<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1:53-64</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1:53-64</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="53"><p>πᾶσαι μὲν οὖν αἱ ἀρεταὶ παρθένοι, καλλιστεύει δὲ ὡς ἐν χορῷ παραλαβοῦσα τὴν ἡγεμονίαν ἡ
εὐσέβεια, ἣν ἐκληρώσατο διαφερόντως ὁ θεολόγος Μωυσῆς, δι’ ἣν μετὰ
<note xml:lang="mul" type="footnote"><lb/>2 γάρ] μὲν γὰρ A παιδεύεσθαι FAP: παιδευθῆναι Η (v)
<lb/>4 εὐθιξίαις F: εὐθηξίαις HP, ἐν εὐεξίαις Α καὶ κόποις (sic) καὶ ἐπιβουλαῖς Α προγανουμένης conicio
<lb/>5 αἷς] οἷς codd. (v) εὑρίσκει] ἂν εὑρίσκῃ Α
<lb/>6 χαρτόν] χαρτή Α
<lb/>7 περιπεποιημένω F φρόνησις F
<lb/>8 πρακτικὸν] πνικὸν (i. e. πνευματικόν) Α βίος ἄριστος DR, ἄριστος βίος F: βίος οm. AHP (v) 
<lb/>9 κυβερνήτην D (v): κυβερνήτης codd. παραπέμψας FAD: ἄνωθεν παραπέμψας ΗΡ (v) ἐπὶ πρύμναν παραπέμψας transp. Α, ἐπὶ πρύμναν om. D
<lb/>10 ἱκανὸν D πηδαλιουχῆσαι Α
<lb/>13 τἀκόλουθα F τῶν λόγων HP: τὸν λόγον FA 
<lb/>14 ἑξῆς F: om. AHP (v) δ’ F 14.
<lb/>15 παρὰ πολλοῖς Α: παρ’ ἄλλοις FHP (v) 
<lb/>17 μὲν om. L (Turn.)
<lb/>18 pr. δ’ F ἀνδρεία codd.: ἀνδρίᾳ v 
<lb/>19 ἀντιθέους (sic) Α
<lb/>20 μήθ’ FA: μήτε HP μήτε FHP: μήτ’ Α συμφέρουσιν scripsi: συμφέρονται codd. (v) αἱ om. Α
<lb/>21 δ’ F 21.22 ἡ εὐσέβεια Α: ἡ δικαιοσύνη F, ἡ εὐσέβεια καὶ δικαιοσύνη HP (v)
<lb/>22 μωσῆς codd. δι’ ἣν FAH1P: διὸ Η2 (v)</note> <note xml:lang="mul" type="footnote">7—11 DR fol. 131r τοῦ αὐτοῦ ἐκ τοῦ περὶ ἄθλων καὶ ἐπιτιμίων Anton. Mel. II 17 Col. 1056 Φίλωνος: μετὰ τόν ἐν νεότητι πρακτικὸν βίον—οὐδὲν τῶν πραττομένων καλόν.</note> <note xml:lang="mul" type="footnote">10.11 DP fol. 97v Φίλωνος: χωρὶς θεωρίας ἐπιστημονικῆς οὐδὲν τῶν πραττομένων καλόν·</note>  

<pb n="v.5.p.348"/>
μυρίων ἄλλων, ἅπερ ἐν τοῖς γραφεῖσι περὶ τοῦ κατ’ αὐτὸν βίου μεμήνυται,
τεττάρων ἄθλων ἐξαιρέτων τυγχάνει, [τυχὼν] βασιλείας, νομοθεσίας,
 προφητείας, ἀρχιερωσύνης.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="54"><p>βασιλεύς τε γὰρ γέγονεν, οὐκ ἔθει
τῷ καθεστῶτι μετὰ <milestone unit="altpage1" n="p. 417 M."/>  στρατιᾶς τε καὶ ὅπλων ναυτικῆς τε καὶ πεζικῆς
καὶ ἱππικῆς δυνάμεως, ἀλλ’ ὑπὸ θεοῦ χειροτονηθεὶς ἑκουσίῳ γνώμῃ τῶν <lb n="5"/>
ἀρχομένων, ὃς τοῖς ὑπηκόοις ἐνειργάσατο τὴν ἑκούσιον αἵρεσιν. ἄναυδος
γὰρ καὶ ἀκτήμων καὶ ἀχρήματος μόνος οὗτος βασιλεὺς ἡμῖν ἀνεγράφη,
πρὸ τοῦ τυφλοῦ τὸν βλέποντα πλοῦτον ἀσπασάμενος καί, εἰ δεῖ μηδὲν
 ὑποστειλάμενον εἰπεῖν, τὸν θεοῦ κλῆρον ἰδίαν οὐσίαν ὑπολαμβάνων.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="55"><p>ὁ δ’
αὐτὸς γίνεται καὶ νομοθέτης· δεῖ γὰρ τὸν βασιλέα προστάττειν καὶ <lb n="10"/>
ἀπαγορεύειν· νόμος δὲ οὐδέν ἐστιν ἕτερον ἢ λόγος προστάττων ἃ χρὴ
καὶ ἀπαγορεύων ἃ μὴ χρή. ἐπεὶ δ’ ἄδηλον τὸ ἐν ἑκατέρῳ συμφέρον —
ἀγνοίᾳ γὰρ πολλάκις κελεύομεν ἃ μὴ δεῖ καὶ ἀπαγορεύομεν ἃ δεῖ πράττειν
—, οἰκεῖον ἦν τρίτον λαβεῖν, προφητείαν, εἰς τὸ ἄπταιστον· ἑρμηνεὺς
γάρ ἐστιν ὁ προφήτης ἔνδοθεν ὑπηχοῦντος τὰ λεκτέα τοῦ θεοῦ, <lb n="15"/>
 παρὰ θεῷ δ’ οὐδὲν ὑπαίτιον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="56"><p>τέταρτον δ’ ἀρχιερωσύνην, δι’ ἧς προφητεύων
 ἐπιστημονικῶς θεραπεύσει τὸ ὂν καὶ τὰς ὑπὲρ τῶν ὑπηκόων
κατορθούντων μὲν εὐχαριστίας, εἰ δὲ διαμαρτάνοιεν, εὐχὰς καὶ ἱκεσίας
ἱλασκόμενος ποιήσεται. ταῦτα μιᾶς ὄντα ἰδέας ἀλληλουχεῖν ὀφείλει τοῖς
ἁρμονίας δεσμοῖς ἑνωθέντα καὶ περὶ τὸν αὐτὸν ἐξετάζεσθαι, ὡς ὅ <lb n="20"/>
γέ τινος τῶν τεττάρων ὑστερίζων ἀτελὴς εἰς ἡγεμονίαν, χωλὴν ἀνημμένος
κοινῶν πραγμάτων ἐπιμέλειαν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="57"><p><milestone unit="altref" n="10"/> Ἅλις μὲν δὴ τῶν καθ’ ἕκαστον ἄνδρα τιθεμένων ἄθλων·
τίθεται δὲ καὶ ὅλοις οἴκοις καὶ πολυανθρώποις συγγενείαις. αὐτίκα τοῦ
ἔθνους εἰς δώδεκα φυλὰς διανεμηθέντος ἰσάριθμοι ταῖς φυλαῖς εἰσιν <lb n="25"/>
ἡγεμόνες, οὐ μόνον μιᾶς οἰκίας ἢ συγγενείας, ἀλλὰ καὶ γνησιωτέρας
<note xml:lang="mul" type="footnote"><lb/>1 κατὰ FH1P αὐτὸν βίου] τὸν βίον F 1.2 μεμήνυται om. A 
<lb/>2 τεττάρων δ’ H1P τυγχάνει om. FA τυχὼν seclusi (cf. Mang.) 
<lb/>4 pr. τε om. F G τὴν ἑκούσιον αἵρεσιν Α: τὴν εἰς τὸ ἑκούσιον αἵρεσιν FHP (v): σπουδὴν εἰς τὴν ἑκούσιον αἵρεσιν coni. Mang. ἄναυδος HP: ἄναυλος FA 
<lb/>7 καὶ ἀκτήμων F: καὶ ἀνούσιος καὶ ἀκτήμων AP, καὶ ἀνακούσιος καὶ ἀκτήμων H; ἀνάκουστος (pro ἀνακούσιος) coni. Cotelier βασιλέων F
<lb/>8 τοῦ τυφλοῦ F: τοῦ om. ΑΗΡ (v)
<lb/>9 θεοῦ] τοῦ θεοῦ Α ἰδίας F
<lb/>10 τοῦτο τοῦ πλάτωνος adnot. mg H
<lb/>11 δ’ F ἕτερον om. F ἃ χρὴ] ἁ δεῖ Α 
<lb/>12 ἐπεὶ—ἃ μὴ δεῖ (13) om. F
<lb/>13 d δεῖ] d χρὴ F
<lb/>14 τρίτον λαβεῖν FAP: λαβεῖν τρίτον Η (v)
<lb/>15 τοῦ om. F
<lb/>16 παρὰ θεῶ δ’ F: παρά δὲ θεῶ AHP (v) ἀρχιερωσύνη F
<lb/>17 θεραπεύει Α ὑπὲρ F: om. ΑΗΡ (v) 
<lb/>20 τοῖς codd.: τῆς v
<lb/>21 γε om. Tnrn. ἀνειμένος Α
<lb/>25 ἔθνους om. Α post ἰσάριθμοι add. γάρ Α εἰσιν] ἤσαν coni. Mang.</note>  

<pb n="v.5.p.349"/>
οἰκειότητος· ἀδελφοὶ γὰρ ὁμοπάτριοι πάντες· ὁ δὲ τούτων πάππος καὶ
πρόπαππος σὺν τῷ πατρὶ γεγόνασιν ἀρχηγέται τοῦ ἔθνους.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="58"><p>ὁ μὲν οὖν πρῶτος πρὸς ἀλήθειαν ἐκ τύφου μεταθέμενος καὶ τῆς ἐν τοῖς μαθήμασι
Χαλδαϊκῆς τερθρείας ὑπεριδὼν ἕνεκα τελειοτέρας ὄψεως, ἣν θεασάμενος
<lb n="5"/> ἑλχθεὶς ἠκολούθησε τῇ φαντασίᾳ, καθάπερ τὸν σίδηρόν φασιν
ὑπὸ λίθου τῆς μαγνήτιδος ἕλκεσθαι, ἀντὶ σοφιστοῦ γενόμενος ἐκ διδασκαλίας
σοφός, πολλοὺς μὲν ἔσχε παῖδας, ἅπαντας δὲ πλὴν ἑνὸς ὑπαιτίους,
ὃς τὰ πείσματα τοῦ γένους ἐκδησάμενος ἀσφαλῶς ἐνωρμίσατο.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="59"><p>τῷ δ’ υἱῷ πάλιν αὐτομαθῆ καὶ αὐτοδίδακτον κτησαμένῳ φύσιν δύο <lb n="10"/> συνέβη παῖδας γενέσθαι, τὸν μὲν ἄγριον καὶ ἀτίθασον, θυμοῦ γέμοντα
καὶ ἐπιθυμίας καὶ συνόλως τὸ τῆς ψυχῆς ἄλογον μέρος ἐπιτετειχικότα
 τῷ λογικῷ, τὸν δ’ ἥμερον καὶ φιλάνθρωπον, καλοκἀγαθίας  <milestone unit="altpage2" n="p. 418 Μ."/> ἐραστὴν
ἰσότητός τε καὶ ἀτυφίας, ἐν βελτίονι τεταγμένον τάξει, λογισμοῦ προαγωνιστήν,
ἀφροσύνης ἀντίπαλον·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="60"><p>οὗτός ἐστιν ὁ τρίτος τῶν ἀρχηγετῶν, <lb n="15"/> ὁ πολύπαις τε καὶ μόνος εὔτεκνος, ἀσινὴς ἐν ἅπασι τοῖς μέρεσι τῆς
οἰκίας, οἷά τις γεωργὸς εὐδαίμων ἅπασαν τὴν σπορὰν ἐπιδὼν σῶον ἥμερόν
τε καὶ καρποφόρον. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="61"><p><milestone unit="altref" n="11"/> ἔχει δ’ ἕκαστος τῶν τριῶν τὴν ῥητὴν διήγησιν σύμβολον διανοίας ἀφανοῦς, ἣν ἐπισκεπτέον. αὐτίκα παντὶ τῷ
διδασκομένῳ συμβαίνει μετιόντι πρὸς ἐπιστήμην ἀπολιπεῖν ἀμαθίαν·
<lb n="20"/> ἀμαθία δὲ πολύχουν. διὰ τοῦτο ὁ πρῶτος λέγεται πολύπαις μέν,
οὐδένα δὲ τῶν ἄλλων ἀξιώσας υἱὸν αὑτοῦ χρηματίζειν πλὴν ἑνός·
τρόπον γάρ τινα καὶ ὁ μανθάνων ἀποκηρύττει τὰ τῆς ἀμαθίας ἔκγονα
καὶ ὡς ἐχθρὰ καὶ δυσμενῆ παραιτεῖται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="62"><p>φύσει γε μὴν πάντες οἱ ἄνθρωποι, πρὶν τελειωθῆναι τὸν ἐν αὑτοῖς λόγον, κείμεθα ἐν μεθορίῳ
<note xml:lang="mul" type="footnote"><lb/>2 σὺν τῷ πατρὶ om. F
<lb/>3 πρὸς] εἰς F μετατιθέμενος Α
<lb/>5 ἑλχθεὶς scripsi: θελχθεὶς codd. (v)
<lb/>6 μαγνίτιδος F
<lb/>7 post σοφὸς interpung. et οὗτος ante πολλοὺς add. AHP (v), οὗτος om. FN 7.8 πλὴν ἑνὸς ὑπαιτίους FNHP (Turn.): οὐ καλοὺς πλὴν ἑνὸς ἀνυπαιτίου Α (Mang.)
<lb/>8 ὃς FNHP (Turn.): ὧ Α (Mang.)
<lb/>9 φύσιν κτησαμένῳ transp. Α
<lb/>10 γίνεσθαι 1 ἀτίθασσον FA
<lb/>11 ἐπιτετειχηκότα H
<lb/>12 δὲ V ἐραστὴν Mang.: ἐργάτην codd.
<lb/>13 βελτίονι FN: τῆ βελτίονι ΑΗΡ ν)
<lb/>15 ἅπασι A
<lb/>10 ἐπιδὼν] ἐπιδιδοὺς AP2 σῶον om. N
<lb/>17 δ’] μὲν οὖν conicio
<lb/>18 post διήγησιν videntur decsse nonnulla; διήγησιν <add>ταύτην· ἔστι δὲ καὶ</add> e. gr. διανοίας] ἐννοίας vel ὑπονοίας coni. Mang.
<lb/>19 πρὸς F: εἰς AHP (v) 
<lb/>20 διὰ τοῦθ’ F
<lb/>21 δὲ FH2: καὶ Η1Ρ, om. Α υἱὸν Α: υἱῶν FHP (Turn.) αὐτοῦ codd. (v) πλὴν ἑνὸς χρηματίζειν transp. F
<lb/>23 γε μὴν] μὲν οὖν F οἱ om. HP πάντες οἱ ora. Turn.)
<lb/>24 αὐτοῖς codd.</note> <note xml:lang="mul" type="footnote">7—17 N fol. 160r: ἀδελφοὶ—καρποφόρον.</note>  

<pb n="v.5.p.350"/>
κακίας καὶ ἀρετῆς πρὸς μηδέτερά πω ταλαντεύοντες· ἐπειδὰν δὲ πτερυξάμενος
ὁ νοῦς ὅλῃ τῇ ψυχῇ διὰ πάντων αὐτῆς τῶν μερῶν φαντασιωθῇ
τὸ ἀγαθόν, ἄφετος πρὸς αὐτὸ καὶ πτηνὸς ὁρμᾷ τὸ συγγεγεννημένον
ἀδελφὸν κακὸν ὀπίσω καταλιπών, ὃ καὶ ἀποφεύγει τὴν ἐναντίαν ὁδὸν
 ἀμεταστρεπτί.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="63"><p>τοῦτ’ ἐστὶν ὃ αἰνίττεται φάσκων υἱοὺς δύο γεγενῆσθαι <lb n="5"/>
διδύμους τῷ φύσεως εὐμοίρου λαχόντι· παντὸς γὰρ ἀνθρώπου κατ’
ἀρχὰς ἅμα τῇ γενέσει κυοφορεῖ δίδυμα ἡ ψυχή, κακόν, ὡς ἔφην, καὶ
ἀγαθόν, ἑκάτερον φαντασιουμένη· μακαρίας δὲ καὶ εὐδαίμονος ὅταν
τύχῃ μερίδος, ὁλκῇ μιᾷ ῥέπει πρὸς τὸ ἀγαθόν, μήτ’ ἐπὶ θάτερά ποτε
 ταλαντεύσασα μήτ’ ἐπαμφοτερίσασα πρὸς τὸ ἰσόρροπον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="64"><p>ἡ δ’ ἀγαθῆς μὲν <lb n="10"/>
φύσεως ἀγαθῆς δὲ καὶ παιδεύσεως ἐπιλαχοῦσα κἀκ τρίτου συνασκηθεῖσα
τοῖς τῆς ἀρετῆς θεωρήμασιν, ὡς μηδὲν αὐτῶν ἐξ ἐπιπολῆς πλαδᾶν, ἔγκολλα
δ’ εἶναι καὶ ἐντετυπωμένα τὰ πάντα καθάπερ νεύροις τισὶν ἑνωθέντα, κτᾶται
μὲν ὑγείαν, κτᾶται δὲ δύναμιν, οἷς εὔχροια μὲν ἐξ αἰδοῦς, εὐεξία δὲ καὶ
 κάλλος ἐπιγίνεται.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>