<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1:257-269</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1:257-269</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="257"><p>ἐφοβήθης τὸ πλῆθος· εἶτα οὐ παρῆσαν αἱ στρατιωτικαὶ δυνάμεις, ἃς δέδιεν ἔθνη τὰ ἑῷα καὶ ἡγεμόνες αὐτῶν
<lb n="5"/> Παρθυαῖοι; ἀλλ’ ἠλέησας· εἶτα οἴκτῳ μᾶλλον ἐνέδωκας ἢ Γαΐῳ; προφασίζου
νῦν ἄμητον, τὸν ἀπροφάσιστον οὐκ εἰς μακρὰν ἐνδεξόμενος αὐτὸς
τῇ κεφαλῇ· συγκομιδὴν αἰτιῶ καρπῶν καὶ τὰς εἰς τὴν ἡμετέραν ἄφιξιν
παρασκευάς· εἰ γὰρ ἀφορία παντελὴς ἐπέσχε τὴν Ἰουδαίαν, οὐκ ἦσαν
αἱ πλησιόχωροι τοσαῦται καὶ οὕτως εὐδαίμονες ἱκαναὶ χορηγεῖν τὰ ἐπιτήδεια
<lb n="10"/> καὶ τὴν μιᾶς ἔνδειαν ἀναπληρῶσαι;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="258"><p>ἀλλὰ τί προανίσταμαι τῶν χειρῶν; τί δέ μου τῆς γνώμης προαισθάνονταί τινες; ὁ μέλλων τὰ
ἐπίχειρα καρποῦσθαι γινωσκέτω πρῶτος ἐξ ὧν ἂν πάθῃ. παύομαι λέγων,
φρονῶν δὲ οὐ παύσομαι.“</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="259"><p>καὶ μικρὸν ὅσον ἐπισχών τινι τῶν πρὸς ταῖς ἐπιστολαῖς ὑπέβαλε τὰς πρὸς Πετρώνιον ἀποκρίσεις, ἐπαινῶν αὐτὸν ὅσα
<lb n="15"/> τῷ δοκεῖν εἰς τὸ προμηθὲς καὶ τὴν τοῦ μέλλοντος ἀκριβῆ περίσκεψιν·
σφόδρα γὰρ τοὺς ἐν ἡγεμονίαις εὐλαβεῖτο τὰς πρὸς νεωτεροποιίαν ἀφορμὰς
ὁρῶν ἔχοντας ἐν ἑτοίμῳ, καὶ μάλιστα τοὺς ἐν ταῖς μεγάλαις καὶ μεγάλοις
ἐπιτάττοντας στρατοπέδοις, ἡλίκα τὰ πρὸς Εὐφράτῃ κατὰ Συρίαν ἐστίν.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="260"><p>θεραπεύων οὖν τοῖς ὀνόμασι καὶ γράμμασιν ἄχρι καιροῦ τὸ ἔγκοτον <lb n="20"/> ἐπεσκίαζε βαρύμηνις ὤν. εἶτα ἐπὶ πᾶσι γράφει κελεύων μηδενὸς οὕτω
φροντίζειν ἢ τοῦ θᾶττον ἀνατεθῆναι τὸν ἀνδριάντα· καὶ γὰρ ἤδη τὰ θέρη,
τὴν εἴτε πιθανὴν εἴτε ἀληθῆ πρόφασιν, συγκεκομίσθαι δύνασθαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="261"><p><milestone unit="altref" n="35"/> Μετ’ οὐ πολὺ μέντοι παρῆν Ἀγρίππας ὁ βασιλεὺς κατὰ τὸ εἰωθὸς ἀσπασόμενος Γάιον. ᾔδει δὲ ἁπλῶς οὐδὲν οὔτε ὧν ἐπεστάλκει
<lb n="25"/> ὁ Πετρώνιος οὔτε ὧν ὁ Γάιος ἢ πρότερον ἢ ὕστερον· ἐτεκμαίρετο μέντοι
διὰ τῆς οὐκ ἐν τάξει κινήσεως καὶ τῆς τῶν ὀμμάτων ταραχῆς ὑποτυφομένην
ὀργὴν καὶ ἀνεσκόπει καὶ διηρεύνα ἑαυτὸν πάντῃ καὶ πρὸς πάντα
μικρά τε αὖ καὶ μεγάλα τὸν λογισμὸν ἀποτείνων, μή τι δέδρακεν ἢ εἶπεν
<note xml:lang="mul" type="footnote"><lb/>1 μέλλει GO
<lb/>2 σοι ante νομίμων trausp. GO
<lb/>3 ἐφοβήθη Α
<lb/>4 τὰ ante ἔθνη add. M ἑῶνα G
<lb/>5 παρθιαῖοι L ἠλέησεν Α ἔδωκας C (Turn.) 
<lb/>6 νῦν] τοίνυν A ἄμιτον M ἀπροφάσιστον coni. Matthaei M, ἐκδεξόμενος Α αὐτὸν Α
<lb/>8 παρασκευάσας M παντελὴς CGO: παντελῶς ceteri
<lb/>10 τῆς MH ἔνδειαν] pr. ν corr. ex κ C; ἔκδειαν v
<lb/>11 προαισθάνονταί Turn. (v): προαίσθονταί (προαίσθοντό G) codd.
<lb/>12 πάθοι Α 
<lb/>14 ὑπέβαλλε MH
<lb/>15 τῷ] τὸ Ο παράσκεψιν M
<lb/>16 ηὐλαβεῖτο Α 
<lb/>17 ὁρῶν MAH (Mang.): ἀφαιρεῖν CGO (Turn.)
<lb/>18 τά C: τά ἴε ceteri εὐφράτην H κατὰ CG: καὶ κατά Α, καὶ ss. Ο, καὶ τὰ κατὰ MH ἐστίν CH: ἐστί ceteri 
<lb/>19 γράμμασιν] ῥήμασιν coni. Mang. εὔκοτον GM
<lb/>20 ἐπισκίαζε G εἶτ’ Α 
<lb/>21 ἀνατεθῆναι Α (mavult Mang.): ἀναθεῖναι ceteri (v) ἤδει ΑΗ
<lb/>24 ἤδη M ἀπλῶς] συνόλως coni. Mang., ὅλως Cohn ἀπεστάλκει GO
<lb/>25 pr. ὁ om. OA μέντοι MAH: δὲ CGO (v)
<lb/>26 pr. τῆς] τοῦ M ὀμμάτων CGOH: ὀνομάτων MA 
<lb/>27 πάντῃ] πάντα Α
<lb/>28 μὴ τι COAH: μήτε GM</note>  

<pb n="v.6.p.204"/>
 ὧν οὐ χρή.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="262"><p>ὡς δὲ συνόλως οὐδὲν εὕρισκεν, ἐτόπασεν, ὅπερ ἦν εἰκός,
ἑτέροις τισὶ πικραίνεσθαι. πάλιν δὲ ὅτε ὑποβλεπόμενον εἶδε καὶ τετακότα
τὰς ὄψεις πρὸς μηδένα τῶν παρόντων ἢ μόνον ἐπ’ αὐτόν, ἐδεδίει
<milestone unit="altpage1" n="p. 585 Μ."/>  καὶ πολλάκις ἐρέσθαι διανοηθεὶς ἐπέσχε, τοιοῦτον λαμβάνων λογισμόν·
"ἴσως τὴν ἀπειλὴν πρὸς ἑτέρους οὖσαν αὐτὸς ἕλξω περιεργίας ὁμοῦ καὶ <lb n="5"/>
 προπετείας καὶ θράσους ὑπόληψιν ἐξενεγκάμενος.“</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="263"><p>ἐπτοημένον δ’ οὖν
καὶ ἀποροῦντα θεασάμενος αὐτὸν Γάιος — ἦν γὰρ δεινὸς ἐκ τῆς φανερᾶς
ὄψεως ἀφανὲς ἀνθρώπου βούλημα καὶ πάθος συνιδεῖν — „ἀπορεῖς“,
 εἶπεν "Ἀγρίππα; παύσω σε τῆς ἀπορίας.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="264"><p>ἐπὶ τοσοῦτόν μοι χρόνον
συνδιατρίψας ἠγνόησας, ὅτι οὐ τῇ φωνῇ μόνον ἀλλὰ καὶ τοῖς ὄμμασι <lb n="10"/>
 φθέγγομαι μᾶλλον ἢ οὐχ ἧττον ἕκαστα διασημαίνων;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="265"><p>οἱ καλοί σου καὶ
ἀγαθοὶ πολῖται, παρ’ οἷς μόνοις ἐξ ἅπαντος ἀνθρώπων γένους θεὸς οὐ
νομίζεται Γάιος, ἤδη μοι δοκοῦσι καὶ θανατᾶν ἀφηνιάζοντες· ἐμοῦ
κελεύσαντος ἐν τῷ ἱερῷ Διὸς ἀνδριάντα ἀνατεθῆναι, πανδημεὶ συνταξάμενοι
τῆς πόλεως καὶ τῆς χώρας ὑπεξῆλθον, πρόφασιν ἱκετεύσοντες, τὸ <lb n="15"/>
 δ’ ἀληθὲς ἐναντία τοῖς προστεταγμένοις ἐργασόμενοι.“</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="266"><p>μέλλοντος δὲ
προσεπιφέρειν ἕτερα, ὑπ’ ἀγωνίας παντοδαπὰς χρόας ἐνήλλαττεν ἐν ταὐτῷ
 γινόμενος αἱμωπός, ὠχρός, πελιδνός.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="267"><p>ἤδη δὲ καὶ ἀπὸ κεφαλῆς ἄκρας
ἄχρι ποδῶν φρίκῃ κατέσχητο, τρόμος τε καὶ σεισμὸς πάντα αὐτοῦ τὰ
μέρη καὶ τὰ μέλη συνεκύκα, χαλωμένων τε καὶ ἀνιεμένων τῶν σωματικῶν <lb n="20"/>
τόνων περὶ ἑαυτῷ κατέρρει καὶ τὰ τελευταῖα παρεθεὶς μικροῦ
κατέπεσεν, εἰ μὴ τῶν παρεστώτων τινὲς ὑπέλαβον αὐτόν· καὶ κελευσθέντες
φοράδην οἴκαδε κομίζουσιν οὐδενὸς συναισθανόμενον ὑπὸ κάρου τῶν
 ἀθρόων κατασκηψάντων κακῶν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="268"><p>ὁ μὲν οὖν Γάιος ἔτι μᾶλλον ἐξετραχύνθη
τὸ κατὰ τοῦ ἔθνους μῖσος ἐπιτείνων· „εἰ γὰρ Ἀγρίππας“ ἔφασκεν „ὁ <lb n="25"/>
συνηθέστατος καὶ φίλτατος καὶ τοσαύταις ἐνδεδεμένος εὐεργεσίαις ἥττηται
τῶν ἐθῶν, ὡς μηδὲ ἀκοὴν ἀνέχεσθαι τὴν κατ’ αὐτῶν, ἀλλ’ ὑπ’ ἐκλύσεως
μικροῦ καὶ τελευτῆσαι, τί χρὴ περὶ τῶν ἄλλων προσδοκᾶν, οἷς μηδεμία
<note xml:lang="mul" type="footnote"><lb/>1 ὡς ante ὅπερ add. M εἰκὸς ἣν transp. A
<lb/>2 τισὶν L δὲ CGO: δ’ ceteri ὅτε scripsi: ὅταν codd. (v) 2.
<lb/>3 τεταρακότα (sic) A
<lb/>4 τὸν ante λογισμόν add. A (Mang.)
<lb/>5 περιεργασίας Ο, περιεργείας Η
<lb/>6 δ’ οὑν] γοῦν Α (coni. Mang.) 
<lb/>7 ὁ ante Γάιος add. L
<lb/>8 βούλευμα coni. Mang.
<lb/>10 ἐνδιατρίψας M μόνη A ὄμμασιν L
<lb/>11 καὶ om. L
<lb/>12 μόνος MH
<lb/>13 θάνατον G
<lb/>15 χώρας καὶ τῆς πόλεως transp. A
<lb/>16 δ’] δέ GO προτεταγμένοις M ἐργάσασθαι Ο, ἐργασάμενοι M
<lb/>17 ἐνήλλαττεν coni. Dahl 18.
<lb/>19 ἄκρας μέχρι] ἄχρις coni. Jessen
<lb/>19 ἄχρι Η (cf. V 228, 11): μέχρι ceteri (v)
<lb/>20 καὶ τὰ μέλη om. C, μέλη καὶ τά μέρη transp. Ο συνεκύκα MAH: συνεκύκων CGO
<lb/>21 τόμων M ἑ ἑαυτῶ CGOMH (Turn.): αὐτὸν A; ἑαυτὸν Mang. παρειθεὶς C, παρειθεὶς G
<lb/>23 συναισθόμενον GA
<lb/>24 ἀθρόων G: ἀθρόως Ο, ἀθρόον ceteri (v)
<lb/>26 ἐνδεδεγμένος L εὐεργεσίαις] ἐργασίαις A
<lb/>27 ἐθνῶν A, alt. ν exp. L μηδὲ CGO: μηδ’ ceteri ἐνέχεσθαι ML τὴν] τῶν Turn. αὐτὸν Turu.</note>  

<pb n="v.6.p.205"/>
πρόσεστιν ὁλκὸς δύναμις εἰς τοὐναντίον;“</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="269"><p>ὁ δὲ Ἀγρίππας τὴν μὲν πρώτην ἡμέραν καὶ τὸ πλεῖστον μέρος τῆς ὑστεραίας ὑπὸ κάρου πιεσθεὶς βαθέος
οὐδὲν ἐγνώριζε τῶν ὄντων, περὶ δὲ δείλην ἑσπέραν μικρὸν ὅσον τὴν
κεφαλὴν ἐπάρας καὶ βεβαρημένους τοὺς ὀφθαλμοὺς ἐπὶ βραχὺ μόλις
<lb n="5"/> διοίξας ἀμαυραῖς καὶ ἀχλυώδεσι ταῖς ὄψεσι τοὺς ἐν κύκλῳ παρεθεᾶτο,
μήπω γνωρίζειν δυνάμενος ἐπ’ ἀκριβὲς τὰς ἑκάστων ἰδέας.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>