<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1:192-204</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1:192-204</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="192"><p>εἰ δὲ καὶ γένοιτό τις ἄδεια προσόδου, τί χρὴ προσδοκᾶν ἢ θάνατον ἀπαραίτητον; ἀλλ’ ἔστω, τεθνηξόμεθα· ζωὴ γάρ τίς ἐστιν ὁ ὑπὲρ
φυλακῆς νόμων εὐκλεέστατος θάνατος. εἰ δὲ ἐκ τῆς ἡμετέρας τελευτῆς
<lb n="10"/> γενήσεται μηδὲν ὄφελος, οὐ μανία παραπολέσθαι, καὶ ταῦτα πρεσβεύειν
δοκοῦντας, ὡς τῶν πεμψάντων μᾶλλον ἢ τῶν ὑπομενόντων εἶναι τὴν
συμφοράν;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="193"><p>οὐ μὴν ἀλλὰ καὶ ὅσοι τὰς φύσεις μισοπονηρότατοι τῶν ὁμοφύλων ἀσέβειαν ἡμῶν κατηγορήσουσιν ὡς, ἐν ἐσχάτῳ κινδύνῳ τῶν ὅλων
σαλευόντων, ἐπιμνησθέντων ὑπὸ φιλαυτίας ἰδίου τινός· τοῖς γὰρ μεγάλοις
<lb n="15"/> τὰ βραχέα καὶ τοῖς κοινοῖς τὰ ἴδια ὑποστέλλειν ἀναγκαῖον, ὧν οἰχομένων
ἔρρει καὶ ἡ πολιτεία.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="194"><p>ποῦ γὰρ ὅσιον ἢ θεμιτὸν ἄλλως ἀγωνίζεσθαι, δεικνύντας ὡς ἐσμὲν Ἀλεξανδρεῖς, οἷς ὁ περὶ τῆς καθολικωτέρας πολιτείας
ἐπικρέμαται κίνδυνος τῆς Ἰουδαίων; ἅμα γὰρ τῇ τοῦ ἱεροῦ καταλύσει
δέος, μὴ καὶ τὸ κοινὸν τοῦ ἔθνους ὄνομα συναφανισθῆναι κελεύσῃ ὁ
<lb n="20"/> νεωτεροποιὸς καὶ μεγαλουργὸς ἄνθρωπος.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="195"><p>ἀμφοτέρων οὖν τῶν ὑποθέσεων δι’ ἃς ἐστάλημεν οἰχομένων, ἴσως φήσει τις· τι οὖν, οὐκ ᾔδεσαν πραγματεύεσθαι
τὴν μετὰ ἀσφαλείας ἐπάνοδον; πρὸς ὃν εἴποιμι ἄν· ἢ οὐκ
ἔχεις ἀνδρὸς εὐγενοῦς πάθος γνήσιον ἢ οὐκ ἐνετράφης οὐδὲ ἐνησκήθης
τοῖς ἱεροῖς γράμμασιν. ἐλπίδων εἰσὶ πλήρεις οἱ ὄντως εὐγενεῖς, καὶ οἱ
<lb n="25"/> νόμοι τοῖς ἐντυγχάνουσι μὴ χείλεσιν ἄκροις ἐλπίδας ἀγαθὰς δημιουργοῦσιν.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="196"><p>ἴσως ἀπόπειρα ταῦτα τῆς καθεστώσης γενεᾶς ἐστι, πῶς ἔχει πρὸς ἀρετὴν καὶ εἰ πεπαίδευται φέρειν τὰ δεινὰ λογισμοῖς ἰσχυρογνώμοσιν οὐ προκαταπίπτουσα.
τὰ μὲν οὖν ἐξ ἀνθρώπων ἅπαντα καὶ ἔρρει καὶ ἐρρέτω·
<note xml:lang="mul" type="footnote"><lb/>5 νεών CG: ναόν ceteri
<lb/>7 ἄδεια] χρεία Α
<lb/>8 ζῶν GO τίς ἐστιν
<lb/>6 Turn. (v): τις ὁ GM, ἐστιν ὁ C, τις ΟΗ, τις καὶ Α
<lb/>9 ἐκ] καὶ ἐκ A μηδὲν CGOH2L: οὐδὲν MAH1 
<lb/>15 κενοῖς C
<lb/>16 ποῦ] πῶς coni. Mang.
<lb/>17 δεικνύντες CG
<lb/>19 τοῦ κοινοῦ Ο 19.
<lb/>20 μὴ — νεωτεροποιὸς καὶ] ὡς ἐξαφανίσει τὸ ἔθνος Α
<lb/>20 οὑν] αὗ A 
<lb/>21 ᾔδεσαν] ᾔδεισαν codd. (v) ; ᾔδεις ἂν coni. Mang.
<lb/>22 μετ’ εἴποιμ᾿ Α 22.
<lb/>23 εἴποιμι — οὐδὲ om. H1 add. H2
<lb/>23 ἐνησκήθεις C ὄντες M 
<lb/>25 ἐντυγχάνουσιν CD C L δημιουργεῖν CGO
<lb/>26 ἐστιν CM
<lb/>27 ἰσχυρογνώμοσι G 27.
<lb/>28 προκαταπίπτουσι (-ιν L) H</note> <note xml:lang="mul" type="footnote">1.
<lb/>3 D R fol. 214v ἐκ τῶν πρὸς Γάιον fol. 116v τοῦ αὐτοῦ Antou. MeL II
<lb/>2 Col. 1012 
<lb/>20 Col. 1061 Φίλωνος: νεότης μετ’ ἐξουσίας — δύσμαχον γίνεται. eadem in Georgidis cod. Laur. VIII
<lb/>15 fol. 70v. 24.
<lb/>25 DC fol. 201v Φίλωνος ἐκ τῆς πρός Γάιον πρεσβείας D R fol. 187v Φίλωνος: τοῖς ἐντυγχάνουσι μὴ χείλεσιν ἄκροις οἱ θεῖοι νόμοι ἐλπίδας ἀγαθάς δημιουργοῦσιν.</note>  

<pb n="v.6.p.192"/>
μενέτω δὲ ἐν ταῖς ψυχαῖς ἀκαθαίρετος ἡ ἐπὶ τὸν σωτῆρα θεὸν ἐλπίς,
ὃς πολλάκις ἐξ ἀμηχάνων καὶ ἀπόρων περιέσωσε τὸ ἔθνος.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="197"><p><milestone unit="altref" n="30"/> Ταῦτα ἅμα μὲν ὀλοφυρόμενοι τὰς ἀπροσδοκήτους ἀτυχίας
ἅμα δὲ καὶ παρηγοροῦντες ἑαυτοὺς ἐλπίδι μεταβολῆς γαληνοτέρας διεξῇμεν.
μικρὸν δὲ ἐπισχόντες πρὸς τοὺς ἀπαγγείλαντας <milestone unit="altpage1" n="p. 575 M"/>  „τί καθ’ ἡσυχίαν“ εἴπομεν „κάθησθε, σπινθῆρας αὐτὸ μόνον τοῖς ὠσὶν ἡμῶν ἐνιέντες, ὑφ’ <lb n="6"/>
ὧν καιόμεθα καὶ πυρπολούμεθα, δέον προσεξηγεῖσθαι καὶ τὰ κεκινηκότα
 τὸν Γάιον;“</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="198"><p>οἱ δέ· „τὴν μὲν ἀνωτάτω καὶ πρώτην αἰτίαν ἴστε, ἣν καὶ
πάντες ἴσασιν ἄνθρωποι· θεὸς βούλεται νομίζεσθαι, ὑπείληφε δὲ μόνους
Ἰουδαίους μὴ πείσεσθαι, οἷς μεῖζον οὐδὲν ἂν προστρίψαιτο κακὸν ἢ <lb n="10"/>
λυμηνάμενος τὴν τοῦ ἱεροῦ σεμνότητα. κατήχηται δέ, ὅτι καὶ πάντων
ἱερῶν τῶν πανταχοῦ κάλλιστόν ἐστιν ἐξ ἀπείρων χρόνων ἀπαύστοις καὶ
ἀφειδέσι δαπάναις ἀεὶ προσκοσμούμενον· δύσερις δὲ καὶ φιλόνεικος ὢν
 σφετερίσασθαι τοῦτο εἰς ἑαυτὸν διανοεῖται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="199"><p>παρατέθηκται δὲ νῦν μᾶλλον
ἢ πρότερον ἐξ ἐπιστολῆς, ἣν ἔπεμψε Καπίτων. φόρων ἐκλογεὺς ὁ  <lb n="15"/>
Καπίτων ἐστὶ τῶν τῆς Ἰουδαίας, ἔχει δέ πως πρὸς τοὺς ἐγχωρίους ἐγκότως·
πένης γὰρ ἀφιγμένος καὶ ἐξ ὧν νοσφίζεται καὶ παρεκλέγει ποικίλον τινὰ
καὶ πολὺν πλοῦτον ἠθροικώς, εἶτα εὐλαβηθείς, μή τις αὐτοῦ γένηται
κατηγορία, τέχνην ἐπενόησεν, ᾗ διαβολαῖς τῶν ἀδικηθέντων διακρούσεται
 τὰς αἰτίας.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="200"><p>ἀφορμὴν δὲ αὐτῷ δίδωσιν εἰς ὅπερ ἐβούλετο συντυχία τις
τοιαύτη. τὴν Ἰάμνειαν — πόλις δέ ἐστι τῆς Ἰουδαίας ἐν τοῖς μάλιστα
πολυάνθρωπος — [ταύτην] μιγάδες οἰκοῦσιν, οἱ πλείους μὲν Ἰουδαῖοι,
ἕτεροι δέ τινες ἀλλόφυλοι παρεισφθαρέντες ἀπὸ τῶν πλησιοχώρων, οἳ
τοῖς τρόπον τινὰ αὐθιγενέσιν ὄντες μέτοικοι κακὰ καὶ πράγματα παρέχουσιν,
 ἀεί τι παραλύοντες τῶν πατρίων Ἰουδαίοις.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="201"><p>οὗτοι παρὰ τῶν <lb n="25"/>
ἐπιφοιτώντων ἀκούοντες, ὅσῃ σπουδῇ κέχρηται Γάιος περὶ τὴν ἰδίαν
ἐκθέωσιν καὶ ὡς ἀλλοτριώτατα διάκειται πρὸς ἅπαν τὸ Ἰουδαϊκὸν γένος,
καιρὸν ἐπιτήδειον εἰς ἐπίθεσιν παραπεπτωκέναι νομίζοντες αὐτοσχέδιον
ἀνιστᾶσι βωμὸν εἰκαιοτάτης ὕλης, πηλὸν σχηματίσαντες εἰς πλίνθους,
<note xml:lang="mul" type="footnote"><lb/>1 δ’ Α
<lb/>3 ταῦθ’ A
<lb/>4 διεξῇμεν] διέξημεν (η corr. in ι) 0, διέξιμεν διέξειμεν ν
<lb/>5 δ’ Α ἐπαγγείλαντας L
<lb/>6 κάθησθε C: καθέζεσθε ΜΑ, Η, καθίζεσθαι G, αἰ corr. in ἑ αὐτὸ] αὔτως C, αὕτως G, οὕτως ἐνιέντες COH2L: ἐνιέντας G, ἐνέντες MA, ἐνιόντες H1
<lb/>7 προσηγεῖσθαι CGO
<lb/>9 δέ A (Mang.): om. ceteri (Turn.)
<lb/>10 μὴ πείσεσθαι A (Mang.): om. ceteri (Turn.) 
<lb/>11 κατέχηται δ’ Α
<lb/>12 ἀπαύστοις om. Ο 15.
<lb/>16 6 Καπίτων ἐστὶ glossema esse putat Mang.
<lb/>16 ἐστὶν C (v) Ἰουδαίας] Ἰουδαίας] coni. Schürer Joseph. Ant. XVIII 6,3 εἶχε ἐγκόπως M
<lb/>18 εἶτ’ A αὐτῶ Α
<lb/>19 ἦ CGH2L: ἥ O, εἰ MH1, ὡς Α διακρούεται G, διακρούσηται A 
<lb/>20 αὐτοῦ M
<lb/>21 ἰάμνειαν CGH: ἰάμνιαν OMA τοῖς codd.: ταῖς v 
<lb/>22 πολυανθρώποις coni. Mang. (Dahl), ταύτην seclusi
<lb/>23 πλ<foreign xml:lang="abbr">ABBREV</foreign>σιοχώρων C 
<lb/>26 περὶ] παρὰ Η
<lb/>27 Ἰουδαϊκὸν γένος] ἰουδαίων ἔθνος A (prob. Mang.) 
<lb/>28 εἰς] πρὸς Α
<lb/>29 ἀνιστᾶσι] παριστῶσι Α, ἀνιστῶσι ceteri (v)</note>  

<pb n="v.6.p.193"/>
ὑπὲρ τοῦ μόνον ἐπιβουλεύειν τοῖς συνοικοῦσιν· ᾔδεσαν γὰρ οὐκ ἀνεξομένους
καταλυομένων τῶν ἐθῶν, ὅπερ καὶ ἐγένετο.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="202"><p>θεασάμενοι γὰρ καὶ δυσανασχετήσαντες ἐπὶ τῷ τῆς ἱερᾶς χώρας τὸ ἱεροπρεπὲς ὄντως ἀφανίζεσθαι
καθαιροῦσι συνελθόντες· οἱ δὲ εὐθὺς ἐπὶ τὸν Καπίτωνα ἧκον, ὃς ἦν τοῦ
<lb n="5"/> δράματος ὅλου δημιουργός. ἕρμαιον δὲ εὑρηκέναι νομίσας, ὅπερ ἐκ
πολλῶν χρόνων ἀνεζήτει, γράφει Γαΐῳ διαίρων τὰ πράγματα καὶ
μετεωρίζων.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="203"><p>ὁ δὲ διαναγνοὺς πλουσιώτερον καὶ μεγαλοφρονέστερόν τι ἀντὶ τοῦ πλινθίνου βωμοῦ τοῦ κατ’ ἐπήρειαν ἀνασταθέντος ἐν Ἰαμνείᾳ κελεύει
  <milestone unit="altpage2" n="p. 576 M."/> κολοσσιαῖον ἀνδριάντα ἐπίχρυσον ἐν τῷ τῆς μητροπόλεως ἱερῷ καθιδρυθῆναι,
<lb n="10"/> συμβούλοις χρησάμενος τοῖς ἀρίστοις καὶ σοφωτάτοις, Ἑλικῶνι
τῷ εὐπατρίδῃ δούλῳ, σπερμολόγῳ, περιτρίμματι, καὶ Ἀπελλῇ τινι
τραγῳδῷ, ὃς ἀκμῇ μὲν τῆς πρώτης ἡλικίας, ὥς φασιν, ἐκαπήλευσε τὴν
ὥραν, ἔξωρος δὲ γενόμενος ἐπὶ τὴν σκηνὴν παρῆλθεν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="204"><p>ὅσοι δὲ σκηνοβατοῦσιν ἐμπορευόμενοι θεαταῖς καὶ θεάτροις, αἰδοῦς εἰσι καὶ σωφροσύνης
<lb n="15"/> ἀλλ’ οὐκ ἀναισχυντίας καὶ ἀκοσμίας ἐρασταὶ τῆς ἀνωτάτω; διὰ ταῦτα
εἰς τὴν τοῦ συμβούλου τάξιν ὁ Ἀπελλῆς παρῆλθεν, ἵνα βουλεύσηται
Γάιος μεθ’ οὗ μὲν ὡς σκωπτέον, μεθ’ οὗ δὲ ὡς ᾀστέον, ὑπερβὰς τὰς
περὶ τῶν ὅλων σκέψεις, ὡς εἰρηνεύεσθαι καὶ ἠρεμεῖσθαι τὰ πανταχοῦ
πάντα.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>