<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg030.opp-grc1:53-56</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg030.opp-grc1:53-56</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg030.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg030.opp-grc1" subtype="section" n="53"><p><milestone unit="altref" n="8"/> Ἐπειδὴ τοίνυν ἡ κατὰ τῶν νόμων πεῖρα εὐοδεῖν ἔδοξεν αὐτῷ
τὰς προσευχὰς ἁρπάσαντι καὶ μηδὲ τοὔνομα ὑπολιπομένῳ, πάλιν ἐφ’ ἕτερον
ἐτρέπετο, τὴν τῆς ἡμετέρας πολιτείας ἀναίρεσιν, ἵν’ ἀποκοπέντων οἷς <lb n="5"/>
μόνοις ἐφώρμει ὁ ἡμέτερος βίος ἐθῶν τε πατρίων καὶ μετουσίας πολιτικῶν
δικαίων τὰς ἐσχάτας ὑπομένωμεν συμφορὰς οὐδενὸς ἐπειλημμένοι
 πείσματος εἰς ἀσφάλειαν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg030.opp-grc1" subtype="section" n="54"><p>ὀλίγαις γὰρ ὕστερον ἡμέραις τίθησι πρόγραμμα,
δι’ οὗ ξένους καὶ ἐπήλυδας ἡμᾶς ἀπεκάλει μηδὲ λόγου μεταδούς, ἀλλ’
ἀκρίτως καταδικάζων. οὗ τί ἂν εἴη τυραννίδος ἐπάγγελμα μεῖζον; αὐτὸς
γενόμενος τὰ πάντα, κατήγορος, ἐχθρός, μάρτυς, δικαστής, κολαστής,
εἶτα δυσὶ τοῖς προτέροις καὶ τρίτον προσέθηκεν ἐφεὶς ὡς ἐν ἁλώσει τοῖς
 ἐθέλουσι πορθεῖν Ἰουδαίους. οἱ δὲ λαβόντες ἄδειαν τί πράττουσι;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg030.opp-grc1" subtype="section" n="55"><p>πέντε
μοῖραι τῆς πόλεώς εἰσιν, ἐπώνυμοι τῶν πρώτων στοιχείων τῆς ἐγγραμμάτου
φωνῆς· τούτων δύο Ἰουδαϊκαὶ λέγονται διὰ τὸ πλείστους Ἰουδαίους <lb n="15"/>
ἐν ταύταις κατοικεῖν· οἰκοῦσι δὲ καὶ ἐν ταῖς ἄλλαις οὐκ ὀλίγοι σποράδες.
τί οὖν ἐποίησαν; ἐκ τῶν τεσσάρων γραμμάτων ἐξῴκισαν τοὺς Ἰουδαίους
 καὶ συνήλασαν εἰς ἑνὸς μοῖραν βραχυτάτην.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg030.opp-grc1" subtype="section" n="56"><p>οἱ δὲ ἐξεχέοντο διὰ τὸ
πλῆθος εἰς αἰγιαλοὺς καὶ κοπρίας καὶ μνήματα πάντων στερόμενοι τῶν
ἰδίων. ἐκεῖνοι δὲ τὰς οἰκίας ἐρήμους καταδραμόντες ἐφ’ ἁρπαγὴν ἐτράποντο <lb n="20"/>
καὶ ὡς ἐκ πολέμου λείαν διενέμοντο, μηδενὸς δὲ κωλύοντος καὶ
τὰ ἐργαστήρια τῶν Ἰουδαίων συγκεκλεισμένα διὰ τὸ ἐπὶ Δρουσίλλῃ πένθος
ἀναρρήξαντες ὅσα εὗρον — πολλὰ δὲ καὶ ταῦτ’ ἦν — ἐξεφόρησαν καὶ
διὰ μέσης ἀγορᾶς ἐκόμιζον ὡς οἰκείοις τοῖς ἀλλοτρίοις καταχρώμενοι.
</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>