<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1:114-126</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1:114-126</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="114"><p><milestone unit="altref" n="16"/><milestone unit="altpage1" n="p. 562 M."/>  Ἆρά γε ἤδη μεμαθήκαμεν ἐκ τούτων, ὅτι οὐδενὶ θεῶν ἀλλ’
οὐδὲ ἡμιθέων ἐξομοιοῦσθαι δεῖ Γάιον, μήτε φύσεως μήτε οὐσίας ἀλλὰ
μηδὲ προαιρέσεως τετυχηκότα τῆς αὐτῆς; τυφλὸν δέ, ὡς ἔοικεν, ἡ ἐπιθυμία,
καὶ μάλισθ’ ὅταν προσλάβῃ κενοδοξίαν ὁμοῦ καὶ φιλονεικίαν μετὰ
τῆς μεγίστης ἐξουσίας, ὑφ’ ἧς ἡμεῖς οἱ πρότερον εὐτυχεῖς ἐπορθούμεθα. <lb n="15"/>
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="115"><p>μόνους γὰρ Ἰουδαίους ὑπεβλέπετο, ὡς δὴ μόνους τἀναντία προῃρημένους
καὶ δεδιδαγμένους ἐξ αὐτῶν τρόπον τινὰ σπαργάνων ὑπὸ γονέων καὶ
παιδαγωγῶν καὶ ὑφηγητῶν καὶ πολὺ πρότερον τῶν ἱερῶν νόμων καὶ ἔτι
τῶν ἀγράφων ἐθῶν ἕνα νομίζειν τὸν πατέρα καὶ ποιητὴν τοῦ κόσμου
 θεόν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="116"><p>οἱ μὲν γὰρ ἄλλοι πάντες, ἄνδρες, γυναῖκες, πόλεις, ἔθνη, χῶραι, <lb n="20"/>
κλίματα γῆς, ὀλίγου δέω φάναι πᾶσα ἡ οἰκουμένη, καίτοι στένοντες ἐπὶ
τοῖς γινομένοις, οὐδὲν ἧττον ἐκολάκευον αὐτὸν ἀποσεμνύνοντες πλέον τοῦ
μετρίου καὶ τὸν τῦφον συναύξοντες. ἔνιοι δὲ καὶ τὸ βαρβαρικὸν ἔθος εἰς
Ἰταλίαν ἤγαγον, τὴν προσκύνησιν, τὸ εὐγενὲς τῆς Ῥωμαϊκῆς ἐλευθερίας
 παραχαράττοντες.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="117"><p>ἓν δὲ μόνον ἔθνος ἐξαίρετον τῶν Ἰουδαίων ὕποπτον <lb n="25"/>
ἦν ἀντιπράξειν, εἰωθὸς ἑκουσίους ἀναδέχεσθαι θανάτους ὥσπερ ἀθανασίαν,
ὑπὲρ τοῦ μηδὲν τῶν πατρίων περιιδεῖν ἀναιρούμενον, εἰ καὶ βραχύτατον εἴη,
<note xml:lang="mul" type="footnote"><lb/>1 ἐναλάττων Η
<lb/>2 δ’ om. L (v)
<lb/>3 ἐξεταζέσθω Mang.: ἐξετάζεσθαι codd.; ἐξετάζεται Turn. δι (sic) C ἀλλοτριώτητα Η
<lb/>4 τὴν Turn. (v): τῆς CGOH, ι τῆ M, τοῦ A ἄρεος GMH1 (corr. Η2) L
<lb/>5 δ’ Α ἀνδρία M (v), ἀνδρεία οὐκ om. C
<lb/>6 παραστάτην MH
<lb/>7 γὰρ om. A
<lb/>8 ὠνόμασταί G; προσωνομάσθαι coni. Mang.
<lb/>9 ἕτερος ἑταῖρος Mang: ἕτερος om. MAH, ἑταῖρος om. CGOL; ἕτερος ἕτερος Turn. δὲ om. CGO
<lb/>10 στάσεις] τάξεις M
<lb/>11 ἀρά GA: ἄρα ceteri ἐκ om. Turn. ἀλλ’ om. A
<lb/>12 οὐδ’ A
<lb/>13 τυφλὸς Turn. δ’ Α ἡ om. C
<lb/>14 μάλιστα MGO καινοδοξίαν M
<lb/>15 εὐτυχεῖς Mang.: ἀτυχεῖς codd. (v)
<lb/>16 alt. μόνους] μόνα Α προειρημένους GL, ει corr. in η OH2
<lb/>17 δεδιγμένους (sic) M
<lb/>20 γὰρ om. A καὶ ante γυναῖκες add. A πόλεις om. AH 
<lb/>21 κλήματα G φάναι om. M
<lb/>22 γενομένοις H
<lb/>23 ἔθνος A εὐγενὲς Mang. (Dahl): συγγενές codd. (v)
<lb/>25 ἔθος M ἐξαίρετον τῶν (τὸ Ο) ἰουδαίων (Turn.): τῶν ἰουδαίων ἐξαίρετον M, τὸ τῶν ἰουδαίων ἐξαίρετον Α, τὸ ἰουδαίων ἐξαίρετον τῶν] τὸ τῶν Mang.
<lb/>26 ἀντιπράττειν H εἰωθὼς Μ
<lb/>27 εἰ—εἴη om. A</note>  

<pb n="v.6.p.177"/>
διὰ τὸ καθάπερ ἐπὶ τῶν οἰκοδομημάτων ὑφαιρέσει ἑνὸς καὶ τὰ ἔτι
παγίως ἑστάναι δοκοῦντα συμπίπτειν πρὸς τὸ κενωθὲν χαλώμενα καὶ
καταρρέοντα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="118"><p>μικρὸν δὲ οὐκ ἦν τὸ κινούμενον, ἀλλὰ τὸ μέγιστον τῶν ὄντων, ἀνθρώπου γενητὴν καὶ φθαρτὴν φύσιν εἰς ἀγένητον καὶ ἄφθαρτον
<lb n="5"/> ὅσα τῷ δοκεῖν θεοπλαστῆσαι, ὅπερ ἀσεβημάτων ἔκρινεν εἶναι χαλεπώτατον
— θᾶττον γὰρ ἂν εἰς ἄνθρωπον θεὸν ἢ εἰς θεὸν ἄνθρωπον μεταβαλεῖν —,
δίχα τοῦ καὶ τὰς ἄλλας τὰς ἀνωτάτω κακίας ἀναδέξασθαι, ἀπιστίαν
ὁμοῦ καὶ ἀχαριστίαν πρὸς τὸν τοῦ κόσμου παντὸς εὐεργέτην, ὃς τῇ αὑτοῦ
δυνάμει τοῖς μέρεσι πᾶσι τοῦ παντὸς ἀφθόνους περιουσίας ἀγαθῶν
<lb n="10"/> ἐκδίδωσιν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="119"><p><milestone unit="altref" n="17"/> Μέγιστος οὖν καὶ ἀκήρυκτος πόλεμος ἐπὶ τῷ ἔθνει συνεκροτεῖτο. τί γὰρ ἂν εἴη δούλῳ βαρύτερον κακὸν ἢ δεσπότης ἐχθρός;
δοῦλοι δὲ αὐτοκράτορος οἱ ὑπήκοοι, καὶ εἰ μηδενὸς ἑτέρου τῶν προτέρων
διὰ τὸ σὺν ἐπιεικείᾳ καὶ μετὰ νόμων ἄρχειν, ἀλλά τοι Γαΐου πᾶσαν
<lb n="15"/> ἐκτετμημένου τῆς ψυχῆς ἡμερότητα καὶ παρανομίαν ἐζηλωκότος — νόμον
γὰρ ἡγούμενος ἑαυτὸν τοὺς τῶν ἑκασταχοῦ νομοθετῶν ὡς κενὰς ῥήσεις
ἔλυεν —· ἡμεῖς δὲ οὐ μόνον ἐν δούλοις ἀλλὰ καὶ δούλων τοῖς ἀτιμοτάτοις
 ἐγραφόμεθα τοῦ ἄρχοντος τρέποντος εἰς δεσπότην. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="120"><p><milestone unit="altref" n="18"/><milestone unit="altpage2" n="p. 563 M."/> ὅπερ συναισθόμενος ὁ Ἀλεξανδρέων μιγὰς καὶ πεφορημένος ὄχλος ἐπέθετο
<lb n="20"/> ἡμῖν, καιρὸν ἐπιτηδειότατον παραπεπτωκέναι ὑπολαβών, καὶ τὸ τυφόμενον
ἐκ μακρῶν χρόνων μῖσος ἀνέφηνε πάντα κυκῶν καὶ συνταράττων.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="121"><p>ὡς γὰρ ἐκδοθέντας εἰς ὁμολογουμένας καὶ τὰς ἀνωτάτω συμφορὰς ὑπὸ τοῦ
αὐτοκράτορος ἢ πολέμῳ κατακρατηθέντας ἐκμανέσι καὶ θηριωδεστάταις
ὀργαῖς κατειργάζοντο, ταῖς οἰκίαις ἐπιτρέχοντες, τοὺς δεσπότας αὐταῖς
<note xml:lang="mul" type="footnote"><lb/>1 ἐπὶ] ὑπὸ Η
<lb/>3 κενούμενον Α
<lb/>4 δέ ante γενητὴν add. Α γεννητὴν Turn. καὶ φθαρτὴν φύσιν CGO: φύσιν καὶ φθαρτὴν transp. ceteri 
<lb/>5 ἔκρινεν (scil. τό Ἰουδαίων ἔθνος)] κρίνω coni. Mang., ἔοικεν Ernesti χαλεπώτατον CGO: χαλεπώτερον ceteri
<lb/>6 ἂν om. MH
<lb/>7 καὶ ante δίχα add. M ἀναδείξασθαι coni. Mang.
<lb/>8 αὑτοῦ v: αὐτοῦ codd.
<lb/>10 ἐκδίδωσιν CL: ἐκδίδωσι ceteri (v)
<lb/>12 δούλου H
<lb/>13 προτέρων C: πρότερον ceteri 
<lb/>14 πᾶσαν γαίου transp. A
<lb/>16 τὰς Α
<lb/>18 ἐγγραφόμεθα Α; ἐνεγραφόμεθα coni. Mang. τοῦ ἄρχοντος Α (Mang): τὸν ἄρχοντα ceteri (Turn.) τρέποντες CGO (Turn.) ; τραπέντος coni. Wendl.
<lb/>19 6 om. Α συμπεφορημένος Α 
<lb/>20 ἐπιτηδει (??) τατον C, ἐπιτηδειότητος H (Turn.) ἐντυφόμενον vel ὑποτυφόμενον coni. Mang.
<lb/>21 ἀνεφάνη coni. Matthaei ταράττων Α; συνταράττον coni. Matthaei
<lb/>23 κατακρατηθέντας scripsi: κατακριθέντας C, κρατηθέντας ceteri (v) ἐκμανέσιν L θηριώδεσιν H
<lb/>24 ὀργαῖς CGOMH (Turn.): ὁρμαῖς Α (Mang.) κατειργάζοντο] κατηναγκάζοντο H ἐπιτρέχοντας Η1, corr. H2</note> <note xml:lang="mul" type="footnote"><lb/>12 DR fol. 160r τοῦ αὐτοῦ. τί ἄν εἴη δούλῳ βαρύτερον κακὸν ὃ δεσπότης ἐχθρός;</note>  

<pb n="v.6.p.178"/>
 γυναιξὶ καὶ τέκνοις ἐλαύνοντες, ὡς κενὰς οἰκητόρων ἀποφῆναι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="122"><p>ἔπιπλα
καὶ κειμήλια οὐκέτι ὡς λῃσταὶ νύκτα καὶ σκότος ἐπιτηροῦντες διὰ φόβον
ἁλώσεως ἔκλεπτον, ἀλλὰ φανερῶς μεθ’ ἡμέραν ἐξεφόρουν ἐπιδεικνύμενοι
τοῖς ἀπαντῶσιν, ὥσπερ οἱ κεκληρονομηκότες ἢ πριάμενοι παρὰ τῶν κυρίων.
εἰ δὲ καὶ πλείους συνέθεντο κοινοπραγῆσαι τῶν ἁρπαγῶν, τὴν λείαν ἐν <lb n="5"/>
ἀγορᾷ μέσῃ διενέμοντο, πολλάκις ἐν ὄψεσι τῶν δεσποτῶν, κατακερτομοῦντες
 καὶ ἐπιχλευάζοντες.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="123"><p>δεινὰ μὲν οὖν καθ’ ἑαυτὰ καὶ ταῦτα· πῶς
γὰρ οὔ; πένητας ἐκ πλουσίων καὶ ἀπόρους ἐξ εὐπόρων γεγενῆσθαι μηδὲν
ἀδικοῦντας ἐξαίφνης καὶ ἀνοίκους καὶ ἀνεστίους, ἐξεωσμένους καὶ
πεφυγαδευμένους τῶν ἰδίων οἰκιῶν, ἵνα μεθ’ ἡμέραν καὶ νύκτωρ ὕπαιθροι <lb n="10"/>
διατελοῦντες ἢ ταῖς ἀφ’ ἡλίου φλογώσεσιν ἢ νυκτεριναῖς περιψύξεσι
 διαφθαρῶσι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="124"><p>κουφότερα δὲ τῶν μελλόντων λέγεσθαι ταῦτα· συνελάσαντες
γὰρ τοσαύτας μυριάδας ἀνδρῶν ὁμοῦ καὶ γυναικῶν καὶ τέκνων καθάπερ
βοσκήματα καὶ θρέμματα ἐξ ἁπάσης τῆς πόλεως εἰς μοῖραν ἐλαχίστην οἷά
τινα σηκόν, ᾠήθησαν ὀλίγαις ἡμέραις σωροὺς ἀθρόων νεκρῶν ἐφευρήσειν <lb n="15"/>
ἢ λιμῷ διαφθαρέντων διὰ σπάνιν τῶν ἀναγκαίων, οὐ προευτρεπισμένων
 τὰ ἐπιτήδεια κατὰ μαντείαν τῶν ἐξαπιναίων κακοπραγιῶν,</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="125"><p>ἢ δι’
ὠθισμὸν καὶ πνῖγος, μηδεμιᾶς εὐρυχωρίας προσφερομένης, ἀλλὰ καὶ τοῦ
πέριξ ἀέρος κακωθέντος καὶ ὅσον ἦν ἐν αὐτῷ ζωτικὸν ταῖς ἀναπνοαῖς,
εἰ δὲ δεῖ τὸ ἀληθὲς εἰπεῖν, τοῖς ἐκπνεόντων ἄσθμασιν ὑποβαλόντος, ὑφ’ <lb n="20"/>
ὧν φλεγόμενος καὶ τρόπον τινὰ καταβολῇ πυρετοῦ πιεσθεὶς θερμὸν καὶ
ἄτοπον πνεῦμα διὰ μυκτήρων καὶ στόματος εἰσέπεμπε, τὸ λεγόμενον
 κατὰ τὴν παροιμίαν πῦρ ἐπιφέρων πυρί.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="126"><p>τῶν γὰρ ἐντὸς σπλάγχνων ἡ
δύναμις ἐκ φύσεως φλογωδεστάτη καθέστηκεν, ἣν ὅταν μὲν αἱ θύραθεν
αὖραι μετρίως ψυχραὶ καταπνέωσιν, εὐοδεῖ τὰ τῆς ἀναπνοῆς ὄργανα ταῖς <lb n="25"/>
εὐκρασίαις, ὅταν δὲ μεταβάλωσι πρὸς τὸ θερμότερον, ἀνάγκη δυσοδεῖν
</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>