<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1:29-40</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1:29-40</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="29"><p>τὸ μὲν οὖν ἀνίδρυτον καὶ πεπλανημένον τῆς δόξης ἐνθένδε δῆλον· εἰκόσι
γὰρ καὶ πιθανοῖς ἐφορμεῖ· πᾶσα δὲ εἰκὼν ὁμοιότητι εὐπαραγώγῳ ψεύδεται <lb n="15"/>
τὸ ἀρχέτυπον. ὅ τε ἡγεμὼν αἰσθήσεως λογισμὸς τὰς κρίσεις οἰόμενος
ἀνῆφθαι τῶν νοητῶν καὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχόντων ἁλίσκεται
περὶ πολλὰ κηραίνων· ὅταν γὰρ μυρίοις οὖσι τοῖς κατὰ μέρος ποιῆται
τὰς προσβολάς, ἀδυνατεῖ καὶ ἐξασθενεῖ καὶ ἀπαγορεύει καθάπερ ἀθλητὴς
 ὑπὸ ῥώμης δυνατωτέρας ἐκτραχηλιζόμενος.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="30"><p>ὅτῳ δ’ ἐξεγένετο πάντα μὲν <lb n="20"/>
σώματα πάντα δ’ ἀσώματα ὑπεριδεῖν καὶ ὑπερκῦψαι, μόνῳ δ’ ἐπερείσασθαι
καὶ στηρίσασθαι θεῷ μετ’ ἰσχυρογνώμονος λογισμοῦ καὶ ἀκλινοῦς
καὶ βεβαιοτάτης πίστεως, εὐδαίμων καὶ τρισμακάριος οὗτος ὡς ἀληθῶς.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="31"><p>Μετὰ πίστιν προὔκειτο τῷ περιπεποιημένῳ τὴν ἀρετὴν ἐκ φύσεως
ἀκονιτὶ καὶ νικηφορήσαντι χαρὰ τὸ ἆθλον· ὠνομάσθη γάρ, ὡς μὲν ἂν <lb n="25"/>
<note xml:lang="mul" type="footnote"><lb/>1 καὶ ἆθλον Α αἴρεται FA (Mang.): αἱρεῖται HP θεὸν Α: τὸν θεὸν FHP (v) 
<lb/>2 καὶ αὐτοδίδακτον om. Α
<lb/>3 βραβεῖον om. Turn.
<lb/>4 καὶ <add>ἤθεσιν</add> ἀκαμπέσι e. gr. conicio
<lb/>5 τοῦ βίου om. Α
<lb/>6 ἐπινοήσειε F: ἐπινοήσῃ AHP 
<lb/>7 ἐπαυγασώμεθα A: ἐπαυγασόμεθα FHP (v) 8.9 ἐμβαθύνοντες HP 
<lb/>10 γεννητά Α ἀρξάμενος F: ἀρξάμενος δὲ AHP (v)
<lb/>11 αὐτῶ codd.: αὑτῷ V
<lb/>12 τῷ μὲν—δόξα (13) om. F τῷ] τὸ Η1Ρ
<lb/>13 οὖ τέλος— ὁρατῶν om. L (Turn.) τῇ] τό Η1Ρ, τῶ Η2
<lb/>14 ἀνίδρυτον A: ἀΐδρυτον FHP (Turn.) τῆς δόξης Α: τῆς om. FHP (v)
<lb/>15 ὁμοιότητι Α (Mang.) ὁμοιότητος FHP εὐπαραγώγῳ Η1Ρ: εὐπαραγώγου FH2, καὶ παραγώγω Α 
<lb/>16 ὅτι F
<lb/>17 κατά om. Richt.
<lb/>19 ἢ ἀπαγορεύει Α
<lb/>21 πάντα δ’ ἀσώματα om. L (Turn.) 21.
<lb/>22 ὑπερείσασθαι HP (Turn.)
<lb/>23 οὗτος ὡς ἀληθῶς scripsi: ὡς ἀληθῶς F, οὗτος ἀληθῶς AHP (v)
<lb/>24 προὔκειτο HP: προϋπέκειτο FA περιπεποιημένῳ codd.: περιποιουμένῳ V</note> <note xml:lang="lat" type="footnote"><lb/>9 Gen. 156.</note>  

<pb n="v.5.p.343"/>
εἴποιεν Ἕλληνες, γέλως, ὡς δὲ Χαλδαῖοι προσονομάζουσιν, Ἰσαάκ·
γέλως δὲ σημεῖον ἐπὶ τοῦ σώματος φανερὸν ἀφανοῦς τῆς κατὰ διάνοιαν
χαρᾶς ἐστι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="32"><p>χαρὰν δὲ τῶν εὐπαθειῶν ἀρίστην καὶ καλλίστην εἶναι συμβέβηκεν, ὑφ’ ἧς ὅλη δι’ ὅλων εὐθυμίας ἡ ψυχὴ καταπίμπλαται,
<lb n="5"/> γεγηθυῖα μὲν ἐπὶ τῷ πατρὶ καὶ ποιητῇ τῶν συμπάντων θεῷ, γεγηθυῖα
δὲ καὶ ἐπὶ τοῖς ἄνευ κακίας δρωμένοις, κἂν μὴ τυγχάνῃ καθ’ ἡδονὴν
ὄντα, ὡς καλῶς γινομένοις καὶ ἐπὶ τῇ τῶν ὅλων διαμονῇ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="33"><p>καθάπερ γὰρ ἰατρὸς μὲν ἐν ταῖς μεγάλαις καὶ ἐπισφαλέσι νόσοις ἔστιν ὅτε μέρη
σωμάτων ἀφαιρεῖ στοχαζόμενος τῆς τοῦ λοιποῦ σώματος ὑγείας, κυβερνήτης
<lb n="10"/> δὲ χειμώνων ἐπιγινομένων ἀποφορτίζεται προνοίᾳ τῆς τῶν ἐμπλεόντων
σωτηρίας, καὶ μέμψις οὔτε τῷ ἰατρῷ τῆς πηρώσεως οὔτε τῷ
κυβερνήτῃ τῆς ἀποβολῆς ἕπεται, τοὐναντίον δὲ ἔπαινος ἑκατέρῳ τὸ συμφέρον
πρὸ τοῦ ἡδέος ἰδόντι καὶ κατορθώσαντι,</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="34"><p>τὸν αὐτὸν τρόπον καὶ τὴν τῶν ὅλων φύσιν ἀεὶ θαυμαστέον καὶ τοῖς ἐν τῷ κόσμῳ πραττομένοις
<lb n="15"/> ἅπασιν ἄνευ τῆς ἑκουσίου κακίας εὐαρεστητέον ἐξετάζοντας, οὐκ εἴ
τι μὴ καθ’ ἡδονὴν ἰδίαν συμβέβηκεν, ἀλλ’ εἰ τρόπον εὐνόμου πόλεως ὁ
κόσμος ἡνιοχεῖταί τε καὶ κυβερνᾶται σωτηρίως.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="35"><p>μακάριος οὖν καὶ οὗτος οὐχ ἧττον τοῦ προτέρου, συννοίας καὶ κατηφείας ἀμέτοχος ὤν, ἄλυπόν τε
καὶ ἄφοβον ζωὴν καρπούμενος, αὐστηροῦ καὶ αὐχμηροῦ βίου μηδ’ ὄναρ
 προσαψάμενος διὰ τὸ  <milestone unit="altpage2" n="p. 414 M."/> πάντα τόπον τῆς ψυχῆς αὐτοῦ χαρᾷ προκατέχεσθαι.</p><lb n="21"/></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="36"><p><milestone unit="altref" n="6"/>Μετὰ τὸν αὐτομαθῆ δὲ καὶ πλουσίᾳ χρησάμενον τῇ φύσει τρίτος ὁ ἀσκητὴς τελειοῦται λαμβάνων γέρας ἐξαίρετον ὅρασιν θεοῦ.
πάντων γὰρ τῶν κατὰ τὸν ἀνθρώπινον βίον ἐφαψάμενος καὶ πᾶσιν
<note xml:lang="mul" type="footnote"><lb/>1 προονομάζουσιν L (Turn.)
<lb/>2 φανερὸν F: om. AHP
<lb/>3 τε καὶ F 
<lb/>4 ἀφ’ ἧς A κατεμπίπλαται Α
<lb/>5 συμπάντων F: ἁπάντων AHP (v) 
<lb/>6 κακίας <add>ἑκουσίου</add> coni. Mang. coll. I.
<lb/>15 8 γὰρ om. F 8.
<lb/>9 μέρη σωμάτων F: σωμάτων μέρη AHPDH (v)
<lb/>9 ἀφαιρεῖται Α τῆς τοῦ λοιποῦ σώματος A: om. FHPDH (Turn.) 10.
<lb/>11 πλεόντων ADH
<lb/>12 ἀποβολῆς] βλάβης F δ’ F
<lb/>13 εἰδότι DH
<lb/>14 φύσιν] προνοητικὴν δύναμιν DH καὶ] ἐπὶ DH
<lb/>15 ἄνευ—εὐαρεστητέον om. DH εὐεργετητέον Α 15.
<lb/>16 οὐκ εἴ τι] οὐκέτι P, ἐπεὶ DH
<lb/>16 ἰδίαν FDH: om. AHP (v) ἀλλ’ εἰ FA: ἀλλ’ ἢ HPDH τρόπω Α πόλεως ὡς HP
<lb/>17 τε om. FDH καὶ κυβερνᾶται σωτηρίως ADH: σωτηρίως καὶ κυβερνᾶται FHP σωτηρίως om. Mang.
<lb/>19 αὐστηροῦ καὶ αὐχμηροῦ F: αὐχμηροῦ καὶ αὐστηροῦ ΑΗΡ ν) βίου om. Α
<lb/>20 αὐτοῦ FA: αὐτὼ HP (v)
<lb/>21 τὸν] τὴν L (Turn.) αὐτομαθεῖ coni. Mang. πλουσία FAP2: πλουσίω ΗΡ1 (v)
<lb/>22 6 om. Α</note> <note xml:lang="mul" type="footnote">7—17 DH fol. 337r Φίλωνος: καθάπερ ἰατρὸς—καὶ κυβερνάται σωτηρίως.</note> <note xml:lang="mul" type="footnote">23—345,5 N fol. 159v: πάντων—ἄνω προῆλθον.</note>  

<pb n="v.5.p.344"/>
ἐνομιλήσας οὐ παρέργως καὶ μηδένα πόνον ἢ κίνδυνον παρελθών, εἴ
πως δυνηθείη τὴν ἀξιέραστον ἀλήθειαν ἰχνηλατῆσαι, παρὰ τῷ θνητῷ
γένει πολὺν ζόφον ἀνεύρισκε κατὰ γῆν καὶ ὕδωρ καὶ ἀέρα καὶ αἰθέρα·
καὶ γὰρ ὁ αἰθὴρ καὶ ὁ σύμπας οὐρανὸς νυκτὸς αὐτῷ παρεῖχε φαντασίαν,
ἐπειδὴ πᾶσα ἡ αἰσθητὴ φύσις ἀόριστος· τὸ δ’ ἀόριστον ἀδελφὸν σκότους <lb n="5"/>
 καὶ συγγενές.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="37"><p>καταμύσας οὖν τὸ τῆς ψυχῆς ὄμμα τὸν ἔμπροσθεν
αἰῶνα τοῖς συνεχέσιν ἄθλοις μόλις ἤρξατο διοίγνυσθαι καὶ τὴν ἐπισκιάσασαν
διακρίνειν καὶ ἀποβάλλειν ἀχλύν· καθαρωτέρα γὰρ αἰθέρος
ἀσώματος ἐξαίφνης ἐπιλάμψασα αὐγὴ τὸν νοητὸν κόσμον ἀνέφηνεν
 ἡνιοχούμενον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="38"><p>ὁ δ’ ἡνίοχος ἀκράτῳ φέγγει περιλαμπόμενος ἐν κύκλῳ <lb n="10"/>
δυσόρατος καὶ δυστόπαστος ἦν, ταῖς μαρμαρυγαῖς τῆς ὄψεως ἀμυδρουμένης·
ἡ δέ, καίτοι πολλοῦ ῥέοντος εἰς αὐτὴν πυρός, ἀντεῖχεν ἔρωτι ἐκτόπῳ
τοῦ θεάσασθαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="39"><p>γνήσιον δὲ ἵμερον καὶ πόθον ἰδὼν ὁ πατὴρ καὶ σωτὴρ
ἠλέησε καὶ κράτος δοὺς τῇ τῆς ὄψεως προσβολῇ τῆς ἑαυτοῦ θέας
οὐκ ἐφθόνησε, καθ’ ὅσον οἷόν τε ἦν χωρῆσαι γενητὴν καὶ θνητὴν <lb n="15"/>
 φύσιν, οὐχὶ τῆς ὅ ἐστιν ἐμφαινούσης, ἀλλὰ τῆς ὅτι ἔστιν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="40"><p>ἐκεῖνο μὲν
γάρ, ὃ καὶ ἀγαθοῦ κρεῖττον καὶ μονάδος πρεσβύτερον καὶ ἑνὸς εἱλικρινέστερον,
ἀμήχανον ὑφ’ ἑτέρου θεωρεῖσθαί τινος, διότι μόνῳ θέμις
αὐτῷ ὑφ’ ἑαυτοῦ καταλαμβάνεσθαι. <milestone unit="altref" n="7"/> τὸ δ’ ὅτι ἔστιν, ὑπάρξεως
ὄνομα καταληπτὸν ὄν, ἢ οὐ πάντες ἢ οὐχ ὁδῷ τῇ βελτίονι καταλαμβάνουσιν· <lb n="20"/>
ἀλλ’ οἱ μὲν ἄντικρυς ἀπεφήναντο μηδ’ ὅλως εἶναι τὸ θεῖον,
οἱ δὲ ἐνεδοίασαν ἐπαμφοτερίσαντες ὡς οὐκ ἔχοντες εἰπεῖν, εἴτε ἔστιν
<note xml:lang="mul" type="footnote"><lb/>1 παρεισελθών HP (Turn.) 1.2 εἴ πως] ὅπως N
<lb/>2 περὶ N 
<lb/>3 γένει FN: βίω καὶ γένει AHP (v)
<lb/>4 καὶ γὰρ καὶ ὁ Α
<lb/>6 καταμύσαν A οὖν scripsi (sic N): γοῦν FAHP (v)
<lb/>7 μόλις scripsi: μόγις codd, (v) διοιγνύναι conicio 7.8 ἐπισκιάσασαν AFN: ἐπισκοτήσασαν HP (v) 
<lb/>9 ἀσώματος om. N
<lb/>11 ἦν om. N
<lb/>13 δ’ FN ἥμερον F ἵμερον καὶ om. D καὶ πόθον Α: om. FNHP (Turn.) πατὴρ καὶ σωτὴρ FND: σωτὴρ Α, πατὴρ HP (v)
<lb/>14 αὐτοῦ Α
<lb/>15 τε ND: τ᾿ FHP, om. Α γεννητὴν Α καὶ θνητὴν om. DR
<lb/>16 pr. τῆς om. DC ὅ DR (ὅ in οἷον corr. DC): ὅς codd. (v) ; οἷος coni. Mang. alt. τῆς om. DC ἐκείνω DR μὲν om. A
<lb/>17 ὃ καὶ—εἱλικριὶέστερον om. D ἑνὸς om. Turn. 
<lb/>18 θεωρεῖσθαι τινὸς D: τινὸς θεωρεῖσθαι codd. (v) μόνω AH1PND : μόνον FH2(v) 
<lb/>19 αὐτῶ Α: αὐτὸ FNPD, αὐτὸν H (ν) ὑφ᾿ ἑαυτοῦ FNDC: ὑφ᾿ αὑτοῦ AHP, καθ᾿ ἑαυτὸ DR
<lb/>20 ὄνομα Α: ὀνόματι FNHP: ἔννοιαν κατάληπτον (sic) οὖσαν coni. Mang. τῇ om. F
<lb/>22 δ’ F ἐνεδἱασαν F, ἐνεδύασαν N, ἐνεδοίαζον H1P ὡς] ἢ N</note> <note xml:lang="lat" type="footnote">13—19 DC fol. 44v DR fol. 55v (praecedit excerptum ex libro de mutatione nominum §15): γνήσιον πόθον ἰδὼν ὁ πατὴρ καὶ σωτὴρ — καταλαμβάνεσθαι.</note>  

<pb n="v.5.p.345"/>
εἴτε μή, οἱ δὲ καὶ ἔθει μᾶλλον ἢ λογισμῷ τὰς περὶ ὑπάρξεως θεοῦ
κομίσαντες ἐννοίας παρὰ τῶν τρεφόντων ἔδοξαν εὐστόχως εὐσεβεῖν δεισιδαιμονίᾳ
τὴν εὐσέβειαν χαράξαντες.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>