<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1:113-124</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1:113-124</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="113"><p>τοῦτ’ ἐστὶν ὃ καὶ ἐν
ἑτέροις αἰνίττεται φάσκων εὐλογίας ἄξιον ἔσεσθαι καὶ εἰσιόντα καὶ ἐξιόντα
τὸν τοιοῦτον ἄνδρα, διότι πάσαις μὲν ταῖς κινήσεσι πάσαις δὲ ταῖς
σχέσεσιν ὁ σπουδαῖος ἐπαινετός, ἔνδον τε καὶ ἔξω, πολιτικὸς ὁμοῦ καὶ
οἰκονόμος, ὡς τὰ μὲν ἔνδον ἐξορθοῦν οἰκονομικῶς, τὰ δ’ ἔξω πολιτικῶς, <lb n="10"/>
 ᾗ συμφέρον ἐπανορθοῦσθαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="114"><p>ἐὰν μὲν οὖν εἷς ἀνὴρ τυγχάνῃ τοιοῦτος
ὢν ἐν πόλει, τῆς πόλεως ὑπεράνω φανεῖται, ἐὰν δὲ πόλις, τῆς ἐν κύκλῳ
χώρας, ἐὰν δὲ ἔθνος, ἐπιβήσεται πᾶσιν ἔθνεσιν ὥσπερ κεφαλὴ σώματι
τοῦ περιφαίνεσθαι χάριν, οὐχ ὑπὲρ εὐδοξίας μᾶλλον ἢ τῆς τῶν ὁρώντων
ὠφελείας· αἱ γὰρ συνεχεῖς τῶν καλῶν παραδειγμάτων φαντασίαι παραπλησίας <lb n="15"/>
εἰκόνας ἐγχαράττουσι ταῖς μὴ πάνυ σκληραῖς καὶ ἀποκρότοις
 ψυχαῖς.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="115"><p>ὅθεν εἴρηται πρὸς τοὺς ἐθέλοντας μιμεῖσθαι τὰ σπουδαῖα καὶ
θαυμαστὰ κάλλη μὴ ἀπογινώσκειν τὴν ἀμείνω μεταβολὴν μηδὲ τὴν
ὥσπερ ἐκ διασπορᾶς ψυχικῆς ἣν εἰργάσατο κακία πρὸς ἀρετὴν καὶ
 σοφίαν ἐπάνοδον· ἵλεως γὰρ ὅταν ᾖ ὁ θεός, ἐξευμαρίζεται πάντα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="116"><p><milestone unit="altpage1" n="p. 42"/>  γίνεται
<note xml:lang="mul" type="footnote"><lb/>1 ὑπερφυῶς—ἡμερῶν (2) om. HP (Turn.) μηνῶν] μονῶν Α
<lb/>2 ὡς δέον FHP: ὡς δὲ Α ὡς δὴ Mang.) 2.3 ἔρημον καὶ κενὸν ἐᾶν AHP: ἔχειν ἔρημον καὶ κενόν F
<lb/>4 ἑαυτῆς ’P: αὐτῆς Η2 (v) 4.
<lb/>5 ποσότητος . . . ποιότητος Η (Turn.)
<lb/>5 καλῷ] ὅλῳ coni. Mang., ὅλῳ <add>φαύλου</add> βίῳ ipse conicio G ὑπέλαβεν F: ὑπέλαβον AHP (v) κατορθουμένην FHP: κατωρθωμένην Α 
<lb/>7 αἰνίττεται φάσκων om. A
<lb/>9 πολιτικὸς FA: πολιτικός τε HP (v)
<lb/>10 ὡς Α: om. FHP (v) ἐξορθοῦν codd.: ἐξορθῶν Mang. δὲ A 11.12 τοιοῦτος ὢν om. Α
<lb/>14 μᾶλλον om. A 15.
<lb/>16 παραπλησίους A
<lb/>16 σκληραῖς] σκϊραῖς F
<lb/>17 ὅθεν Y: ὅθεν ὥσπερ Α, ὥσπερ Η1Ρ, ὅπερ Η2 (v) εἴρηται 2 εὕρηται FAH1P
<lb/>18 τὰ θαυμαστὰ F ἀπογινώσκειν scripsi: ἀπογινώσκεσθαι codd. μηδὲ F: μήτε AHP (v) τὴν] τῆς F
<lb/>19 ψυχικῆς. FHP: ψυχῆς Α (Mang.) κακίαν Α
<lb/>20 ἐξευμαρίζει couicio</note> <note xml:lang="lat" type="footnote">5.
<lb/>6 cf. Quaest. in Exod. II §
<lb/>20 Optimum utique non mensibus neque secundum numeros (? annos?) supputare vitam cultorum dei sed diebus, qui sunt plane aequi honoris cum ipso aeterno supputati ac connumerati. Posidon. ap. Senec. Epist. 78,25 unus dies hominum eruditorum plus patet quam imperitis longissima aetas. Cic. Tusc. V
<lb/>5 est autem unus dies bene et ex praeceptis tuis (scil. philosophiae) actus peccanti immortalitati anteponendus.
<lb/>7 Deut. 28,6.</note>  

<pb n="v.5.p.363"/>
δὲ ἵλεως τοῖς αἰδουμένοις καὶ μεθορμιζομένοις ἐξ ἀκρασίας εἰς ἐγκράτειαν
καὶ τὰ μὲν τῆς ὑπαιτίου ζωῆς κακίζουσι καὶ ὅσα ἐναπεμάξαντο
ταῖς ψυχαῖς αἰσχρὰ εἴδωλα μυσαττομένοις, εὐδίαν δὲ παθῶν ἐζηλωκόσι
καὶ γαλήνην καὶ εἰρήνην βίου μετατρέχουσι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="117"><p>καθάπερ οὖν ἀνθρώπους <lb n="5"/> ἐν ἐσχατιαῖς ἀπῳκισμένους ῥᾳδίως <add>ἂν</add> ἑνὶ κελεύσματι συναγάγοι ὁ θεὸς
ἀπὸ περάτων εἰς ὅ τι ἂν θελήσῃ χωρίον, οὕτω καὶ τὸν νοῦν ἐξ ἄλης
πολυχρονίου πάντῃ πλανηθέντα καὶ κακωθέντα πρὸς ἡδονῆς καὶ ἐπιθυμίας,
δεσποινῶν ἐκτετιμημένων, ἐλεῶν ὁ σωτὴρ ἐξ ἀνοδίας εἰς ὁδὸν
εὐπετῶς ἂν ἀγάγοι, ἀμεταστρεπτὶ φεύγειν διεγνωκότα φυγήν, οὐ τὴν
<lb n="10"/> ἐπονείδιστον λεγομένην, ἀλλὰ τὴν σωτήριον, ἣν οὐκ ἄν τις ἁμάρτοι λέγων
καθόδου κρείττονα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="118"><p><milestone unit="altref" n="20"/> Τὰ μὲν οὖν ἐκτὸς ἀγαθὰ εἴρηται, νῖκαι κατ’ ἐχθρῶν, κράτη πολέμων, εἰρήνης βεβαιώσεις καὶ τῶν κατ’ εἰρήνην ἀγαθῶν περιουσίαι,
πλοῦτοι καὶ τιμαὶ καὶ ἀρχαὶ καὶ τὰ παρεπόμενα τοῖς εὖ πράττουσιν
<lb n="15"/> ἐγκώμια, διὰ παντὸς στόματος καὶ φίλων καὶ δυσμενῶν ἐπαινουμένοις,
τῶν μὲν διὰ φόβον, τῶν δὲ δι’ εὔνοιαν· λεκτέον δὲ καὶ τὰ τούτων
οἰκειότερα, τὰ περὶ σῶμα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="119"><p>φησὶν οὖν, ὅτι τοῖς ἀρετὴν διαπονοῦσι καὶ τοὺς ἱεροὺς νόμους ἡγεμόνας τῶν κατὰ τὸν βίον λόγων καὶ ἔργων προστησαμένοις
ἰδίᾳ τε καὶ κοινῇ περιέσται τὸ εἰς ἅπαν ἄνοσον· εἰ δὲ καὶ
<lb n="20"/> γένοιτό τις ἀσθένεια, τοῦ μὲν κακῶσαι χάριν οὐκ ἂν γένοιτο, τοῦ δ’
ὑπομνῆσαι τὸν θνητὸν ὅτι θνητός ἐστιν, εἰς ὑπεραύχου φρονήματος
κατάλυσιν καὶ βελτίωσιν ἠθῶν· ὑγείᾳ δ’ ἕψεται καὶ εὐαισθησία καὶ τὸ
ἐν ἅπασι τοῖς μέρεσιν ὁλόκληρον καὶ παντελές, εἰς τὰς πρὸς ὃ γέγονεν
<note xml:lang="mul" type="footnote"><lb/>1 μεθορμιζομένοις F: μεθαρμοζομένοις AHP (v)
<lb/>4 γαλήνην καὶ εἰρήνην F: εἰρήνην καὶ γαλήνην AHP (v)
<lb/>5 αἰσχατιαῖς F ἂν add. Turn., om. codd. ὁ θεός FA: θεός HP (v)
<lb/>6 ἀπό περάτων om. P ἐξ ἄλης H2: ἐξ ἄλλης FH1P, ἐκ ζάλης Α
<lb/>7 καὶ κακωθέντα om. HP (Turn.)
<lb/>8 ἐκτετιμημένων F: ἐκτετμημένων HP Τurn.), ἐκτεταμένων Α (Mang.) ἐλεῶν ΑΗ2: ἔλεον FH1P 8.
<lb/>9 εὐπετῶς εἰς ὁδὸν transp. A
<lb/>9 ἂν ἀγάγοι v (Turn.): ἀναγάγοι FHP, ἀναγάγῃ Α φεύγειν διεγνωκότα Α: διεγνωκότα φυγεῖν F, φεύγειν φυγεῖν) om. HP
<lb/>10 ἁμάρτοι FA: ἁμάρτη HP (v)
<lb/>11 καθόδου] καθόλου Α
<lb/>12 εἴρηται v (Turn.): εἴρηνται codd. κράτη FA: κράτος HP (v)
<lb/>13 πολεμίων Α βεβαιώσεις scripsi: βεβαίωσις codd.
<lb/>14 παρεπόμενα] πρέποντα Α
<lb/>15 ἐπαινούμενα Α 
<lb/>17 σῶμα F: τὸ σῶμα AHP (v) ἐπιπονοῦσι Α 18.
<lb/>19 συστησαμένοις F 
<lb/>20 οὐκ ἂν γένοιτο F: οὐκ ἂν γένοιτ’ ἄν AHP (v)
<lb/>21 ἐστιν] εἶ Α
<lb/>23 γέγονεν A: σ προγέγονεν FP (v), προγέγονεν H, προσγέγονεν L</note> <note xml:lang="lat" type="footnote"><lb/>19 Deut. 7,15.</note>  

<pb n="v.5.p.364"/>
 ἕκαστον ἀκωλύτους ὑπηρεσίας.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="120"><p>ἐδικαίωσε γὰρ ὁ θεὸς γέρας τῷ σπουδαίῳ
παρασχεῖν εὖ συνῳκοδομημένην καὶ συνηρμοσμένην ἐκ θεμελίων
ἄχρι στέγους οἰκίαν — οἰκία δὲ ψυχῆς συμφυεστάτη σῶμα — διά τε
πολλὰ τῶν εἰς τὸν βίον ἀναγκαίων καὶ χρησίμων καὶ μάλιστα διὰ τόνδε
 τὸν καθάρσεσι τελείαις νοῦν καθαρθέντα·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="121"><p><add>ὃν</add> καὶ μύστην γεγονότα τῶν <lb n="5"/>
θείων τελετῶν καὶ συμπεριπολοῦντα ταῖς τῶν οὐρανίων χορείαις καὶ
περιόδοις ἐγέραρεν ὁ θεὸς ἠρεμίᾳ, βουληθεὶς ἀμέθεκτον εἶναι, κηραίνοντα
περὶ μηδὲν πάθος ὧν αἱ τοῦ σώματος γεννῶσιν ἀνάγκαι ἐπιτιθέμεναι
κατὰ πλεονεξίαν παθῶν δυναστείας· <milestone unit="altpage1" n="p. 428 M."/>  ἢ γὰρ περιέψυξέ τι ἢ
περιέφλεξε[ν οὐρανὸς] καὶ αὐχμηρὸν ἢ τοὐναντίον ῥοῶδες ἀπειργάσατο· <lb n="10"/>
δι’ ὧν ἁπάντων ὁ νοῦς εὐθύνειν ἀδυνατεῖ τὴν τοῦ καθ’ αὑτὸν βίου
 πορείαν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="122"><p>ἐνδιαιτώμενος δὲ ὑγιεινῷ σώματι κατὰ πολλὴν εὐμάρειαν
ἐνδιατρίψει καὶ ἐνσχολάσει τοῖς σοφίας θεωρήμασι, μακαρίας καὶ εὐδαίμονος
ζωῆς ἐπιλαχών· οὗτός ἐστιν ὁ πολὺν ἄκρατον σπάσας τῆς
εὐεργέτιδος τοῦ θεοῦ δυνάμεως καὶ λόγων ἱερῶν καὶ δογμάτων ἑστιαθείς· <lb n="15"/>
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="123"><p>οὗτος ᾧ φησιν ὁ προφήτης τὸν θεὸν "ἐμπεριπατεῖν" οἷα βασιλείῳ,
καὶ γάρ ἐστι τῷ ὄντι βασίλειον καὶ οἶκος θεοῦ σοφοῦ διάνοια· τούτου
καλεῖται θεὸς ἰδίως ὁ τῶν συμπάντων θεός, καὶ λαὸς ἐξαίρετος πάλιν
οὗτος, οὐ τῶν κατὰ μέρος ἀρχόντων, ἀλλὰ τοῦ ἑνὸς καὶ πρὸς ἀλήθειαν
 ἄρχοντος, ἁγίου ἅγιος·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="124"><p>οὗτός ἐστιν ὁ πρὸ μικροῦ πολλαῖς μὲν <lb n="20"/>
ἡδοναῖς, πολλαῖς δ’ ἐπιθυμίαις, μυρίαις δ’ ἀνάγκαις κακιῶν καὶ
<note xml:lang="mul" type="footnote">1.2 σπουδαίω F: τοῖς σπουδαίοις AHP (v)
<lb/>2 συνηρμοσμένην καὶ συνοικοδομουμένην οἰκίαν Α
<lb/>3 ἄχρι] μέχρι F οἰκίαν h. I. om. Α συμφυέστατον H (Turn.) διά τε FHP: ἅτε Α (Mang.)
<lb/>4 post χρησίμων add. ἐνεργοῦν ὦ (ἐνεργοῦν recepit Mang.) τόνδε FA: om. HP (v)
<lb/>5 ὃν add. 5.
<lb/>6 τῶν θείων om. Α
<lb/>6 συμπεριπολοῦντα F: μόνον σ. AH1P, μόναις σ. H2 (v) γῶν οὐρανίων Α: τῶν om. FHP (v)
<lb/>7 ἠρεμίᾳ] εὐημερίᾳ coni. Wendl. ἀμέθεκτον] ἀμέθελκτον coni. Mang, <add>νόσων</add> vel <add>νοσημάτων</add> vel <add>κακιῶν</add> conicio
<lb/>8 γεννῶσιν ἀνάγκαι Μang.: ἀνάγκαι (om. γεννῶσιν) Α, γεννῶσι δυνάμεις FHP (v)
<lb/>9 δυναστείαν coni. Mang. τι Α: τις FHP (Turn.) 
<lb/>10 περιέφλεξεν οὐρανὸς Α (Mang.): αὖον FUP (Turn.) ; οὐρανὸς seclusi
<lb/>15 τοῦ om. Α
<lb/>16 οὗτος ᾧ] τούτων οὑν Α φησιν: hic desinit F, cetera supplevit man. rcc. (lacobus Diassorimis)
<lb/>18 ἐξαίρετος Α: ἐξαίρετος χάριτι HP ἐξαιρέτῳ χάριτι v)</note> <note xml:lang="mul" type="footnote">16—18 Lev. 26,12. 17.
<lb/>18 DR fol. 195v Anton. Mel. II
<lb/>87 Col. 1209 Φίλωνοζι οἶκος θεοῦ σοφοῦ διάνοια· τούτου καλεῖται θεὸς ἰδίως ὁ τῶν συμπάντων, ὥς ὅ DR) φησιν ὁ προφήτης, ὡς (ᾧ?) θεὸς (ὁ θεὸς DR) ἐμπεριπατεῖ οἷα βασιλείῳ (16). DR fol. 137r ἔστι γὰρ τῷ ὄντι βασίλειον καὶ οἶκος θεοῦ σοφοῦ διάνοια, ὥς φησιν ὁ προφήτης τόν θεὸν ἐμπεριπατεῖν οἷα βασιλείῳ. τούτου καλεῖται θεὸς ὁ τῶν συμπάντων ἵδιος.</note>  

<pb n="v.5.p.365"/>
ἐπιθυμιῶν ὑπεζευγμένος· τούτου τὰ κακὰ τῆς δουλείας συνέτριψεν ὁ θεὸς
εἰς ἐλευθερίαν ἐξαιρούμενος· οὗτος ὁ μὴ ἀπαρρησιάστου τυχὼν εὐεργεσίας
ἀλλὰ διαβεβοημένης καὶ περιηγγελμένης πάντῃ διὰ τὴν τοῦ
προασπίζοντος ἐξουσίαν, ὑφ’ ἧς οὐχ ὑπεσύρη πρὸς τὰ οὐραῖα, ἀλλ’ ἐπὶ
<lb n="5"/> κεφαλὴν ἄνω παρεπέμφθη.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>