<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1:93-96</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1:93-96</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="93"><p>ἢ τὸ παράπαν οὖν, φησίν, οὐ διελεύσεται πόλεμος διὰ χώρας εὐσεβῶν, ἀλλ’ αὐτὸς καταρρυήσεται καὶ συντριβήσεται
πρὸς ἑαυτόν, πρὸς οἵους ἔσοιτο ὁ ἀγὼν αἰσθανομένων τῶν ἀντιπάλων,
<lb n="5"/> ἅτε χρωμένους ἀνανταγωνίστῳ συμμαχίᾳ τοῦ δικαίου· μεγαλοπρεπὲς
γὰρ καὶ περίσεμνον ἀρετὴ καὶ μόνη καθ’ ἡσυχίαν ἱκανὴ φορὰς
μεγάλων ἐξευμαρίζειν κακῶν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="94"><p>ἢ κἂν μεμηνότες τινὲς ᾄττωσιν ἀκαθέκτῳ καὶ ἀπαρηγορήτῳ χρώμενοι τῇ τοῦ πολεμεῖν ἐπιθυμίᾳ, μέχρι μὲν συνίστανται,
καταλαζονεύσονται θρασυνόμενοι, πρὸς δὲ χειρῶν ἅμιλλαν ἥκοντες
<lb n="10"/> αἰσθήσονται κενὸν αὔχημα αὐχήσαντες, ὡς μὴ δυνάμενοι νικᾶν· ῥώμῃ
γὰρ ἀντιβιασθέντες κραταιοτέρᾳ φεύξονται προτροπάδην πρὸς πεντάδων
ἑκατοντάδες καὶ πρὸς ἑκατοντάδων μυριάδες, πολλαῖς ὁδοῖς οἱ κατὰ μίαν
ἐπελθόντες.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="95"><p>ἔνιοι δέ, μηδὲ διώκοντος μηδενὸς ὅτι μὴ φόβου, τὰ νῶτα τοῖς ἀντιπάλοις εἰς βολὰς εὐσκόπους ἐπιστρέψουσιν, ὡς εὐμάρειαν εἶναι
<lb n="15"/> πάντας ἡβηδὸν ἀναιρεθέντας πεσεῖν. „ἐξελεύσεται γὰρ ἄνθρωπος,“
φησὶν ὁ χρησμός, καὶ στραταρχῶν καὶ πολεμῶν ἔθνη μεγάλα καὶ
πολυάνθρωπα χειρώσεται, τὸ ἁρμόττον ὁσίοις ἐπικουρικὸν ἐπιπέμψαντος
τοῦ θεοῦ· τοῦτο δ’ ἐστὶ θάρσος ψυχῶν ἀκατάπληκτον καὶ σωμάτων
ἰσχὺς κραταιοτάτη, ὧν καὶ θάτερον φοβερὸν ἐχθροῖς, ἄμφω δὲ εἰ συνέλθοι,
<lb n="20"/> καὶ παντελῶς ἀνυπόστατα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="96"><p>ἐνίους δὲ τῶν ἐχθρῶν ἀναξίους ἔσεσθαί
<note xml:lang="mul" type="footnote"><lb/>1 δὲ F: δ’ AHP ἄνθρωπον F: τόν ἄνθρωπον AHP (v)
<lb/>2 ἀσπονδεὶ F (coni. Mang.): ἀσπονδεῖ Η1Ρ, ἀσπονδεῖν AH2 (v) οὑν, φησίν om. HP (Turn.) 
<lb/>4 ἔσοιτο FA: ἐστὶν HP (v) post ἀγὼν add. ὡς ἀηττήτους A mg P2, καὶ ὡς ἀηττήτους Mang. 4.
<lb/>5 ἀντιπάλων] πολεμίων Α
<lb/>5 ἀνταγωνίστω Α 
<lb/>6 πάνσεμνον Α (Mang.) τῶν σοφῶν ἡ ἀρετὴ D ἱκανὴ φορὰς om. in lac. DRDL
<lb/>7 ἐξευμενίζειν Α τινὲς om. F ᾄττωσιν F: λυττῶσιν AHP (v) ἀκαθέκτῳ F: αὐθεκάστῳ AHP (v)
<lb/>9 καταλαζονεύσονται HP: καταλαζονεύονται FA καταθρασυνόμενοι Α
<lb/>10 καινὸν ΗΡ
<lb/>11 κραταιότερον Η
<lb/>12 ἑκατοντάδες] ἑκατόν, τὰ δ’ F καὶ πρὸς et μυριάδες om. F
<lb/>13 μηδὲ διώκοντος μηδενός Α (Mang.): μηδὲ διώκοντος H (Turn.), μηδὲν διώκοντος P, οὐδὲ διώκοντος οὐδενὸς F 
<lb/>14 ἐπιστρέψουσιν FHP: ἀντιστρέψουσιν Α (Mang.) εὐμάρειαν codd.: εὐμαρίαν v 
<lb/>16 καὶ στραταρχῶν FHP: καταστραταρχῶν Α (Mang.) πολέμων F ἔθνη F: ἔθνη τε AHP (v)
<lb/>18 τοῦ θεοῦ F: θεοῦ ΑΗΡ (ν) θάρσος codd. (Mang.): θράσος v
<lb/>19 ὧ F θάτερα F
<lb/>20 ἀνυπόστατα Mang.: ἀνυπόστατον codd.</note> <note xml:lang="mul" type="footnote"><lb/>2 sqq. Lev. 26,5. 5—7 DH fol. 120v Φίλωνος ἐκ τοῦ περὶ ἄθλων καὶ ἐπιτιμιῶν fol. ν DR fol. 33v Φίλωνος: μεγαλοπρεπὲς καὶ περίσεμνον τῶν σοφῶν ἡ ἀρετὴ καθ’ ἡσυχίαν ἱκανὴ φορὰς μεγάλω ἐξευμαρίζειν κακῶν.
<lb/>11 Lev. 26,7. 8.</note> <note xml:lang="lat" type="footnote"><lb/>12 Deut. 28,7.
<lb/>15 Num. 247.</note>  

<pb n="v.5.p.358"/>
φησιν ἥττης τῶν ἀνθρώπων, οἷς σμήνη σφηκῶν ἀντιτάξειν ἐπ’ ὀλέθρῳ
 αἰσχίστῳ προπολεμοῦντα τῶν ὁσίων.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>