<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1:301-320</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1:301-320</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="301"><p>στερρῶς δὲ ἀντιλέγοντος — ἦν γὰρ τὴν φύσιν ἀκαμπὴς καὶ
μετὰ τοῦ αὐθάδους ἀμείλικτος —, ἀνεβόησαν· „μὴ στασίαζε, μὴ πολεμοποίει,
μὴ κατάλυε τὴν εἰρήνην· οὐκ ἔστιν ἀτιμία νόμων ἀρχαίων
αὐτοκράτορος τιμή. μὴ πρόφασις τῆς εἰς τὸ ἔθνος ἐπηρείας ἔστω σοι <lb n="20"/>
Τιβέριος· οὐδὲν ἐθέλει τῶν ἡμετέρων καταλύεσθαι. εἰ δὲ φῄς, αὐτὸς
ἐπίδειξον ἢ διάταγμα ἢ ἐπιστολὴν ἤ τι ὁμοιότροπον, ἵνα παυσάμενοι
 τοῦ σοὶ διενοχλεῖν πρέσβεις ἑλόμενοι δεώμεθα τοῦ δεσπότου."</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="302"><p>τὸ τελευταῖον
τοῦτο μάλιστα αὐτὸν ἐξετράχυνε καταδείσαντα, μὴ τῷ ὄντι
πρεσβευσάμενοι καὶ τῆς ἄλλης αὐτὸν ἐπιτροπῆς ἐξελέγξωσι τὰς δωροδοκίας, <lb n="25"/>
τὰς ὕβρεις, τὰς ἁρπαγάς, τὰς αἰκίας, τὰς ἐπηρείας, τοὺς ἀκρίτους
καὶ ἐπαλλήλους φόνους, τὴν ἀνήνυτον καὶ ἀργαλεωτάτην ὠμότητα διεξελθόντες.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="303"><p>οἷα οὖν ἐγκότως ἔχων καὶ βαρύμηνις <add>ὢν</add> ἄνθρωπος ἐν
<note xml:lang="mul" type="footnote"><lb/>1 τρισὶν CH (v) εἴκοσι G (v), κ CL
<lb/>3 αὐτοῖς GO
<lb/>5 ὅτε CGO: ὅτ’ 
<lb/>6 ἐπίτροπος om. Ο
<lb/>8 ἱεράπολιν Α
<lb/>9 alt. μήτ᾿ A ἀπαγορευομένων Turn. 
<lb/>10 ἣ] ἢ COL ταῦτα CGOL: ταῦτ’ ceteri τ’ A ἀνατεθέντα A 
<lb/>11 δὲ CGO: δ’ ceteri καὶ—πρᾶγμα om. G
<lb/>11 ἦν om. CGO υἱοὺς (οὺ in ras.) A τέσσαρας OM τ᾿ Α, γε L βασιλέων] τῶν βασέων CG 
<lb/>15 τὸν] τοῦ O
<lb/>17 δὲ CGO: δ’ ceteri
<lb/>18 αὐφάδους (sic) M
<lb/>23 διενοχλεῖν AH (Mang.): διοχλεῖν ML (Turn.), ὀχλεῖν CGO δεώμεθα MAH (Turn.): δεησώμεθα C (Mang.), δεηθησώμεθα G, δεηθησόμεθα O
<lb/>24 μάλιστ’ MAL ἐξετραχυνεν CL
<lb/>25 ἄλλης] ὅλης coni. Mang. αὐτὸν codd.: αὐτοῦ v post ἐπιτροπῆς iteravit αὐτὸν A ἐλέγξωσι O
<lb/>27 τὴν] τὸν O alt. καὶ om. M
<lb/>28 ὢν add. Cohn: om. codd. (v)</note> <note xml:lang="mul" type="footnote"><lb/>6 Euseb. Dem. Ev. VIII 123 p. 403 αὐτὰ δὴ ταῦτα καὶ ὁ Φίλων συμμαρτυρεῖ σημαίας φάσκων τὰς βασιλικὰς τόν Πιλᾶτον νύκτωρ ἐν τῷ ἱερῷ ἀναθεῖναι ἀρχήν τε στάσεων καὶ συμφορῶν ἐπαλλήλων ἐξ ἐκείνου τοῖς Ἰουδαίοις συμπεσεῖν.</note>  

<pb n="v.6.p.211"/>
ἀμηχάνοις ἦν, μήτε καθελεῖν τὰ ἅπαξ ἀνατεθέντα θαρρῶν μήτε βουλόμενός τι
τῶν πρὸς ἡδονὴν τοῖς ὑπηκόοις ἐργάσασθαι, ἅμα δὲ καὶ τὴν ἐν τούτοις
σταθερότητα Τιβερίου μὴ ἀγνοῶν· ἅπερ ὁρῶντες οἱ ἐν τέλει καὶ συνιέντες,
ὅτι μετανοεῖ μὲν ἐπὶ τοῖς πεπραγμένοις, δοκεῖν δὲ οὐ βούλεται,
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="304"><p><lb n="5"/> γράφουσι Τιβερίῳ δεητικωτάτας ἐπιστολάς. ὁ δὲ διαναγνοὺς οἷα μὲν εἶπε Πιλᾶτον, οἷα δὲ ἠπείλησεν· ὡς δὲ ὠργίσθη, καίτοι οὐκ εὔληπτος ὢν
ὀργῇ, περιττόν ἐστι διηγεῖσθαι, τοῦ πράγματος ἐξ αὑτοῦ φωνὴν ἀφιέντος.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="305"><p>εὐθέως γὰρ οὐδὲ εἰς τὴν ὑστεραίαν ὑπερθέμενος ἐπιστέλλει, μυρία μὲν τοῦ καινουργηθέντος τολμήματος ὀνειδίζων καὶ ἐπιπλήττων, κελεύων δὲ
<lb n="10"/> αὐτίκα καθελεῖν τὰς ἀσπίδας καὶ μετακομισθῆναι ἐκ τῆς μητροπόλεως
εἰς τὴν ἐπὶ θαλάττῃ Καισάρειαν, ἐπώνυμον τοῦ προπάππου Σεβαστήν, ἵνα
ἀνατεθεῖεν ἐν τῷ Σεβαστείῳ· καὶ ἀνετέθησαν. οὕτως ἀμφότερα ἐφυλάχθη,
 καὶ ἡ  <milestone unit="altpage2" n="p. 591 M."/> τιμὴ τοῦ αὐτοκράτορος, καὶ ἡ περὶ τὴν πόλιν ἀρχαία
συνήθεια. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="306"><p><milestone unit="altref" n="39"/> τότε μὲν οὖν ἀσπίδες ἦσαν, αἷς οὐδὲν ἀνεζωγράφητο <lb n="15"/> μίμημα· νυνὶ δὲ κολοσσιαῖος ἀνδριάς. καὶ τότε μὲν ἡ ἀνάθεσις ἐν
οἰκίᾳ τῶν ἐπιτρόπων ἦν· τὴν δὲ μέλλουσάν φασιν ἐσωτάτω τοῦ ἱεροῦ
κατ’ αὐτὰ τὰ ἄδυτα γίνεσθαι, εἰς ἃ ἅπαξ τοῦ ἐνιαυτοῦ ὁ μέγας ἱερεὺς
εἰσέρχεται τῇ νηστείᾳ λεγομένῃ μόνον ἐπιθυμιάσων καὶ κατὰ τὰ πάτρια
εὐξόμενος φορὰν ἀγαθῶν εὐετηρίαν τε καὶ εἰρήνην ἅπασιν ἀνθρώποις.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="307"><p><lb n="20"/> κἂν ἄρα τίς που, οὐ λέγω τῶν ἄλλων Ἰουδαίων, ἀλλὰ καὶ τῶν ἱερέων, οὐχὶ τῶν ὑστάτων, ἀλλὰ τῶν τὴν εὐθὺς μετὰ τὸν πρῶτον τάξιν εἰληχότων,
ἢ καθ’ αὑτὸν ἢ καὶ μετ’ ἐκείνου συνεισέλθῃ, μᾶλλον δὲ κἂν
αὐτὸς ὁ ἀρχιερεὺς δυσὶν ἡμέραις τοῦ ἔτους ἢ καὶ τῇ αὐτῇ τρὶς ἢ καὶ
τετράκις εἰσφοιτήσῃ,</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="308"><p>θάνατον ἀπαραίτητον ὑπομένει. τοσαύτη τίς ἐστιν ἡ <lb n="25"/> περὶ τὰ ἄδυτα φυλακὴ τοῦ νομοθέτου μόνα ἐκ πάντων ἄβατα καὶ
ἄψαυστα βουληθέντος αὐτὰ διατηρεῖσθαι. πόσους ἂν οὖν οἴει θανάτους
<note xml:lang="mul" type="footnote"><lb/>1 καὶ ante pr. μήτε add. M 1.
<lb/>2 alt. μήτε—ἐργάσασθαι om. Α
<lb/>4 δεῖ CGO: δ’ ceteri 
<lb/>5 γράφωσι G δεκτικωτάτας M διαναγνοὺς Mang.: διάρους codd. (v)
<lb/>6 πιλᾶτον om. M, πιλάτος L (Turn.) pr. δὲ CGO: δ’ ceteri ὀργίσθη M
<lb/>7 ὀργὴ O, ὁρμὴ M ἐξαυτοῦ C αὑτοῦ Η: αὐτοῦ ceteri
<lb/>8 γὰρ om. Turn. οὑδὲ CGO (Mang.): οὐδ’ ceteri: οὐδὲν Turn. μυρία] μωρίαν O μὲν] μὲν οὖν H 
<lb/>9 δὲ CGO: δ’ ceteri
<lb/>10 καθελεῖν] κατελθεῖν C μετακομισθῆναι Α (Mang.): μετεκομίσθη CGOMH: μετεκομίσθησαν Turn.
<lb/>11 προπάππου] προσώπου M 
<lb/>12 σεβαστείω OA (Mang.): σεβαστίω CGMH (Turn.) καὶ ante ἀμφότερα add. A ἑφυλάχθησαν A
<lb/>14 οὐδὲ H ἀνεζωγράφη τὸ M
<lb/>15 δὲ om. L κολοσιαῖος Ο 
<lb/>16 οἴκω Α
<lb/>17 κά αὐτὰ ἰὰ] κατὰ τὰ H: κατ’ αὐτὰ Turn.
<lb/>19 εἰρήνην] εὐθηνίαν coni. Mang.
<lb/>20 που om. MA
<lb/>21 ἀλλὰ] ἀλλὰ καὶ Ο τὴν om. H τὸν CGAH: τῶν O, τ (sic) M πρώτην M
<lb/>22 alt. ἢ om. L καὶ om. MA ἐκείνους G, ς ss. H συνέλθη Α 22.
<lb/>23 συνεισέλθη — pr. ἢ om. Η1, in marg. κᾶν add. H2
<lb/>22 κἂν] καὶ M
<lb/>23 alt. καὶ om. GO
<lb/>26 αὐτὰ om. Α οὖν om. OA οἴη GA εἴη O θανάτους Α (Mang.): θάντον ceteri (Turn.)</note>  

<pb n="v.6.p.212"/>
ἑκουσίως ὑπομένειν τοὺς περὶ ταῦτα ὡσιωμένους, εἰ θεάσαιντο τὸν ἀνδριάντα
εἰσκομιζόμενον; ἐμοὶ μὲν δοκοῦσι γενεὰς ὅλας αὐταῖς γυναιξὶ
καὶ τέκνοις ἀποσφάξαντες ἐπὶ τοῖς τῶν οἰκείων πτώμασιν ἑαυτοὺς τελευταῖον
 καθιερεύσειν. ταῦτα μὲν Τιβέριος ἔγνω.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="309"><p>τί δὲ ὁ σὸς πρόπαππος,
ὁ τῶν πώποτε γενομένων αὐτοκρατόρων ἄριστος, ὁ πρῶτος ἀρετῆς ἕνεκα <lb n="5"/>
καὶ τύχης Σεβαστὸς ὀνομασθείς, ὁ τὴν εἰρήνην διαχέας πάντῃ διὰ
 γῆς καὶ θαλάττης ἄχρι τῶν τοῦ κόσμου περάτων;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="310"><p>οὐκ ἀκοῇ πυνθανόμενος
τὰ περὶ τὸ ἱερὸν καὶ ὅτι οὐδέν ἐστιν ἀφίδρυμα ἐν αὐτῷ χειρόκμητον,
ὁρατὸν ἀοράτου μίμημα φύσεως, ἐθαύμαζε καὶ προσεκύνει, φιλοσοφίας
οὐκ ἄκροις χείλεσι γευσάμενος ἀλλ’ ἐπὶ πλέον ἑστιαθεὶς καὶ <lb n="10"/>
σχεδόν τι καθ’ ἑκάστην ἡμέραν ἑστιώμενος, τὰ μὲν μνήμαις ὧν ἡ διάνοια
προμαθοῦσα τὰ φιλοσοφίας ἀνεπόλει, τὰ δὲ καὶ ταῖς τῶν συνόντων
ἀεὶ λογίων συνδιαιτήσεσι; κατὰ γὰρ τὰς ἐν δείπνῳ συνουσίας ὁ πλεῖστος
χρόνος ἀπενέμετο τοῖς ἀπὸ παιδείας, ἵνα μὴ τὸ σῶμα μόνον ἀλλὰ καὶ
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="311"><p> ἡ ψυχὴ τοῖς οἰκείοις ἀνατρέφοιτο. <milestone unit="altref" n="40"/> τεκμηρίοις δὲ ἀφθόνοις πιστώσασθαι <lb n="15"/>
δυνάμενος τὸ βούλημα τοῦ Σεβαστοῦ προπάππου σου δυσὶν
ἀρκεσθήσομαι. τὸ μὲν γὰρ πρῶτον ἐπέστειλε τοῖς ἐπιτρόποις τῶν κατὰ
τὴν Ἀσίαν ἐπικρατειῶν, πυθόμενος ὀλιγωρεῖσθαι τὰς ἱερὰς ἀπαρχάς, ἵνα
 ἐπιτρέπωσι τοῖς Ἰουδαίοις μόνοις εἰς τὰ συναγώγια συνέρχεσθαι·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="312"><p>μὴ γὰρ
εἶναι ταῦτα συνόδους ἐκ μέθης καὶ παροινίας ἐπισυστάσας, ὡς λυμαίνεσθαι <lb n="20"/>
τὰ <milestone unit="altpage1" n="p. 592 M."/>  τῆς εἰρήνης, ἀλλὰ διδασκαλεῖα σωφροσύνης καὶ δικαιοσύνης
ἀνδρῶν ἐπιτηδευόντων μὲν ἀρετήν, ἀπαρχὰς δὲ ἐτησίους συμφερόντων,
ἐξ ὧν ἀνάγουσι θυσίας στέλλοντες ἱεροπομποὺς εἰς τὸ ἐν Ἱεροσολύμοις
 ἱερόν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="313"><p>εἶτα κελεύει μηδένα ἐμποδὼν ἵστασθαι τοῖς Ἰουδαίοις μήτε
συνιοῦσι μήτε συνεισφέρουσι μήτε διαπεμπομένοις κατὰ τὰ πάτρια εἰς <lb n="25"/>
Ἱεροσόλυμα· ταῦτα γὰρ εἰ καὶ μὴ τοῖς ῥήμασι, τοῖς γοῦν πράγμασιν
<note xml:lang="mul" type="footnote"><lb/>1 ἑκουσίους A, L (sed corr.) ὑπομένειν ἑκουσίως transp. Ο ὑπομενεῖν (sic) coni. Mang. ταῦτα] τὰ τοιαῦτα MH: τοιαῦτα mavult Mang. εἰ θεάσαιντο] ἐθεάσαιντο (sic) M
<lb/>2 γενεὰς] συγγενείας coni. Mang.
<lb/>4 δὲ CGO: δ’ ceteri 5.
<lb/>6 ἕνεκα om. U
<lb/>6 ὡνομασθείς Η διαχέας CGO: διαχέων ceteri διὰ om. H
<lb/>8 ἀφίδρυμα ἐν αὐτῶ CGO: ἐν αὐτῶ ἀφ. ceteri 8.
<lb/>9 χειρότμητον Ο (sed corr.)
<lb/>9 ὁρατὸν CGO: ἀόρατον ceteri ἐθαύμασε Η
<lb/>10 χείλεσιν C ἀλλ’ ἐπὶ] ἀλλά τι M
<lb/>12 ἀνεπόθει L
<lb/>13 αἰεὶ M διαιτήσεσι Α ἐν] ἐν τῶ M
<lb/>15 ἀνατρέφοιτο CGO: διατρέφοιτο ceteri δὲ CGO: δ’ ceteri 
<lb/>16 δυνάμενος] βουλόμενος Α
<lb/>17 ἐπέστειλε O (coni. Mang.): ἀπέστειλε ceteri (v) 
<lb/>18 ἐπικρατειῶν] ἐπικρατεστέρων H πειθόμενος M ὠλιγωρῆσθαι MH ἵνα CGOL: ἵν’ ceteri
<lb/>20 ταύτας MA ἐπισυστάσας Cohn: ἐπὶ συστάσεως GO, ἐπὶ συστάσει MAH (v), ἐπισυστάντα C ὡς C: om. ceteri 20.
<lb/>21 λυμαίνεσθαι τὰ τῆς C: λυμαινεστάτης GOMH, λυμαινομένας A
<lb/>21 διδασκαλίας διδασκάλους Α 
<lb/>22 δέ CGO: δ’ ceteri συμφερόντων CGO: εἰσφερόντων ceteri (v)
<lb/>24 ἵστασθαι ἐμποδὼν transp. O
<lb/>25 συνιοῦσιν CL συνεισφέρουσιν L
<lb/>26 καὶ μὴ CGO: μὴ καὶ ceteri pr. τοῖς] ἐν τοῖς Α γοῦν] γὰρ H</note>  

<pb n="v.6.p.213"/>
ἐπέσταλται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="314"><p>μίαν δὲ ἐπιστολὴν ὑποτέταχα πρὸς τὴν σὴν τοῦ δεσπότου πειθώ, ἣν Γάιος Νορβανὸς Φλάκκος ἐπιστέλλει δηλῶν τὰ ὑπὸ Καίσαρος
αὐτῷ γραφέντα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="315"><p>ἔστι δὲ τῆς ἐπιστολῆς τὸ ἀντίγραφον τόδε· ’Γάιος Νορβανὸς Φλάκκος ἀνθύπατος Ἐφεσίων ἄρχουσι χαίρειν. Καῖσάρ μοι
<lb n="5"/> ἔγραψεν, Ἰουδαίους, οὗ ἂν ὦσιν, ἰδίῳ ἀρχαίῳ ἐθισμῷ νομίζειν συναγομένους
χρήματα φέρειν, ἃ πέμπουσιν εἰς Ἱεροσόλυμα· τούτους οὐκ
ἠθέλησε κωλύεσθαι τοῦτο ποιεῖν. ἔγραψα οὖν ὑμῖν, ἵν’ εἰδῆτε, ὡς ταῦτα
οὕτως γίνεσθαι κελεύει.’</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="316"><p>ἆρ’ οὐκ ἐναργὴς πίστις ἐστίν, αὐτοκράτορ, τῆς Καίσαρος προαιρέσεως, ᾗ περὶ τὴν τοῦ ἡμετέρου ἱεροῦ τιμὴν ἐκέχρητο,
<lb n="10"/> μὴ βουληθεὶς τῷ κοινῷ τύπῳ τῶν συνόδων ἀναιρεθῆναι τὰς τῶν Ἰουδαίων
εἰς ταὐτὸ συμφοιτήσεις, ἃς ἀπαρχῶν ἕνεκα ποιοῦνται καὶ τῆς
ἄλλης εὐσεβείας;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="317"><p>ἕτερον δέ ἐστιν οὐκ ἀποδέον τούτου δεῖγμα σαφέστατον τῆς βουλήσεως τοῦ Σεβαστοῦ· διετάξατο γὰρ ἐκ τῶν ἰδίων προσόδων
ἀνάγεσθαι θυσίας ἐντελεχεῖς ὁλοκαύτους τῷ ὑψίστῳ θεῷ καθ’ ἑκάστην
<lb n="15"/> ἡμέραν, αἳ καὶ μέχρι νῦν ἐπιτελοῦνται· ἄρνες εἰσὶ δύο καὶ ταῦρος τὰ
ἱερεῖα, οἷς Καῖσαρ ἐφαίδρυνε τὸν βωμὸν ἐπιστάμενος σαφῶς, ὅτι οὐδέν
ἐστιν ἀφίδρυμα οὔτε φανερὸν οὔτε ἀφανές·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="318"><p>ἀλλὰ γὰρ ὁ τοσοῦτος ἡγεμὼν καὶ φιλόσοφος οὐδενὸς δεύτερος ἐλογίσατο παρ’ ἑαυτῷ, ὅτι ἀναγκαῖόν
ἐστιν ἐν τοῖς περιγείοις ἐξαίρετον ἀπονενεμῆσθαι τόπον ἱερὸν τῷ
<lb n="20"/> ἀοράτῳ θεῷ μηδὲν ὁρατὸν ἀπεικόνισμα περιέξοντα πρὸς μετουσίαν
ἐλπίδων χρηστῶν καὶ ἀπόλαυσιν ἀγαθῶν τελείων.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="319"><p>ὑφηγητῇ τοιούτῳ τῆς εὐσεβείας χρησαμένη καὶ ἡ προμάμμη σου Ἰουλία Σεβαστὴ κατεκόσμησε
τὸν νεὼν χρυσαῖς φιάλαις καὶ σπονδείοις καὶ ἄλλων
<note xml:lang="mul" type="footnote"><lb/>1 δ’ MH ἐπιστολὴν om. Α ἐπιτέταχα Α τοῦ δεσπότου secludendum censet Cohu, ὦ δέσποτα coni. Mang. 2.
<lb/>3 ἢν — τόδε in marg. M
<lb/>2 νωρβανὸς GO, νοβαρνὸς Α λάκκος C ἐπέστελλε coni. Maug.
<lb/>3 ἔστιν C ἀντίγραμμα H
<lb/>4 νορβανὸς CH: νωρβανὸς GO, ὁβαρνὸς M, νοβαρνὸς Α
<lb/>5 νομίζων coni. Mang., καὶ νόμοις ζῆν vel νόμοις δεῖν Gottleber
<lb/>6 χρήματα φέρειν codd,: χρήματ’ εἰσφέρειν v
<lb/>7 ἠθέλησα Α τοῦτο] τοῦ GO ὡς CGO: om. ceteri
<lb/>8 οὕτω CGO (v) γενέσθαι Α κελεύω γίνεσθαι transp. Η κελεύει C (prob. Mang.): κελεύω GOMH (v), om. A ἄρα G, ἄρα οὑν O ἐναργὲς γὲς M αὐτοκράτωρ G
<lb/>9 ἧ Α (Mang.): ἡ CGO (Turn.), ἣν MH τὴν CGO: τῆς Α, τῆ MH ἱεροῦ om. G τιμὴν O: τιμὴν ἧ C (Turn.), τιμὴ G, τιμὴ MH, τιμῆς A
<lb/>10 βουληθῇς A τύπω CGO (mavult Mang. ex Cotelerii coniectura): τόπω ceteri (v) συναναιρεθῆναι A
<lb/>11 ταὐτὸν MA ἀπαρχῆς A 
<lb/>12 δ’ ΑΗ
<lb/>14 ἐνάγεσθαι CG ἐνδελεχεῖς Mang. (ἐντελεχεῖς scripsi; cf. 185, 1): ἐντελεῖς codd. (v) ὁλοκαύστους Ο
<lb/>15 ἄρνες coni. Matthaei, cui ἄρνες — βωμὸν) suspecta
<lb/>16 Καῖσαρ] καὶ σοῖς M ἐφαίδρυνε codd.: ἐφῄδρυνε v; ἐφήδυνε coni. Schϋrer
<lb/>17 alt. οὔτε CGO: οὔτ’ ceteri ἀλλὰ γὰρ 
<lb/>6 CGO: ἀλλ’ ἅτε ceteri; ἀλλ’
<lb/>6 v (ἀλλ’ ὅ γε coni. Mang.)
<lb/>18 καὶ codd. (mavult Mang.): κατὰ v φιλόσοφος Cohn: φιλοσοφία Α (φιλοσοφίᾳ praefert Mang.), φιλοσοφίας ceteri; φιλοσοφίαν v
<lb/>19 ἐστιν om. L ἀπονεμεῖσθαι Ο
<lb/>20 περιεξιόντα G 
<lb/>22 χρησαμένη τῆς εὐσεβείας transp. A προμάμη M
<lb/>23 νεὼν CG: ναόν OAH, λαὸν M σπονδαῖς Η</note>  

<pb n="v.6.p.214"/>
ἀναθημάτων πολυτελεστάτων πλήθει· τί παθοῦσα καὶ αὕτη, μηδενὸς ἔνδον ὄντος
ἀφιδρύματος; ἀσθενέστεραι γάρ πώς εἰσιν αἱ γνῶμαι τῶν γυναικῶν ἔξω τῶν
 αἰσθητῶν μηδὲν ἰσχύουσαι νοητὸν καταλαβεῖν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="320"><p>ἡ δέ γε καθάπερ ἐν τοῖς
ἄλλοις ὅλον <milestone unit="altpage1" n="p. 593 Μ."/>  τὸ γένος κἀν τούτῳ διήνεγκεν, ὑπὸ παιδείας ἀκράτου φύσει
καὶ μελέτῃ περιγεγενημένη, ἀρρενωθεῖσα τὸν λογισμόν, ὃς οὕτως ὀξυδερκὴς <lb n="5"/>
ἐγεγένητο, ὡς μᾶλλον τὰ νοητὰ καταλαμβάνειν τῶν αἰσθητῶν
</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>