<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1:1-9</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1:1-9</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="1"><p><milestone unit="altref" n="1"/><milestone unit="altpage2" n="IIp.545M."/> Ἄχρι τίνος ἡμεῖς οἱ γέροντες ἔτι παῖδές ἐσμεν, τὰ μὲν σώματα
<lb n="5"/> χρόνου μήκει πολιοί, τὰς δὲ ψυχὰς ὑπ’ ἀναισθησίας κομιδῇ νήπιοι,
νομίζοντες τὸ μὲν ἀσταθμητότατον, τὴν τύχην, ἀκλινέστατον, τὸ δὲ
παγιώτατον, τὴν φύσιν, ἀβεβαιότατον; ὑπαλλαττόμεθα γὰρ καθάπερ ἐν
ταῖς πεττείαις τὰς πράξεις μετατιθέντες, οἰόμενοι τὰ μὲν τυχηρὰ μονιμώτερα
εἶναι τῶν φύσει, τὰ δὲ κατὰ φύσιν ἀβεβαιότερα τῶν τυχηρῶν.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="2"><p><lb n="10"/> αἴτιον δὲ τὸ τὰ παρόντα βραβεύειν ἀπροοράτως τῶν μελλόντων ἔχοντας, αἰσθήσει πεπλανημένῃ χρωμένους πρὸ διανοίας ἀπλανοῦς· ὀφθαλμοῖς
μὲν γὰρ τὰ ἐν φανερῷ καὶ ἐν χερσὶ καταλαμβάνεται, λογισμὸς δὲ φθάνει καὶ πρὸς τὰ <milestone unit="altpage1" n="p. 546 Μ."/> ἀόρατα καὶ μέλλοντα, οὗ τὴν ὄψιν ὀξυωπεστέραν οὖσαν
τῆς δι’ ὀμμάτων σώματος ἀμαυροῦμεν, οἱ μὲν ἀκράτῳ καὶ πλησμοναῖς
<lb n="15"/> ὑποσυγχέοντες, οἱ δὲ τῷ μεγίστῳ τῶν κακῶν, ἀμαθίᾳ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="3"><p>πλὴν ὁ παρὼν καιρὸς καὶ αἱ κατ’ αὐτὸν κριθεῖσαι πολλαὶ καὶ μεγάλαι ὑποθέσεις,
<note xml:lang="mul" type="footnote"><lb/>1 —
<lb/>3 Φαωνος ἀρετῶν ᾶ πρῶτον 0) ὅ (ὅς G) ἐστι τῆς αὐτοῦ πρεσβείας (τῆς add. GO) πρὸς γάϊον CGO: Φίλωνος περὶ ἀρετῶν ὅ ἐστι τῆς αὐτοῦ πρεσβείας πρὸς γάιον Μ, περὶ ἀρετῶν καὶ πρεσβείας πρὸς γάιον Η (V), τοῦ αὐτοῦ Φίλωνος ἰουδαίου ἱστορία πάνυ χρήσιμος καὶ ὠφέλιμος περὶ τῶν κατὰ τὸν γάιον καὶ τῆς αἰτίας τῆς πρὸς ἅπαν τὸ ἰουδαίων ἔθνος ἀπεχθείας αὐτοῦ A, Γάιος ψεγόμενος Phot. Bibl. cod. 105
<lb/>4 ἄχρι] μέχρι D Anton. Mel.
<lb/>5 πολιοί] παλαιοί Anton. Mel. ὑπό Α 6.
<lb/>7 τὸ δὲ παγιώτατον om. Α 
<lb/>7 δέ ante φύσιν add. Α
<lb/>8 πετείαις M πράξεις] τάξεις coni. Mang. οἰόμεθα A
<lb/>9 pr. τῶν] τῆ A τῶν φύσει om. L εἶναι post ἀβεβαιότερα add. Α (Mang.)
<lb/>10 βραβεύειν] θεραπεύειν coni. Mang. (probat Ernesti) 
<lb/>11 ἀπλανοῦς (coni. Mang.): ἀφανῶς C, ἀφανοῦς ceteri (v)
<lb/>12 χερσὶν L 
<lb/>13 οὗ] οὐ M
<lb/>14 τῆς] τοῦ Α ὀμάτων M ἀχράτω (σ eras. vid.) C, ἀκράτοις Α
<lb/>16 αὐτῶν M μέγισται ὑπερθέσεις Α</note> <note xml:lang="mul" type="footnote">4.
<lb/>5 DR fol. 131r Φίλωνος ἐκ τῆς πρὸς Γάιον πρεσβείας Anton. Mel. II
<lb/>18 Col. 1057 Φλωνος: μέχρι τίνος — νήπιοι.
<lb/>11 —
<lb/>13 DR fol. 195v τοῦ αὐτοῦ Anton. Mel. II
<lb/>87 Col. 1209 Φλωνος: ὀφθαλμοῖς μὲν τὰ ἐν φανερῷ καὶ τά ἐν χερσὶ καταλαμβάνεται, λογισμὸς δὲ ἀκέραιος ἀόρατος coni. Mang.) φθάνει — μέλλοντα.</note>  

<pb n="v.6.p.156"/>
κἂν εἰ ἄπιστοι γεγόνασί τινες τοῦ προνοεῖν τὸ θεῖον ἀνθρώπων, καὶ μάλιστα
τοῦ ἱκετικοῦ γένους, ὃ τῷ πατρὶ καὶ βασιλεῖ τῶν ὅλων καὶ πάντων αἰτίῳ
 προσκεκλήρωται, ἱκαναὶ [τοῦ] πεῖσαι αὐτούς.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="4"><p>τοῦτο δὲ τὸ γένος Χαλδαϊστὶ
μὲν Ἰσραὴλ καλεῖται, Ἑλληνιστὶ δὲ ἑρμηνευθέντος τοῦ ὀνόματος „ὁρῶν
θεόν", ὅ μοι δοκεῖ πάντων χρημάτων ἰδίων τε καὶ κοινῶν εἶναι τιμιώτατον. <lb n="5"/>
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="5"><p>εἰ γὰρ πρεσβυτέρων ἢ ὑφηγητῶν ἢ ἀρχόντων ἢ γονέων ὄψις κινεῖ τοὺς
βλέποντας πρὸς αἰδῶ καὶ εὐκοσμίαν καὶ σώφρονος βίου ζῆλον, πόσον
τι νομίζομεν ἀρετῆς ἕρμα καὶ καλοκαγαθίας ἀνευρήσειν ἐν ψυχαῖς, αἳ τὸ
γενητὸν πᾶν ὑπερκύψασαι τὸ ἀγένητον καὶ θεῖον ὁρᾶν πεπαίδευνται, τὸ
πρῶτον ἀγαθὸν καὶ καλὸν καὶ εὔδαιμον καὶ μακάριον, εἰ <add>δὲ</add> δεῖ τἀληθὲς <lb n="10"/>
εἰπεῖν, τὸ κρεῖττον μὲν ἀγαθοῦ, κάλλιον δὲ καλοῦ, καὶ μακαριότητος μὲν
μακαριώτερον, εὐδαιμονίας δὲ αὐτῆς εὐδαιμονέστερον, καὶ εἰ δή τι τῶν
 εἰρημένων τελειότερον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="6"><p>οὐ γὰρ φθάνει προσαναβαίνειν ὁ λόγος ἐπὶ τὸν
ἄψαυστον καὶ ἀναφῆ πάντῃ θεόν, ἀλλ’ ὑπονοστεῖ καὶ ὑπορρεῖ κυρίοις
ὀνόμασιν ἀδυνατῶν ἐπιβάθρᾳ χρῆσθαι πρὸς δήλωσιν, οὐ λέγω τοῦ ὄντος <lb n="15"/>
— οὐδὲ γὰρ ὁ σύμπας οὐρανὸς ἔναρθρος φωνὴ γενόμενος εὐθυβόλων
καὶ εὐσκόπων εἰς τοῦτο ἂν εὐποροίη ῥημάτων — ἀλλὰ τῶν δορυφόρων
αὐτοῦ δυνάμεων, κοσμοποιητικῆς τε καὶ βασιλικῆς καὶ προνοητικῆς καὶ
 τῶν ἄλλων ὅσαι εὐεργέτιδές τε καὶ κολαστήριοι,</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="7"><p>εἰ καὶ τὰς κολαστηρίους
ἐν εὐεργέτισι τακτέον, οὐ μόνον ἐπειδὴ νόμων καὶ θεσμῶν εἰσι μοῖραι — <lb n="20"/>
νόμος γὰρ ἐκ δυοῖν συμπληροῦσθαι πέφυκε, τιμῆς ἀγαθῶν καὶ πονηρῶν
κολάσεως —, ἀλλ’ ὅτι καὶ ἡ κόλασις νουθετεῖ καὶ σωφρονίζει πολλάκις μὲν
καὶ τοὺς ἁμαρτάνοντας, εἰ δὲ μή, πάντως γοῦν τοὺς πλησιάζοντας· αἱ γὰρ
ἑτέρων τιμωρίαι βελτιοῦσι τοὺς πολλοὺς φόβῳ τοῦ μὴ παραπλήσια παθεῖν.</p><note xml:lang="mul" type="footnote"><lb/>1 κἂν εἰ ἄπιστοι CGO (Mang.): ἱκανὴ πίστις ceteri: κἀν ἱκαναὶ πίστεις Tum. γεγόνασιν L τινες CGO: om. ceteri
<lb/>2 οἰκετικοῦ Α
<lb/>3 ἱκανὴ Α τοῦ seclusi, τὸ coni. Wendl.
<lb/>5 χρημάτων om. Α τε ἰδίων transp. O 
<lb/>6 εἰ] ἡ L ὑφηγητῶν ἡ πρεσβυτέρων ἢ γονέων ἢ ἀρχόντων transp. A
<lb/>8 καὶ <add>πλήρωμα</add> coni. Mang. ἀνευρήσειν Turn. (v): ἀνεύρεσιν codd.
<lb/>9 καὶ om. Α 
<lb/>10 καὶ καλὸν om. M, post εὔδαιμον transp. εὔδομον M <add>δὲ</add> δεῖ Mang. : δεῖ codd. (v)
<lb/>11 μακ αριότητος] μακαριώτατος Η1, μακαριώτατον H2 μακαρίου L (Turn.)
<lb/>12 δ’ Α δή H: δεῖ CGA, corr. iu δή MO
<lb/>14 πάντα C ἄλλη καὶ A
<lb/>15 ἐπιβάθραις D ἐπιβόθρα (sic) L χρήσασθαι Α 16.
<lb/>17 εὐθυβόλων καὶ εὐσκόπων D
<lb/>17 τοῦτ’ MA
<lb/>18 καὶ προνοητικῆς om. Α προνητικῆς M
<lb/>19 μὴ post εἰ add. Α (Mang.), om. ceteri (Turn.) 
<lb/>20 εἰσιν C
<lb/>21 δυεῖν C συμπληροῦσθαι CGOM (Mang.): πληροῦσθαι AH (Turu.) πέφυκεν C πονηρῶν] μωρῶν A
<lb/>22 σωφρονίζει καὶ νουθετεῖ transp. DK 
<lb/>23 pr. τοὺς om. DP
<lb/>24 ποθεῖν] post haec lacunam statueudam esse recte animadvertit Massebieau</note><note xml:lang="mul" type="footnote">13—17 DC fol. 45v DR fol, 23r DL fol. 27r ἐκ τῆς πρὸς Γάιον πρεσβείας: οὐ φθάνει — βημάτων. 22—
<lb/>24 DK fol. 253r ἐκ τῆς πρὸς Γάιον πρεσβείας DR fol. 259r τοῦ αὐτοῦ DP fol. 324v DV p. 683: ἡ κόλασις νουθετεῖ — παθεῖν.</note><pb n="v.6.p.157"/></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="8"><p><milestone unit="altref" n="2"/> Τίς γὰρ ἰδὼν Γάιον μετὰ τὴν Τιβερίου Καίσαρος τελευτὴν παρειληφότα τὴν ἡγεμονίαν πάσης γῆς καὶ θαλάσσης ἀστασίαστον καὶ
εὔνομον καὶ πᾶσι τοῖς μέρεσιν ἡρμοσμένην εἰς τὸ σύμφωνον, ἑῴοις,
ἑσπερίοις, μεσημβρινοῖς, ἀρκτικοῖς — τοῦ μὲν βαρβαρικοῦ γένους τῷ
  <milestone unit="altpage2" n="p. 547 M."/> Ἑλληνικῷ, τοῦ δ’ Ἑλληνικοῦ τῷ βαρβαρικῷ, καὶ τοῦ μὲν στρατιωτικοῦ
<lb n="6"/> τῷ κατὰ πόλεις, τοῦ δὲ πολιτικοῦ τῷ στρατευομένῳ συμφρονήσαντος εἰς
μετουσίαν καὶ ἀπόλαυσιν εἰρήνης — οὐκ ἐθαύμασε καὶ κατεπλάγη τῆς
ὑπερφυοῦς καὶ παντὸς λόγου κρείττονος εὐπραγίας,</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.opp-grc1" subtype="section" n="9"><p>ἐξ ἑτοίμου τἀγαθὰ ἀθρόα σωρηδὸν κεκληρονομηκότα, παμπληθεῖς θησαυροὺς χρημάτων,
<lb n="10"/> ἄργυρον καὶ χρυσόν, τὸν μὲν ὡς ὕλην, τὸν δὲ ὡς νόμισμα, τὸν δὲ ὡς
προκόσμημα δι’ ἐκπωμάτων καί τινων ἑτέρων ἃ πρὸς ἐπίδειξιν τεχνιτεύεται,
παμπληθεῖς δυνάμεις, πεζάς, ἱππικάς, ναυτικάς, προσόδους ὥσπερ
ἐκ πηγῶν ἀενάῳ τινὶ φορᾷ χορηγουμένας,</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>