<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg030.opp-grc1:125-128</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg030.opp-grc1:125-128</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg030.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg030.opp-grc1" subtype="section" n="125"><p><milestone unit="altref" n="15"/> Τρίτον δ’ ἔτι πρὸς τοῖς εἰρημένοις κἀκεῖνό μοι δοκεῖ θείᾳ <lb n="5"/> προνοίᾳ συμβῆναι. ἐπειδὴ γὰρ ἀναχθεὶς ἀρχομένου χειμῶνος — ἔδει
γὰρ αὐτὸν καὶ τῶν ἐν θαλάττῃ φοβερῶν ἀπολαῦσαι τὰ στοιχεῖα τοῦ
παντὸς ἀσεβημάτων ἀναπλήσαντα — μυρία πονηθεὶς μόλις ἦλθεν εἰς
Ἰταλίαν, εὐθὺς ἐκδέχονται τὰς ἐπ’ αὐτῷ κατηγορίας δύο τῶν ἐχθίστων,
Ἰσίδωρός τε καὶ Λάμπων,</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg030.opp-grc1" subtype="section" n="126"><p>οἳ πρὸ μικροῦ μὲν τάξιν εἶχον ὑπηκόων δεσπότην <lb n="10"/> καὶ εὐεργέτην καὶ σωτῆρα καὶ τὰ τοιαῦτα ἀνακαλοῦντες, νυνὶ δ’
ἀντιδίκων οὐκ ἰσόρροπον ἀλλὰ δυνατωτέραν ἰσχὺν ἐκ πολλοῦ τοῦ περιόντος
ἐπιδεικνυμένων, οὐ μόνον ἕνεκα τοῦ θαρρεῖν τοῖς δικαίοις, ἀλλ’, ὃ δὴ
μέγιστον ἦν, ὅτι τὸν πρύτανιν τῶν ἀνθρωπίνων πραγμάτων ἐχθρὸν ἑώρων
ἄσπονδον αὐτῷ, μέλλοντα σχῆμα μὲν ὑποδύεσθαι δικαστοῦ, προνοίᾳ τοῦ
<lb n="15"/> μὴ δοκεῖν ἀκρίτου τινὸς προκαταγινώσκειν, ἔργον δ’ ἐπιδείκνυσθαι δυσμενοῦς,
πρὸ κατηγορίας καὶ ἀπολογίας ἤδη τῇ ψυχῇ κατεγνωκότος καὶ
τὰς ἀνωτάτω τιμωρίας ὡρικότος ἐπ’ αὐτῷ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg030.opp-grc1" subtype="section" n="127"><p>χαλεπὸν δ’ οὐδὲν οὕτως, ὡς ὑπ’ ἐλαττόνων κρείττους καὶ πρὸς ὑπηκόων ἄρχοντάς ποτε γενομένους
κατηγορεῖσθαι, ὥσπερ ἂν εἰ καὶ δεσπότας ὑπ’ οἰκοτρίβων ἢ ἀργυρωνήτων.</p><lb n="20"/></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg030.opp-grc1" subtype="section" n="128"><p><milestone unit="altref" n="16"/> Ἀλλ’ ἦν, ὡς ἔοικε, τοῦτο κουφότερον κακὸν συγκρινόμενον ἑτέρῳ μείζονι. οὐ γὰρ ἁπλῆν τινα τάξιν ἔχοντες ὑπηκόων αἰφνίδιον
 ἐπέθεντο ταῖς κατηγορίαις  <milestone unit="altpage2" n="p. 536 M."/> ἐπαποδυσάμενοι καὶ συμφρονήσαντες, ἀλλὰ
καὶ τὸν πλεῖστον χρόνον τῆς ἐπιτροπῆς ἣν ἐπετρόπευσε τῆς χώρας ἐκ
πάντων οὗτοι μάλιστ’ αὐτῷ δι’ ἀπεχθείας ἐγεγένηντο· Λάμπων μὲν
<lb n="25"/> ἀσεβείας τῆς εἰς Τιβέριον Καίσαρα δίκην σχὼν καὶ ἐπὶ διετίαν τριβομένου
τοῦ πράγματος ἀπειρηκώς.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>