<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1:217-225</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1:217-225</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="217"><p>περιδεὴς οὖν ὡς εἰκὸς ἦν,
μὴ πυθόμενοι τὴν καινουργουμένην ἀνάθεσιν ἐπιφοιτήσωσιν ἐξαίφνης καὶ
περίσχωσιν, οἱ μὲν ἔνθεν οἱ δὲ ἔνθεν, κύκλος γενόμενοι, καὶ συνάψαντες
ἀλλήλοις τοὺς ἐναποληφθέντας μέσους δεινὰ ἐργάσωνται. τοιούτοις μὲν
 λογισμοῖς χρώμενος ἀπώκνει.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="218"><p>πάλιν δὲ ὑπὸ τῶν ἐναντίων ἀνθείλκετο, <lb n="10"/>
„δεσπότου“ λέγων „ἡ πρόσταξίς ἐστι καὶ νέου καὶ ὅ τι ἂν βουληθῇ
τοῦτο συμφέρον κρίνοντος καὶ τὸ γνωσθὲν ἅπαξ ἐπιτελεσθῆναι, κἂν ἀλυσιτελέστατον
ᾖ καὶ φιλονεικίας καὶ ἀλαζονείας γέμον, ὅς γε καὶ ὑπερπηδήσας
τὸν ἄνθρωπον ἐν θεοῖς ἤδη γράφει ἑαυτόν. ἐπικρέμαται δή μοι
κίνδυνος ὁ περὶ ψυχῆς καὶ ἐναντιωθέντι καὶ εἴξαντι, ἀλλ’ εἴξαντι μὲν <lb n="15"/>
μετὰ πολέμου καὶ τάχα ἀμφίβολος καὶ οὐ πάντως ἀποβησόμενος, ἐναντιωθέντι
 δὲ ἀπαραίτητος καὶ ὁμολογούμενος ἐκ Γαΐου.“</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="219"><p>συνελάμβανον δὲ
τῇ γνώμῃ ταύτῃ πολλοὶ τῶν συνδιεπόντων τὰ κατὰ Συρίαν αὐτῷ
Ῥωμαίων, εἰδότες ὅτι καὶ ἐπ’ αὐτοὺς πρώτους αἱ ἀπὸ Γαΐου χωρήσουσιν
ὀργαὶ καὶ τιμωρίαι ὡς συναιτίους τοῦ τὸ κελευσθὲν μὴ γενέσθαι. <lb n="20"/>
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="220"><p>παρέσχε δὲ εἰς ἀκριβεστέραν σκέψιν ἀναχώρησιν ἡ κατασκευὴ τοῦ
ἀνδριάντος· οὔτε γὰρ ἀπὸ τῆς Ῥώμης διεπέμψατο — θεοῦ μοι προνοίᾳ
δοκῶ τὴν χεῖρα τῶν ἀδικουμένων ἀφανῶς ὑπερέχοντος — οὔτε τῶν
κατὰ Συρίαν ὅστις ἂν ἄριστος εἶναι δοκιμασθῇ μετακομίζειν προσέταξεν,
 ἐπεὶ κἂν τῷ τάχει τῆς παρανομίας ταχὺς ἐξήφθη ὁ πόλεμος.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="221"><p>καιρὸν <lb n="25"/>
οὖν σχὼν εἰς τὴν τοῦ συμφέροντος διάσκεψιν <milestone unit="altpage1" n="p. 579 M."/>  — τὰ γὰρ αἰφνίδια καὶ
μεγάλα, ὅταν ἀθρόα προσπέσῃ, κατακλᾷ τὸν λογισμόν — προστάττει
 τὴν κατασκευὴν ἔν τινι τῶν ὁμόρων ποιεῖσθαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="222"><p>μεταπεμψάμενος οὖν
ὁ Πετρώνιος δημιουργοὺς τῶν ἐν Φοινίκῃ τοὺς φρονιμωτάτους δίδωσι
<note xml:lang="mul" type="footnote">1.
<lb/>2 σατραπιῶν GO; <add>ἄνω</add> σατραπείων coni. Mang.
<lb/>3 ἱεροπομποὶ] προπομποὶ Mang.
<lb/>6 δοκοῦσιν CL
<lb/>7 πειθόμενοι Α καινουργημένην Η1, κεκαινουργημένην Η2 ἀθέτησιν
<lb/>8 περισχῶσι L, παραστῶσιν Α δ’ A κύκλος δὲ 0. κύκλω Α (coni. Mang.), κύκλοις L
<lb/>9 ἐναπολειφθέντας GH, ἐναπολειφθέντας Α ἐργάσονται GOH
<lb/>11 ἡ πρόσταξίς ἐστι C: ἐστὶν ἡ πρ. ceteri
<lb/>12 ἐπιτελεσθῆναι] ἐπιτελέσοντος coni. Mang., <add>ἀξιοῦντος</add> ἐπιτελεσθῆναι coni. Cohn
<lb/>13 ἀλαζονίας γεννῶν GO; γέμοντος coni. Mang.
<lb/>16 τάχ’ A
<lb/>17 συνελάμβανον] συνέβαλον A 
<lb/>19 πρώτους] πρότερον L
<lb/>20 τοῦ τό] τοῦτο CG
<lb/>21 παρέσχεν C ἀναχωρήσασιν M
<lb/>22 διεπέμψατο CGOA (mavult Mang.): διεπέμψαντο MH (v) προνοίᾳ μοι transp. Mang.
<lb/>23 ὑπ<foreign xml:lang="abbr">ABBREV</foreign>ἐχοντος Η
<lb/>24 προσέτατε L
<lb/>25 παρανομίας] παραπομπῆς coni. Mang.
<lb/>26 γοῦν A ἀῶν Turn. (v): σχόντος codd. διάσκηψιν G, σκέψιν
<lb/>27 προπέσῃ Η1, corr. H2
<lb/>29 δημιουργὸς L φρονιμωτάτους] δοκιμωτάτους coni. Mang.</note>  

<pb n="v.6.p.197"/>
τὴν ὕλην· οἱ δὲ ἐν Σιδῶνι εἰργάζοντο. μεταπέμπεται δὲ καὶ τοὺς ἐν
τέλει τῶν Ἰουδαίων ἱερεῖς τε καὶ ἄρχοντας, ἅμα μὲν δηλώσων τὰ ἀπὸ
Γαΐου, ἅμα δὲ καὶ συμβουλεύσων ἀνέχεσθαι τῶν ὑπὸ τοῦ δεσπότου
προσταττομένων καὶ τὰ δεινὰ πρὸ ὀφθαλμῶν λαμβάνειν· εὐτρεπεῖς γὰρ
<lb n="5"/> εἶναι τῶν κατὰ Συρίαν στρατιωτικῶν δυνάμεων τὰς μαχιμωτέρας, αἳ
πᾶσαν τὴν χώραν καταστορέσουσι νεκρῶν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="223"><p>ᾤετο γάρ, εἰ προμαλάξειε τούτους, δυνήσεσθαι δι’ αὐτῶν καὶ τὴν ἄλλην πληθὺν ἅπασαν ἀναδιδάξαι
μὴ ἐναντιοῦσθαι· γνώμης δέ, ὡς εἰκός, διημάρτανε. πληχθέντας
γάρ φασιν ὑπὸ τῶν πρώτων ῥημάτων εὐθὺς αὐτοὺς ἀήθους κακοῦ
<lb n="10"/> διηγήσει καταπαγῆναι καὶ ἀχανεῖς γενομένους φοράν τινα δακρύων ὥσπερ
ἀπὸ πηγῶν ἀθρόαν ἐκχεῖν, τὰ γένεια καὶ τὰς τρίχας τῆς κεφαλῆς
τίλλοντας καὶ τοιαῦτα ἐπιλέγοντας·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="224"><p>„πολλὰ εἰσηνέγκαμεν εἰς εὐγήρω βίον οἱ λίαν εὐτυχεῖς, ἵνα ὃ μηδεὶς πώποτε εἶδε τῶν προγόνων ἡμεῖς
θεασώμεθα· τίσιν ὀφθαλμοῖς; ἐκκοπήσονται πρότερον μετὰ τῆς ἀθλίας
<lb n="15"/> ψυχῆς καὶ τῆς ἐπωδύνου ζωῆς ἢ τοιοῦτον ὄψονται κακόν, ἀθέατον
θέαν, ἣν οὔτε ἀκοῦσαι θέμις οὔτε νοῆσαι.“</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="225"><p><milestone unit="altref" n="32"/> Καὶ οἱ μὲν τοιαῦτα ὠλοφύροντο. πυθόμενοι δὲ οἱ κατὰ τὴν ἱερόπολιν καὶ τὴν ἄλλην χώραν τὸ κινούμενον, ὥσπερ ἀφ’ ἑνὸς
συνθήματος συνταξάμενοι, τοῦ κοινοῦ πάθους τὸ σύνθημα δόντος, ἐξεληλύθεσαν
<lb n="20"/> ἀθρόοι καὶ κενὰς τὰς πόλεις καὶ κώμας καὶ οἰκίας ἀπολιπόντες
μιᾷ ῥύμῃ συνέτεινον εἰς Φοινίκην· ἐκεῖ γὰρ ὢν ἐτύγχανεν ὁ Πετρώνιος.
</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>