<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1:29-32</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1:29-32</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="29"><p>τὸ μὲν οὖν ἀνίδρυτον καὶ πεπλανημένον τῆς δόξης ἐνθένδε δῆλον· εἰκόσι
γὰρ καὶ πιθανοῖς ἐφορμεῖ· πᾶσα δὲ εἰκὼν ὁμοιότητι εὐπαραγώγῳ ψεύδεται <lb n="15"/>
τὸ ἀρχέτυπον. ὅ τε ἡγεμὼν αἰσθήσεως λογισμὸς τὰς κρίσεις οἰόμενος
ἀνῆφθαι τῶν νοητῶν καὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχόντων ἁλίσκεται
περὶ πολλὰ κηραίνων· ὅταν γὰρ μυρίοις οὖσι τοῖς κατὰ μέρος ποιῆται
τὰς προσβολάς, ἀδυνατεῖ καὶ ἐξασθενεῖ καὶ ἀπαγορεύει καθάπερ ἀθλητὴς
 ὑπὸ ῥώμης δυνατωτέρας ἐκτραχηλιζόμενος.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="30"><p>ὅτῳ δ’ ἐξεγένετο πάντα μὲν <lb n="20"/>
σώματα πάντα δ’ ἀσώματα ὑπεριδεῖν καὶ ὑπερκῦψαι, μόνῳ δ’ ἐπερείσασθαι
καὶ στηρίσασθαι θεῷ μετ’ ἰσχυρογνώμονος λογισμοῦ καὶ ἀκλινοῦς
καὶ βεβαιοτάτης πίστεως, εὐδαίμων καὶ τρισμακάριος οὗτος ὡς ἀληθῶς.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="31"><p>Μετὰ πίστιν προὔκειτο τῷ περιπεποιημένῳ τὴν ἀρετὴν ἐκ φύσεως
ἀκονιτὶ καὶ νικηφορήσαντι χαρὰ τὸ ἆθλον· ὠνομάσθη γάρ, ὡς μὲν ἂν <lb n="25"/>
<note xml:lang="mul" type="footnote"><lb/>1 καὶ ἆθλον Α αἴρεται FA (Mang.): αἱρεῖται HP θεὸν Α: τὸν θεὸν FHP (v) 
<lb/>2 καὶ αὐτοδίδακτον om. Α
<lb/>3 βραβεῖον om. Turn.
<lb/>4 καὶ <add>ἤθεσιν</add> ἀκαμπέσι e. gr. conicio
<lb/>5 τοῦ βίου om. Α
<lb/>6 ἐπινοήσειε F: ἐπινοήσῃ AHP 
<lb/>7 ἐπαυγασώμεθα A: ἐπαυγασόμεθα FHP (v) 8.9 ἐμβαθύνοντες HP 
<lb/>10 γεννητά Α ἀρξάμενος F: ἀρξάμενος δὲ AHP (v)
<lb/>11 αὐτῶ codd.: αὑτῷ V
<lb/>12 τῷ μὲν—δόξα (13) om. F τῷ] τὸ Η1Ρ
<lb/>13 οὖ τέλος— ὁρατῶν om. L (Turn.) τῇ] τό Η1Ρ, τῶ Η2
<lb/>14 ἀνίδρυτον A: ἀΐδρυτον FHP (Turn.) τῆς δόξης Α: τῆς om. FHP (v)
<lb/>15 ὁμοιότητι Α (Mang.) ὁμοιότητος FHP εὐπαραγώγῳ Η1Ρ: εὐπαραγώγου FH2, καὶ παραγώγω Α 
<lb/>16 ὅτι F
<lb/>17 κατά om. Richt.
<lb/>19 ἢ ἀπαγορεύει Α
<lb/>21 πάντα δ’ ἀσώματα om. L (Turn.) 21.
<lb/>22 ὑπερείσασθαι HP (Turn.)
<lb/>23 οὗτος ὡς ἀληθῶς scripsi: ὡς ἀληθῶς F, οὗτος ἀληθῶς AHP (v)
<lb/>24 προὔκειτο HP: προϋπέκειτο FA περιπεποιημένῳ codd.: περιποιουμένῳ V</note> <note xml:lang="lat" type="footnote"><lb/>9 Gen. 156.</note>  

<pb n="v.5.p.343"/>
εἴποιεν Ἕλληνες, γέλως, ὡς δὲ Χαλδαῖοι προσονομάζουσιν, Ἰσαάκ·
γέλως δὲ σημεῖον ἐπὶ τοῦ σώματος φανερὸν ἀφανοῦς τῆς κατὰ διάνοιαν
χαρᾶς ἐστι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="32"><p>χαρὰν δὲ τῶν εὐπαθειῶν ἀρίστην καὶ καλλίστην εἶναι συμβέβηκεν, ὑφ’ ἧς ὅλη δι’ ὅλων εὐθυμίας ἡ ψυχὴ καταπίμπλαται,
<lb n="5"/> γεγηθυῖα μὲν ἐπὶ τῷ πατρὶ καὶ ποιητῇ τῶν συμπάντων θεῷ, γεγηθυῖα
δὲ καὶ ἐπὶ τοῖς ἄνευ κακίας δρωμένοις, κἂν μὴ τυγχάνῃ καθ’ ἡδονὴν
ὄντα, ὡς καλῶς γινομένοις καὶ ἐπὶ τῇ τῶν ὅλων διαμονῇ.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>