<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1:253-261</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1:253-261</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="253"><p>ἀφίξεται γὰρ παμπληθὴς
ὄχλος καὶ διὰ γῆς καὶ διὰ θαλάττης, οὐ μόνον ἀπ’ αὐτῆς Ῥώμης καὶ
Ἰταλίας ἀναστάς, ἀλλὰ καὶ ἀπὸ τῶν ἑξῆς ἄχρι Συρίας ἐπικρατειῶν <lb n="15"/>
ἐπηκολουθηκώς, ὁ μὲν τῶν ἐν τέλει, ὁ δὲ στρατιωτικός, ἱππέων, πεζῶν,
τῶν ἐν ταῖς ναυσίν, ὁ δὲ οἰκετικὸς οὐκ ἀποδέων τοῦ στρατιωτικοῦ.
δεῖ δὲ χορηγιῶν οὐ πρὸς τὰ ἀναγκαῖα συμμεμετρημένων αὐτὸ μόνον,
ἀλλὰ καὶ πρὸς περιττὴν δαψίλειαν, ἣν ἐπιζητεῖ Γάιος. τούτοις ἐὰν ἐντύχῃ
τοῖς γράμμασιν, ἴσως πρὸς τῷ μὴ δυσχερᾶναι καὶ τῆς προνοίας ἡμᾶς <lb n="20"/>
ἀποδέξεται ὡς ποιησαμένους τὴν ὑπέρθεσιν, οὐ χάριτι τῇ τῶν Ἰουδαίων,
ἀλλ’ ἕνεκα τῆς τῶν καρπῶν συγκομιδῆς.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="254"><p><milestone unit="altref" n="34"/> Ἀποδεξαμένων δὲ τὴν ἐπίνοιαν τῶν συνέδρων, κελεύει γράφεσθαι
τὰς ἐπιστολὰς καὶ ἐχειροτόνει τοὺς διακομιοῦντας ἄνδρας εὐζώνους,
 ἐθάδας δὲ καὶ τῶν κατὰ τὰς ὁδοιπορίας ἐπιτομῶν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="255"><p>καὶ οἱ μὲν ἥκοντες <lb n="25"/>
ἀνέδοσαν τὰς ἐπιστολάς, ὁ δ’ ἔτι μὲν ἀναγινώσκων διῴδει <milestone unit="altpage1" n="p. 584 M."/>  καὶ μεστὸς
ἦν ὀργῆς ἐφ’ ἑκάστῳ σημειούμενος· ὡς δὲ ἐπαύσατο, συνεκρότει τὰς
χεῖρας "εὖ, Πετρώνιε“, φάσκων „οὐκ ἔμαθες ἀκούειν αὐτοκράτορος· αἱ
ἐπάλληλοί σε ἀρχαὶ πεφυσήκασιν· ἄχρι τοῦ παρόντος οὐδὲ ἀκοῇ γνωρίζειν
<note xml:lang="mul" type="footnote"><lb/>1 πατέρων
<lb/>31 δῃώσουσι C (Turn.)
<lb/>2 ἐμπρήσουσι C (Turn.) σταχυφόρον Η 
<lb/>3 μόνων L
<lb/>4 διεγνώκει μὲν Matthaei: διεγνώκαμεν codd.; διέγνωκε μὲν v 
<lb/>5 35 ante εἰς add. Α πελάγη Turn. δ’ Α
<lb/>6 ἀξιώσει (corr. ex ἀξιοσ εὶσ) C: ἄξιος εἷς 00, ἀξιώσεις MAH alt. διὰ CGO: om. ceteri
<lb/>8 ῥαδίως AH1: ῥᾴως CGOMH2L (v) τὸν ante κύκλον transp. διὰ GO περαιουμένων M 
<lb/>10 ὁλκόδας M παρὰ CGOH: περὶ MA 10.
<lb/>11 παρὰ γῆν] παρὰ γῆν] (sic) G 
<lb/>11 φορτίσιν GO
<lb/>12 κτήνεσιν L (Mang.)
<lb/>13 ηὐτρεπίσθαι v γάρ] δὲ Ο 
<lb/>14 alt. διά om. MH θαλάσσης G ἀπ’ αὐτῆς] ἀπὸ τῆς G
<lb/>15 ἑξῆς] ἐξαρχῆς M 
<lb/>16 δὲ] δὲ καὶ Turn.
<lb/>17 ὁ δὲ CGO (Mang.):
<lb/>6 δ’ ὅδ’ M:
<lb/>6 καὶ Turn οἱκητικὸς M
<lb/>18 αὐτὸ Mang.: αὐτῶ codd. (Turn.) μόνον om. A 
<lb/>19 δαψιλίαν G τοιούτοις G
<lb/>20 γράμμασι τῶ CAH: τὸ GOM μὴ om. G
<lb/>21 ὑπόθεσιν Η τῇ om. C (v), τὴς GO
<lb/>23 ἀποδεξαμένων CGO : ἀποδεξάμενος ceteri
<lb/>26 ὅδ’ M διώκει G
<lb/>27 δέ CGO: δ’ ceteri 
<lb/>28 αἰ CGO: om. ceteri
<lb/>29 ἐπάλληλόν M σε] τε M οὐδὲ CGO: οὐδ’ ceteri</note>  

<pb n="v.6.p.203"/>
μοι δοκεῖς Γάιον, οὐκ εἰς μακρὰν αὐτοῦ πεῖραν ἕξεις.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="256"><p>μέλει μὲν γάρ σοι τῶν Ἰουδαϊκῶν νομίμων, ἐχθίστου μοι ἔθνους, ἀλογεῖς δὲ τῶν ἄρχοντος
ἡγεμονικῶν προστάξεων.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="257"><p>ἐφοβήθης τὸ πλῆθος· εἶτα οὐ παρῆσαν αἱ στρατιωτικαὶ δυνάμεις, ἃς δέδιεν ἔθνη τὰ ἑῷα καὶ ἡγεμόνες αὐτῶν
<lb n="5"/> Παρθυαῖοι; ἀλλ’ ἠλέησας· εἶτα οἴκτῳ μᾶλλον ἐνέδωκας ἢ Γαΐῳ; προφασίζου
νῦν ἄμητον, τὸν ἀπροφάσιστον οὐκ εἰς μακρὰν ἐνδεξόμενος αὐτὸς
τῇ κεφαλῇ· συγκομιδὴν αἰτιῶ καρπῶν καὶ τὰς εἰς τὴν ἡμετέραν ἄφιξιν
παρασκευάς· εἰ γὰρ ἀφορία παντελὴς ἐπέσχε τὴν Ἰουδαίαν, οὐκ ἦσαν
αἱ πλησιόχωροι τοσαῦται καὶ οὕτως εὐδαίμονες ἱκαναὶ χορηγεῖν τὰ ἐπιτήδεια
<lb n="10"/> καὶ τὴν μιᾶς ἔνδειαν ἀναπληρῶσαι;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="258"><p>ἀλλὰ τί προανίσταμαι τῶν χειρῶν; τί δέ μου τῆς γνώμης προαισθάνονταί τινες; ὁ μέλλων τὰ
ἐπίχειρα καρποῦσθαι γινωσκέτω πρῶτος ἐξ ὧν ἂν πάθῃ. παύομαι λέγων,
φρονῶν δὲ οὐ παύσομαι.“</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="259"><p>καὶ μικρὸν ὅσον ἐπισχών τινι τῶν πρὸς ταῖς ἐπιστολαῖς ὑπέβαλε τὰς πρὸς Πετρώνιον ἀποκρίσεις, ἐπαινῶν αὐτὸν ὅσα
<lb n="15"/> τῷ δοκεῖν εἰς τὸ προμηθὲς καὶ τὴν τοῦ μέλλοντος ἀκριβῆ περίσκεψιν·
σφόδρα γὰρ τοὺς ἐν ἡγεμονίαις εὐλαβεῖτο τὰς πρὸς νεωτεροποιίαν ἀφορμὰς
ὁρῶν ἔχοντας ἐν ἑτοίμῳ, καὶ μάλιστα τοὺς ἐν ταῖς μεγάλαις καὶ μεγάλοις
ἐπιτάττοντας στρατοπέδοις, ἡλίκα τὰ πρὸς Εὐφράτῃ κατὰ Συρίαν ἐστίν.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="260"><p>θεραπεύων οὖν τοῖς ὀνόμασι καὶ γράμμασιν ἄχρι καιροῦ τὸ ἔγκοτον <lb n="20"/> ἐπεσκίαζε βαρύμηνις ὤν. εἶτα ἐπὶ πᾶσι γράφει κελεύων μηδενὸς οὕτω
φροντίζειν ἢ τοῦ θᾶττον ἀνατεθῆναι τὸν ἀνδριάντα· καὶ γὰρ ἤδη τὰ θέρη,
τὴν εἴτε πιθανὴν εἴτε ἀληθῆ πρόφασιν, συγκεκομίσθαι δύνασθαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="261"><p><milestone unit="altref" n="35"/> Μετ’ οὐ πολὺ μέντοι παρῆν Ἀγρίππας ὁ βασιλεὺς κατὰ τὸ εἰωθὸς ἀσπασόμενος Γάιον. ᾔδει δὲ ἁπλῶς οὐδὲν οὔτε ὧν ἐπεστάλκει
<lb n="25"/> ὁ Πετρώνιος οὔτε ὧν ὁ Γάιος ἢ πρότερον ἢ ὕστερον· ἐτεκμαίρετο μέντοι
διὰ τῆς οὐκ ἐν τάξει κινήσεως καὶ τῆς τῶν ὀμμάτων ταραχῆς ὑποτυφομένην
ὀργὴν καὶ ἀνεσκόπει καὶ διηρεύνα ἑαυτὸν πάντῃ καὶ πρὸς πάντα
μικρά τε αὖ καὶ μεγάλα τὸν λογισμὸν ἀποτείνων, μή τι δέδρακεν ἢ εἶπεν
<note xml:lang="mul" type="footnote"><lb/>1 μέλλει GO
<lb/>2 σοι ante νομίμων trausp. GO
<lb/>3 ἐφοβήθη Α
<lb/>4 τὰ ante ἔθνη add. M ἑῶνα G
<lb/>5 παρθιαῖοι L ἠλέησεν Α ἔδωκας C (Turn.) 
<lb/>6 νῦν] τοίνυν A ἄμιτον M ἀπροφάσιστον coni. Matthaei M, ἐκδεξόμενος Α αὐτὸν Α
<lb/>8 παρασκευάσας M παντελὴς CGO: παντελῶς ceteri
<lb/>10 τῆς MH ἔνδειαν] pr. ν corr. ex κ C; ἔκδειαν v
<lb/>11 προαισθάνονταί Turn. (v): προαίσθονταί (προαίσθοντό G) codd.
<lb/>12 πάθοι Α 
<lb/>14 ὑπέβαλλε MH
<lb/>15 τῷ] τὸ Ο παράσκεψιν M
<lb/>16 ηὐλαβεῖτο Α 
<lb/>17 ὁρῶν MAH (Mang.): ἀφαιρεῖν CGO (Turn.)
<lb/>18 τά C: τά ἴε ceteri εὐφράτην H κατὰ CG: καὶ κατά Α, καὶ ss. Ο, καὶ τὰ κατὰ MH ἐστίν CH: ἐστί ceteri 
<lb/>19 γράμμασιν] ῥήμασιν coni. Mang. εὔκοτον GM
<lb/>20 ἐπισκίαζε G εἶτ’ Α 
<lb/>21 ἀνατεθῆναι Α (mavult Mang.): ἀναθεῖναι ceteri (v) ἤδει ΑΗ
<lb/>24 ἤδη M ἀπλῶς] συνόλως coni. Mang., ὅλως Cohn ἀπεστάλκει GO
<lb/>25 pr. ὁ om. OA μέντοι MAH: δὲ CGO (v)
<lb/>26 pr. τῆς] τοῦ M ὀμμάτων CGOH: ὀνομάτων MA 
<lb/>27 πάντῃ] πάντα Α
<lb/>28 μὴ τι COAH: μήτε GM</note>  

<pb n="v.6.p.204"/>
 ὧν οὐ χρή.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>