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="353"><p>σαρκάζων γὰρ ἅμα καὶ
σεσηρὼς „ὑμεῖς“ εἶπεν „ἐστὲ οἱ θεομισεῖς, οἱ θεὸν μὴ νομίζοντες εἶναί
με, τὸν ἤδη παρὰ πᾶσι τοῖς ἄλλοις ἀνωμολογημένον, ἀλλὰ τὸν ἀκατονόμαστον
ὑμῖν;“ καὶ ἀνατείνας τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἐπεφήμιζε <lb n="5"/>
πρόσρησιν, ἣν οὐδὲ ἀκούειν θεμιτόν, οὐχ ὅτι διερμηνεύειν αὐτολεξεί.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="354"><p>πόσης εὐθὺς ἀνεπλήσθησαν ἡδονῆς οἱ τῆς ἐναντίας μερίδος πρέσβεις,
ἤδη κατωρθωκέναι διὰ τῆς πρώτης ἀναφθέγξεως Γαΐου τὴν πρεσβείαν
νομίζοντες· ἐπεχειρονόμουν, ἀνωρχοῦντο, <milestone unit="altpage1" n="p. 598 Μ."/>  τὰς θεῶν ἁπάντων ἐπωνυμίας
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="355"><p> ἐπεφήμιζον αὐτῷ. <milestone unit="altref" n="45"/> γανύμενον δὲ ταῖς ὑπὲρ ἀνθρωπίνην φύσιν <lb n="10"/>
προσρήσεσι θεασάμενος ὁ πικρὸς συκοφάντης Ἰσίδωρος „ἔτι μᾶλλον“
ἔφη, „δέσποτα, μισήσεις τοὺς παρόντας καὶ τοὺς ὧν εἰσιν ὁμόφυλοι, ἐὰν
γνῷς τὴν εἰς σὲ κακόνοιαν αὐτῶν καὶ ἀσέβειαν· ἁπάντων γὰρ ἀνθρώπων
ὑπὲρ σωτηρίας τῆς σῆς θυσίας ἀναγόντων εὐχαριστηρίους, οὐχ ὑπέμειναν
οὗτοι μόνοι θύειν· ὅταν δὲ οὗτοι λέγω, καὶ τοὺς ἄλλους Ἰουδαίους <lb n="15"/>
 συμπαραλαμβάνω.“</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="356"><p>ἀναβοησάντων δὲ ἡμῶν ὁμοθυμαδὸν „κύριε Γάιε,
συκοφαντούμεθα· καὶ γὰρ ἐθύσαμεν καὶ ἑκατόμβας ἐθύσαμεν, οὐ τὸ μὲν
αἷμα τῷ βωμῷ περισπείσαντες τὰ δὲ κρέα εἰς θοίνην καὶ εὐωχίαν οἴκαδε
κομίσαντες, ὡς ἔθος ἐνίοις ποιεῖν, ἀλλ’ ὁλόκαυτα τὰ ἱερεῖα παραδόντες
τῇ ἱερᾷ φλογί, καὶ τρίς, οὐχ ἅπαξ, ἤδη· πρῶτον μὲν ὅτε διεδέξω τὴν <lb n="20"/>
ἡγεμονίαν, δεύτερον δὲ ὅτε τὴν βαρεῖαν νόσον ἐκείνην ἣν πᾶσα ἡ οἰκουμένη
συνενόσησεν ἐξέφυγες, τρίτον δὲ κατὰ τὴν ἐλπίδα τῆς Γερμανικῆς
 νίκης,“ „ἔστω“</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="357"><p>φησί „ταῦτα ἀληθῆ, τεθύκατε, ἀλλ’ ἑτέρῳ, κἂν
ὑπὲρ ἐμοῦ· τί οὖν ὄφελος; οὐ γὰρ ἐμοὶ τεθύκατε.“ φρίκη βύθιος εὐθὺς
κατέσχεν ἡμᾶς ἐπὶ τῷ προτέρῳ καὶ τοῦτο ἀκούσαντας, ἣ καὶ μέχρι τῆς <lb n="25"/>
<note xml:lang="mul" type="footnote"><lb/>1 δὲ CGO: δ’ ceteri ἀνεπιεικῶς καὶ ἀφιλανθρώπως coni. Mang. προσηγόρευσεν Η μόνον CAH: μόνην MOL, ἡ corr. ex o G
<lb/>3 εἶπεν ὑμεῖς trausp. Α 
<lb/>5 ἡμῖν M τὸν om. AH
<lb/>6 οὐδὲ CGO: οὐδ’ ceteri
<lb/>7 πόσης COMA: πάσης GH (v)
<lb/>8 κατορθωκέναι HO, o corr. in ω G
<lb/>9 ἐπεχειρονόμουν] ἐπεὶ ἐχειρονόμουν Turn. ἀνορχοῦντο Turn. τῶν ante θεῶν add. Η (v)
<lb/>10 ἀνεφήμιζον M γανύμενον C: γανύμενος Ο, γαννύμενον ceteri
<lb/>11 μικρὸς G 
<lb/>14 ἀγόντων Α χαριστηρίους coni. Mang.
<lb/>15 δὲ CGO: δ’ ceteri
<lb/>16 δ’ MH 
<lb/>17 alt. καὶ om. M alt. ἐθύσαμεν om. M οὐ MAH: ὧν CGO (v) τὸ μὲν OMAH: τὸ CG (v)
<lb/>18 περισπείραντες L τὰ δὲ MAH: τὰ CGO (v) εἰς MAH (v): οὐκ εἰς CGO (V)
<lb/>19 κομίσαντες MAH: ἐκομίσαμεν CGO (v) ἐνίους ἔθος transp. O ἐνίους GO ὁλοκαυτώματα M τᾶι om. M 
<lb/>20 ὅτε CGO: ὅτε (ὅτι H) πρῶτον ceteri
<lb/>21 δ’ ΑΗ ἐκείνην νόσον CGO (v) ἣν CGO (Turn.): ἦ ceteri (Mang.)
<lb/>22 συνενόησεν Turn. 
<lb/>23 ταῦτ’ A 23.
<lb/>24 ἀλλ’ — τεθύκατε om. C
<lb/>23 κἂν Mang.: καὶ MAH1, καὶ οὐχ GOL (v), οὐχ ss. Η2
<lb/>24 οὐ GO: οὐδὲ ceteri (v) εὐθὺς om. GH 
<lb/>25 pr. καὶ om. CGO (Turn.) τοῦτο CGO: τοῦτ’ ceteri ἀκούσαντες A ἣ] εἰ G</note>  

<pb n="v.6.p.221"/>
ἐπιφανείας ἀνεχύθη.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="358"><p>καὶ ταῦθ’ ἅμα λέγων ἐπῄει τὰς ἐπαύλεις, ἀνδρῶνας κατανοῶν, γυναικωνίτιδας, τὰ ἐν ἐπιπέδῳ, τὰ ὑπερῷα, ἅπαντα, αἰτιώμενος
ἐνίας ὡς ἐλλιπεῖς κατασκευάς, ἑτέρας ἐπινοῶν καὶ προσδιατάττων
πολυτελεστέρας αὐτός.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="359"><p>εἶτα ἡμεῖς ἐλαυνόμενοι παρηκολουθοῦμεν ἄνω <lb n="5"/> κάτω, χλευαζόμενοι καὶ κατακερτομούμενοι πρὸς τῶν ἀντιπάλων ὡς ἐν θεατρικοῖς
μίμοις· καὶ γὰρ τὸ πρᾶγμα μιμεία τις ἦν· ὁ μὲν δικαστὴς ἀνειλήφει
σχῆμα κατηγόρου, οἱ δὲ κατήγοροι φαύλου δικαστοῦ πρὸς ἔχθραν ἀποβλέποντος,
ἀλλ’ οὐ τὴν φύσιν τῆς ἀληθείας.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="360"><p>ὅταν δὲ αἰτιᾶται κρινόμενον δικαστὴς καὶ τοσοῦτος, ἀνάγκη σιωπᾶν· ἔστι γάρ πως καὶ δι’ ἡσυχίας
<lb n="10"/> ἀπολογεῖσθαι, καὶ μάλιστα πρὸς οὐδὲν ὧν ἐπεζήτει καὶ ἐπεπόθει δυναμένους
ἀποκρίνασθαι, τῶν ἐθῶν καὶ νομίμων τὴν γλῶτταν ἐπεχόντων
καὶ τὸ στόμα κλειόντων καὶ ἀπορραπτόντων.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>