<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1:270-282</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1:270-282</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="270"><p>πάλιν δὲ ὑπενεχθεὶς εἰς ὕπνον ἠρέμει τῆς προτέρας ὑγιεινοτέρᾳ καταστάσει χρώμενος,
ὡς ἐνῆν ἔκ τε τῆς ἀναπνοῆς καὶ ἐκ τῆς περὶ τὸ σῶμα σχέσεως
 τεκμήρασθαι.  <milestone unit="altpage2" n="p. 586 M."/> περιαναστὰς δὲ ὕστερον ἐπυνθάνετο· „ποῦ τὰ νῦν εἰμι;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="271"><p><lb n="10"/> μήτι παρὰ Γαΐῳ; μὴ καὶ αὐτὸς πάρεστιν ὁ δεσπότης;“ ἀποκριναμένων
δέ· „θάρρει, παρὰ σαυτῷ διατρίβεις, Γάιος οὐ πάρεστιν·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="272"><p>ἱκανῶς ἠρέμησας <add>ὑπενεχθεὶς</add> εἰς ὕπνον· ἀλλ’ ἐπιστραφεὶς καὶ μετεωρίσας σαυτὸν
τὸν ἀγκῶνα πῆξον, γνώρισον τοὺς παρόντας· ἴδιοι πάντες εἰσί, φίλων καὶ
ἀπελευθέρων καὶ οἰκετῶν οἱ μάλιστα τιμῶντες καὶ ἀντιτιμώμενοι“ —</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="273"><p>ὁ δὲ <lb n="15"/> — νήφειν γὰρ ἤρχετο — καθεώρα τὸ παρ’ ἑκάστῳ συμπαθές· καὶ
κελευσάντων τοὺς πολλοὺς μεταστῆναι τῶν ἰατρῶν, ἵνα δι’ ἀλειμμάτων
καὶ τροφῆς καιρίου τὸ σωμάτιον ἀνακτήσωνται, „πάνυ γὰρ“ εἶπε „φροντιστέον
ὑμῖν ἐπιμελεστέρας τῆς εἰς ἐμὲ διαίτης;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="274"><p>οὐ γὰρ ἐξαρκεῖ μοι τῷ βαρυδαίμονι λιμὸν ἀκέσασθαι διὰ ψιλῆς καὶ εἰς εὐτέλειαν ἀπηκριβωμένης
<lb n="20"/> τῆς τῶν ἀναγκαίων χρήσεως; οὐδ’ αὐτὰ δὴ ταῦτα προσηκάμην ἄν, εἰ
μὴ ἕνεκα τελευταίας βοηθείας, ἣν ὀνειροπολεῖ μου ἡ διάνοια τῷ ταλαιπώρῳ
ἔθνει παρασχεῖν.“</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="275"><p>καὶ ὁ μὲν δεδακρυμένος καὶ ἀναγκοφαγῶν δίχα προσοψήματος οὐδὲ κράματος προσενεχθέντος ἠνέσχετο, ἀλλ’ ὕδατος
ἀπογευσάμενος „ἐπέχει μὲν“ εἶπεν „ἡ τάλαινα γαστὴρ ὃ ἀπῄτει
<lb n="25"/> δάνειον· ἐμοὶ δὲ τί προσήκει ποιεῖν ἢ δεῖσθαι Γαΐου περὶ τῶν
<note xml:lang="mul" type="footnote"><lb/>1 τἀναντίον (sic) M δὲ CGOH: δ’ A, γάρ M
<lb/>2 πιεσθεὶς] βαπτισθεὶς coni. Matthaei
<lb/>3 οὐδέν’ coni. Mang. ἐγνώριζεν L ὄντων] συνόντων vel παρόντων coni. Mang. μικρὸν ὅσον CGOA: ὅσον μικρὸν Η, μικρόν ss. M 
<lb/>4 βεβαρημένους GOAH: βεβαρημένος C, βεβαρυμένος M
<lb/>5 ἀχλυώδεσι CGOH: ἀχλυώδεσιν L, ἀχμώδεσι M, αὐχμώδεσι Α ὄψεσιν L
<lb/>6 ὁ ante μήπω add. G ἐπ’] εἰς τὸ Α δέ CGO δ’ δ’ ceteri
<lb/>7 ὑπαχθεὶς Α ὑγιεινοτέρα CMH: ὑγιαινοτέρα GOA (v)
<lb/>9 δὲ CGO: δ’ ceteri εἰμι MAH: ἥμην CGO 
<lb/>10 μήτι παρά γαΐω CGO: om. ceteri
<lb/>11 παρὰ] περὶ M 11.
<lb/>12 ἠρεμίσας 
<lb/>12 ὑπενεχθεὶς supplevit coll. lin.
<lb/>7 (vel ἐξ ὕπνου coni.) Mang.: om. codd. (v) εἰς ὕπνον ἀλλ’ MAH (ἀλλ’ om. Turn.): ἀλλ’ εἰς ὕπνον GGO καὶ om. Turn. μετεωρήσας C σαυτὸν CGOMA (σεαυτὸν Mang.): αὑτὸν Η (Turn.)
<lb/>13 εἰσίν 
<lb/>15 παρ’ OMAH (Mang.): περὶ CG (Turn.) κελεύει Α διὰ λειμμάτων Ο 
<lb/>17 ἀνακτήσωνται CGOMH (Turn.): ἀνακτήσηται Α (Mang.) 17.
<lb/>18 φορτιστέον G 
<lb/>20 οὐδ’ om. CGO (Turn.) δὴ Α (Mang.): δὲ ceteri (Turn.) προσήκαμεν H 21.
<lb/>22 ταλαιπώρῳ] τἄλλα (τ᾿ ἄλλα G, τάλα Ο) εἰπὼν CGO
<lb/>22 ἀναγωφαγὼν M 
<lb/>23 κράμματος OL ἠνέχετο Turn. ἀλλὰ Α
<lb/>24 ἐπέχει Α: ἀπέχει ceteri (v) ; ἔχει coni. Cohn
<lb/>25 περὶ] ὑπέρ Α</note>  

<pb n="v.6.p.206"/>
 </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="276"><p> ἐνεστώτων;“ <milestone unit="altref" n="36"/> καὶ δέλτον λαβὼν ταῦτα ἐπιστέλλει· "τὴν μὲν κατ’ ὄψιν
ἔντευξιν, ὦ δέσποτα, φόβος με καὶ αἰδὼς ἀφείλαντο, ὁ μὲν ἀπειλὴν
ἐκτρεπόμενος, ἡ δὲ τῷ μεγέθει τοῦ περὶ σὲ ἀξιώματος καταπλήττουσα·
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="277"><p>γραφὴ δὲ μηνύσει μου τὴν δέησιν, ἣν ἀνθ’ ἱκετηρίας προτείνω. πᾶσιν
ἀνθρώποις, αὐτοκράτορ, ἐμπέφυκεν ἔρως μὲν τῆς πατρίδος, τῶν δὲ <lb n="5"/>
οἰκείων νόμων ἀποδοχή· καὶ περὶ τούτων οὐδεμιᾶς ἐστί σοι χρεία διδασκαλίας,
ἐκθύμως μὲν στέργοντι τὴν πατρίδα, ἐκθύμως δὲ τὰ πάτρια
 τιμῶντι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="278"><p>καλὰ δὲ ἑκάστοις, εἰ καὶ μὴ πρὸς ἀλήθειάν ἐστι, διαφαίνεται
τὰ οἰκεῖα· κρίνουσι γὰρ αὐτὰ οὐ λογισμῷ μᾶλλον ἢ τῷ τῆς εὐνοίας
πάθει. γεγέννημαι μέν, ὡς οἶδας, Ἰουδαῖος· ἔστι δέ μοι Ἱεροσόλυμα <lb n="10"/>
πατρίς, ἐν ᾗ ὁ τοῦ ὑψίστου θεοῦ νεὼς ἅγιος ἵδρυται· πάππων δὲ καὶ
προγόνων βασιλέων ἔλαχον, ὧν οἱ πλείους ἐλέγοντο ἀρχιερεῖς, τὴν βασιλείαν
τῆς ἱερωσύνης ἐν δευτέρᾳ τάξει τιθέμενοι καὶ νομίζοντες, ὅσῳ
θεὸς ἀνθρώπων διαφέρει κατὰ τὸ κρεῖττον, τοσούτῳ καὶ βασιλείας ἀρχιερωσύνην·
τὴν μὲν γὰρ εἶναι θεοῦ θεραπείαν, τὴν δὲ ἐπιμέλειαν ἀνθρώπων. <lb n="15"/>
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="279"><p>ἔθνει δὴ τοιούτῳ προσκεκληρωμένος καὶ πατρίδι καὶ ἱερῷ
δέομαι ὑπὲρ ἁπάντων· τοῦ μὲν ἔθνους, ἵνα μὴ τὴν ἐναντίαν δόξαν
ἐνέγκηται τῆς ἀληθείας, εὐσεβέστατα καὶ ὁσιώτατα διακείμενον <milestone unit="altpage1" n="p. 587 M."/>  ἐξ ἀρχῆς
 πρὸς ἅπαντα τὸν ὑμέτερον οἶκον·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="280"><p>ἐν οἷς γὰρ ἐφεῖται καὶ ἔξεστι μετὰ
νόμων εὐσεβεῖν, οὐδενὸς οὔτε τῶν Ἀσιανῶν οὔτε τῶν ἐν Εὐρώπῃ λείπεται <lb n="20"/>
τὸ παράπαν, εὐχαῖς, ἀναθημάτων κατασκευαῖς, πλήθει θυσιῶν, οὐ
μόνον ἐν ταῖς κατὰ τὰς δημοτελεῖς ἑορτὰς ἀναγομέναις, ἀλλὰ καὶ ἐν
ταῖς καθ’ ἑκάστην ἡμέραν ἐντελεχέσιν· ἐξ ὧν οὐ στόματι καὶ γλώσσῃ
μηνύουσι τὸ εὐσεβὲς μᾶλλον ἢ ψυχῆς ἀφανοῦς βουλεύμασιν οἱ μὴ λέγοντες,
 ὅτι φιλοκαίσαρές εἰσιν, ἀλλ’ ὄντες ὄντως.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="281"><p>περὶ δὲ τῆς  <lb n="25"/>
<note xml:lang="mul" type="footnote"><lb/>1 ταῦτα CGO: ταῦτ’ ceteri
<lb/>2 με CGOA: μου MH ἀφείλαντο CGH: ἀφείλοντο OA (v), ἀφείλετο M
<lb/>3 ἐκτρεπόμενον CGO
<lb/>4 ἱκετηρίαν G 
<lb/>5 αὐτοκράτωρ G ἐμπέφυκεν CGOH: ἑμπέφυκε Α, ἐκπέφυκ,εν M μὲν ἔρως trausp. Α τῆς om. M δὲ] τε coni. Mang.
<lb/>6 σοι] μοι Α
<lb/>7 τά C: om. ceteri 
<lb/>8 δ’ AH ἐστι GOH: ἐστιν CM, εἰσι A κρίνουσιν CGO (ν) γὰρ om. CGO 9.
<lb/>10 τῆς εὐνοίας πάθει] μεγέθει τῆς εὐνοίας Α
<lb/>10 γεγένημαι L (Richt. Tauchn.) ἔστιν C
<lb/>12 ἐλέγοντο] ἐγένοντο coni. Matthaei
<lb/>13 ἱεροσύνης ML
<lb/>14 γὰρ ante θεὸς add. Α τοσούτου Η 14.
<lb/>15 ἀρχιερωσύνην Turn. (v): ἀρχιερωσύνη (ἀρχιεροσύνη L) codd. ἱερῶ CGO: ἱερωσύνη MAH, ἱεροσύνη L 18 G, ἐνέκειται L; ἐξενέγκηται v ταῖς ἀληθείαις coni. Mang. εὐσεβεστάτου καὶ ὁσιωτάτου διακειμένου Α
<lb/>19 ἡμέτερον M ἐφίεται coni. Mang.
<lb/>20 οὐδὲν A 
<lb/>23 ἐντελεχέσιν CG: ἐντελεχέσιν M, ἐνδελεχέσιν OH (mavult Mang.), ἐντελεχείαις Α 
<lb/>24 βουλεύμασιν CGO: βουλήμασιν ceteri
<lb/>25 ὄντες om. L ὄντως ὄντες transp. Α</note> <note xml:lang="mul" type="footnote">4—6 D K fol. 241r Φίλωνος ἐκ τῆς πρὸς Γάιον πρεσβείας: πᾶσιν ἀνθρώποις ἔρως τῆς πατρίδος καὶ τῶν οἰκείων νόμων ἀποδοχή.</note>  

<pb n="v.6.p.207"/>
ἱεροπόλεως τὰ προσήκοντά μοι λεκτέον· αὕτη, καθάπερ ἔφην, ἐμὴ μέν ἐστι
πατρίς, μητρόπολις δὲ οὐ μιᾶς χώρας Ἰουδαίας ἀλλὰ καὶ τῶν πλείστων,
διὰ τὰς ἀποικίας ἃς ἐξέπεμψεν ἐπὶ καιρῶν εἰς μὲν τὰς ὁμόρους, Αἴγυπτον,
Φοινίκην, Συρίαν τήν τε ἄλλην καὶ τὴν Κοίλην προσαγορευομένην,
<lb n="5"/> εἰς δὲ τὰς πόρρω διῳκισμένας, Παμφυλίαν, Κιλικίαν, τὰ πολλὰ τῆς
Ἀσίας ἄχρι Βιθυνίας καὶ τῶν τοῦ Πόντου μυχῶν, τὸν αὐτὸν τρόπον
καὶ εἰς Εὐρώπην, Θετταλίαν, Βοιωτίαν, Μακεδονίαν, Αἰτωλίαν, τὴν
Ἀττικήν, Ἄργος, Κόρινθον, τὰ πλεῖστα καὶ ἄριστα Πελοποννήσου.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="282"><p>καὶ οὐ μόνον αἱ ἤπειροι μεσταὶ τῶν Ἰουδαϊκῶν ἀποικιῶν εἰσιν, ἀλλὰ καὶ
<lb n="10"/> νήσων αἱ δοκιμώταται, Εὔβοια, Κύπρος, Κρήτη. καὶ σιωπῶ τὰς πέραν
Εὐφράτου· πᾶσαι γὰρ ἔξω μέρους βραχέος, Βαβυλὼν καὶ τῶν ἄλλων
σατραπειῶν αἱ ἀρετῶσαν ἔχουσαι τὴν ἐκ κύκλῳ γῆν Ἰουδαίους ἔχουσιν
οἰκήτορας.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>