<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1:101-120</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1:101-120</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="101"><p>λόγιον γάρ ἐστιν ὅτι τοῖς τὰς ἱεροπρεπεῖς ἐντολὰς φυλάττουσιν <lb n="5"/> ὁ μὲν οὐρανὸς ὀμβρήσει καιρίους ὑετούς, ἡ δὲ γῆ καρπῶν παντοδαπῶν
οἴσει φοράν, ἡ μὲν πεδιὰς σπαρτῶν, ἡ δ’ ὀρεινὴ τῶν ἀκροδρύων,
καὶ ὅτι χρόνος οὐδεὶς ἀπολειφθήσεται κενὸς εὐεργεσίας, ἀλλὰ τῷ συνεχεῖ
καὶ ἐπαλλήλῳ τῶν τοῦ θεοῦ χαρίτων „καταλήψεται ὁ μὲν ἄμητος
τρύγητον, καταλήψεται δὲ ὁ τρύγητος σπόρον“</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="102"><p>(Lev. 26, 5), ὡς ἀνελλιπῶς <lb n="10"/> καὶ ἀδιαστάτως ἀεὶ τὰ μὲν συγκομίζειν, τὰ δὲ ἐλπίζειν, ἐφεδρευόντων
ἑτέροις ἑτέρων, ἵνα τοῖς πέρασι τῶν προτέρων αἱ τῶν ὑστέρων
ἀρχαὶ συνάπτουσαι κύκλον τινὰ καὶ χορείαν ἀποτελῶσιν ἀνεπιδεᾶ παντὸς
ἀγαθοῦ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="103"><p>τὸ γὰρ πλῆθος τῶν γινομένων ἐξαρκέσει καὶ πρὸς τὴν παραυτίκα χρῆσιν καὶ ἀπόλαυσιν καὶ πρὸς τὴν τοῦ μέλλοντος ἄφθονον περιουσίαν,
<lb n="15"/> νέων ἐπακμαζόντων παλαιοῖς καὶ τὴν ἐκείνων ἔνδειαν προσαναπληρούντων·
 ἔστι δὲ ὅτε καὶ ὑπ’ εὐφορίας ἀλέκτου τῶν  <milestone unit="altpage2" n="p. 425 M."/> πάλαι συγκομισθέντων
φροντίσει τὸ παράπαν οὐδείς, ἀλλ’ ἀταμίευτα καὶ ἀθησαύριστα καταλείψουσι
τοῖς βουλομένοις ἀφέντες τὴν χρῆσιν ἀδεᾶ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="104"><p>οἷς μὲν γὰρ ὁ ἀληθινὸς πλοῦτος ἐν οὐρανῷ κατάκειται διὰ σοφίας καὶ ὁσιότητος ἀσκηθείς,
<lb n="20"/> τούτοις καὶ ὁ τῶν χρημάτων ἐπὶ γῆς περιουσιάζει, προνοίᾳ καὶ ἐπιμελείᾳ
θεοῦ τῶν ταμείων ἀεὶ πληρουμένων, ἐκ τοῦ τὰς ὁρμὰς τῆς διανοίας
<note xml:lang="mul" type="footnote"><lb/>1 σεμνοὺς] συγγενεῖς coni. Mang. ἁρμοττούσης F: ἁρμοζούσης AHP (v) 
<lb/>2 ἀποδρὰς ἄσμενος] ἀποδρασάμενος F
<lb/>3 τοῖς codd. Μang.): τοὺς Turn. 5.
<lb/>6 καρπῶν παντοδαπῶν οἴσει F: παντοδαπῶν καρπῶν οἴσει AHP παντοδαπῶν οἴσει καρπῶν Mang.), καρπῶν om. L παντοδαπὸν οἵσει Turn.)
<lb/>6 ἡ μὲν πεδιὰς σπαρτῶν om. PL (Turn.) ἡ δ’ F, ἡ δὲ Α: καὶ ἡ HP (Turn.)
<lb/>7 οὐδεὶς] οὐδεὶς ἔρημος F
<lb/>8 ἄμητος F: ἀμητὸς AHP (v)
<lb/>9 τὸν τρύγητόν P τρύγητόν codd. (v) καταλήψεται om. F δὲ AH:
<lb/>6 δὲ F,
<lb/>6 om. P τρύγητός codd. (v) 9.10 ὡς ἀνελλιπῶς om. Α
<lb/>11 ἑτέροις ἑτέρων F: ἑτέρων ἑτέροις AHP (v) ὑστέρων FA: ὕστερον HP (v)
<lb/>12 ἀποτελῶσιν ἀνεπιδεᾶ F: ἀποτελῶσι μὴ ἐπιδεᾶ AHP (v)
<lb/>13 πρὸς] εἰς F
<lb/>16 δ’ F ὅτε (corr. ex ὅτι) F: ὅπου AHP (v) ὑπ’ om. Α ἀλέκτου τῶν] ἀλέκτων Α
<lb/>17 φροντιεῖ conicio 18.19
<lb/>6 ἀληθινὸς codd.:
<lb/>6 om. DM (v)
<lb/>19 ἐν οὐρανοῖς ἀνθρώποις DM) ἀπόκειται D ἀσκηθείς om. D; αὐξηθείς coni. Mang., ἄσκησιν conicio 
<lb/>20 γῆς om. N (in fine lineae) προνοία
<lb/>61 Α
<lb/>21 ἐκ] ἕνεκα conicio</note> <note xml:lang="mul" type="footnote"><lb/>4 sqq. Lev. 26,3. 4. Deut. 11,13. 14. 18—360,4 DP fol. 368v Φίλωνος DM fol. DR fol. 276r Φίλωνος ἐκ τοῦ περὶ εὐχῆς καὶ εὐλογιῶν. οἶς
<lb/>6 ἀληθινὸς πλοῦτος—εὐοδεῖν πέφυκεν ἡ κτῆσις. 18—360,6 Ν fol. 160v: οἷς μὲν ὁ ἀληθινὸς αναγκαιον ἕπεται.</note>  

<pb n="v.5.p.360"/>
καὶ τῶν χειρῶν τὰς ἐπιβολὰς μὴ ἐμποδίζεσθαι πρὸς τὴν τῶν ἀεὶ σπουδαζομένων
 καλῶν κατόρθωσιν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="105"><p>οἷς δὲ ὁ κλῆρος οὐκ ἔστιν οὐράνιος δι’
ἀσέβειαν καὶ ἀδικίαν, οὐδὲ τῶν ἐπὶ γῆς ἀγαθῶν εὐοδεῖν πέφυκεν ἡ
κτῆσις· ἀλλὰ κἂν προσγένηται, τάχιστα ἀπεπήδησεν, ὡς παραγενομένη
τὴν ἀρχὴν οὐκ ἐπ’ ὠφελείᾳ τῶν λαβόντων, ἀλλ’ ὑπὲρ τοῦ βαρῦναι τὴν <lb n="5"/>
ἀνίαν σφοδρότερον, ἥτις ἐκ τοῦ στέρεσθαι κατὰ τὸ ἀναγκαῖον ἕπεται.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="106"><p><milestone unit="altref" n="18"/> τότε δή, φησίν, ὑπὸ τῆς ἄγαν εὐφορίας καὶ ἀφθονίας ὃ νῦν
ὑπομένεις ἐργάσῃ· νῦν μὲν γὰρ μήτε τῶν νόμων μήτε τῶν πατρίων
ἐθῶν αἰδῶ ποιούμενος ἀλλὰ πάντων ἀθρόως ἀλογῶν ὑστερίζεις μὲν τῶν
ἀναγκαίων, θεραπεύεις δὲ τὰς τῶν δανειστῶν καὶ ὀβολοστατῶν οἰκίας <lb n="10"/>
 ἐπὶ πολλῷ δανειζόμενος· τότε δ’, ὥσπερ ἔφην, δράσεις τοὐναντίον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="107"><p>ὑπὸ
γὰρ ἀφθόνου περιουσίας αὐτὸς ἄλλοις δανειεῖς, καὶ οὐκ ὀλίγα οὐδ’ ὀλίγοις,
ἀλλὰ πολλὰ καὶ πολλοῖς, ὅλοις μὲν οὖν ἔθνεσι, πάντων καὶ τῶν κατὰ
πόλιν καὶ τῶν κατὰ χώραν εὐτυχῶς ἀπαντώντων, τῶν μὲν κατὰ πόλιν
ἀρχαῖς καὶ τιμαῖς καὶ εὐδοξίαις διά τε εὐδικίας καὶ εὐβουλία καὶ τοῦ <lb n="15"/>
διὰ λόγων καὶ πράξεων κοινωφελοῦς, τῶν δὲ κατ’ ἀγρὸν εὐφορίαις καὶ
τῶν ἀναγκαίων, σίτου, οἴνου, ἐλαίου, καὶ τῶν πρὸς ἁβροδίαιτον βίον,
ταῦτα δ’ ἐστὶ τὰ ἀμύθητα γένη τῶν ἀκροδρύων καὶ ἔτι βουκολίων
 αἰπολίων τῶν ἄλλων θρεμμάτων εὐτοκία.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="108"><p>ἀλλὰ τί τούτων ὄφελος,
εἴποι τις ἄν, τῷ μὴ μέλλοντι κληρονόμους καὶ διαδόχους ἀπολιπεῖν; <lb n="20"/>
<note xml:lang="mul" type="footnote"><lb/>1 τῶν χειρῶν τὰς ἐπιβολὰς D: τὰς τῶν χειρῶν ἐπιβολὰς codd. (v) ἐπιβουλὰς ΡDM 
<lb/>2 καλῶν add. D: om. codd. (v)
<lb/>3 καὶ ἀδικίαν D: ἡ ἀδικίαν codd. (v) post ἀδικίαν add. καὶ γηίνας μερίμνας ἀπρεπεῖς D
<lb/>4 κτίσις P ἀπεπήδησεν] ἀπεδήμησεν Α
<lb/>6 σφοδρώτερον Η ἥτϊ (sic) Α τὸ ἀναγκαῖον codd: τὸ om. V
<lb/>7 δὴ FA: δέ HP (v) εὐφορίας καὶ ἀφθονίας F: εὐφορίας HP (v), ἀφθονίας Α ὃ] ὃν F
<lb/>8 ἐργάσῃ codd.: ἐργάζῃ v
<lb/>9 ἀθρόον Α 
<lb/>10 βωλοστατῶν (sic) Α
<lb/>11 ἐπὶ πολὺ Α ὥσπερ] ὡς F
<lb/>12 γὰρ σεῖς om. F ἀφθόνου] φθόνου Α δανειεῖς F: δανιεῖς HP (v), δανιεῖς Α γρ. δανείσεις, ὅτι τὸ δανείζω ῥῆμα περισπώμενον μέλλοντα οὐ ποιεῖ· βαρβαρισμὸς γάρ ἐστι adnot. mg Α man. rec.) οὐδ’] ἐν Α
<lb/>13 ἀλλὰ—χώραν (14) οm. HP
<lb/>14 pr. πόλιν F: χώραν Α χώραν F: πόλιν Α ἀπαντώντων FHP (Turn.): ἐχόντων ἁπάντων Α (Mang.)
<lb/>15 εὐδικίας H (coni. Mang.): εὐδικίας corr. ex εὐδοκίας L, εὐδοκίας FAP (v) εὐβουλίας] εὐσεβείας Turn.
<lb/>16 κατ’ ἀγρὸν AHP: κατὰ χώραν F 16.
<lb/>17 καὶ τῶν ἀναγκαίων Ε: καὶ om. AHP (v)
<lb/>17 καὶ ἐλαίου Α (Mang.) 
<lb/>18 βουκόλων Α
<lb/>19 αἰπόλων F1 corr. F2
<lb/>20 καὶ διαδόχους ἀπολιπεῖν F: ἀπολιπεῖν καὶ διαδόχους Α, καὶ διαδόχους om. HP (Turn.)</note> <note xml:lang="lat" type="footnote"><lb/>12 Deut. 15,6 28,12. 13.14 Deut. 28,3.
<lb/>16 sqq. Deut. 7,13. 28,4.</note>  

<pb n="v.5.p.361"/>
διὰ τοῦτο ἐπισφραγιζόμενος τὰς εὐεργεσίας φησίν· οὐδεὶς ἄγονος οὐδὲ
στεῖρα γενήσεται, πάντες δὲ οἱ θεραπευταὶ θεοῦ γνήσιοι νόμον ἐκπληρώσουσι
φύσεως τὸν ἐπὶ παιδοποιΐᾳ·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="109"><p>καὶ γὰρ ἄνδρες ἔσονται πατέρες καὶ πατέρες εὔπαιδες καὶ γυναῖκες ἔσονται μητέρες καὶ μητέρες εὔτεκνοι, ὡς ἕκαστον
<lb n="5"/> οἶκον πλήρωμα εἶναι πολυανθρώπου συγγενείας, μηδενὸς ἐλλειφθέντος ἢ
μέρους ἢ ὀνόματος τῶν ὅσα ἐπιφημίζεται τοῖς προσήκουσι, καὶ πρὸς
τοὺς ἄνω, γονεῖς, θείους, πάππους, καὶ πρὸς τοὺς κάτω πάλιν ὁμοίως,
 <add>υἱούς</add>, ἀδελφούς, ἀδελφιδοῦς, υἱωνούς, θυγατριδοῦς, ἀνεψιούς,  <milestone unit="altpage2" n="p.426 M."/> ἀνεψιαδοῦς,
τοὺς ἐξ αἵματος πάντας.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="110"><p>ὠκύμορος δ’ ἢ ἀτελὴς οὐδεὶς ἂν γένοιτο <lb n="10"/> τῶν κοσμουμένων τοῖς νόμοις οὐδέ τινος ἡλικίας ἄμοιρος ὧν ὁ θεὸς
ἔνειμεν ἀνθρώπων γένει· ἀλλ’ ἐκ βρέφους ἐπαινὼν ἑξῆς ὥσπερ δι’ ἀναβαθμῶν,
τεταγμέναις χρόνων περιόδοις ἑκάστης ἡλικίας τοὺς ὁρισθέντας
ἀριθμοὺς συνεκπληρώσας, ἐπὶ τὴν τελευταίαν ἀφίξεται τὴν θανάτῳ
μᾶλλον δ’ ἀθανασίᾳ γειτνιῶσαν, ὁ πρὸς ἀλήθειαν εὔγηρως, εὔπαιδα καὶ
<lb n="15"/> πολύπαιδα οἶκον ἀνθ’ αὑτοῦ καταλιπών. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="111"><p><milestone unit="altref" n="19"/> τοῦτ’ ἐστὶν ὅπερ εἶπέ που προθεσπίζων, ὅτι "τὸν ἀριθμὸν τῶν ἡμερῶν σου ἀναπληρώσεις“
(Exod. 23, 26), παγκάλως χρησάμενος τοῖς ὀνόμασι κυρίοις ἅμα καὶ
προσφυέσιν. ὁ μὲν γὰρ ἀμαθὴς καὶ ἔκνομος „οὔτ’ ἐν λόγῳ,“ φασίν,
„οὔτ’ ἐν ἀριθμῷ“, τῷ δὲ παιδείας καὶ νόμων ἱερῶν μεταποιουμένῳ
<lb n="20"/> πρώτη χάρις ἐστὶν ἐλλογίμῳ καὶ δοκίμῳ φανέντι μεταλαχεῖν ἀριθμοῦ
<note xml:lang="mul" type="footnote"><lb/>1 διὰ τοῦτο ἐπισφραγιζόμενος F: διὰ τοῦτο post φησὶ transp. Α, διὰ τοῦτο om. HP ἐπισφρ. διὰ τοῦτο Mang.)
<lb/>3 ἐπὶ παιδογονία F ἔσονται ἄνδρες transp. Α 3,
<lb/>4 καὶ πατέρες εὔπαιδες om. Α
<lb/>4 καὶ γυναῖκες ἔσονται μητέρες καὶ μητέρες εὔτεκνοι F: καὶ γυναῖκες μητέρες εὔτεκνοι Α (Mang.), καὶ μητέρες εὔτεκνοι (cet. om.) HP (Turn.) 4.
<lb/>5 ἑκάστου (ου in ras. m. 2) τὸν οἶκον F
<lb/>6 ὅσα] ἁ ἐπιφημίζεται F: ἐπιφημίζεσθαι AHP
<lb/>7 πάππους F: πάππους, προπάππους ΑΗΡ πρὸς om. F κάτω πάλιν] κατά πόλιν Α ὁμοίως codd.: ὁμοίους v 
<lb/>8 υἱούς addidi υἱούς pro ὁμοίους coni. Mang.) ἀνεψιαδοῦς scripsi: ἀνεψιδοῦς codd. (v)
<lb/>9 δ’ F: om. AHP ἂν om. F
<lb/>10 κοσμουμένων τοῖς νόμοις F: κοσμουμένων νόμοις A (Mang.), κόσμου πενομένων νόμοις HP κ. γενομένων ν. Turn.) ὧν FA: ὢν HP; ἢν coni. Mang. ὁ θεὸς codd.: θεός v
<lb/>12 ἑκάστων H 
<lb/>13 συνεκπλήσας F
<lb/>14 ὁ codd.: ἡ L (ἣ v) 14.
<lb/>15 καὶ πολύπαιδα οἶκον F: οἶκον καὶ πολύπαιδα Α (Mang.), καὶ πολύπαιδα om. HP (Turn.)
<lb/>15 ἀντ’ αὐτοῦ A 
<lb/>16 προθεσπίζων FA: θεσπίζων HP (v) ἀναπληρώσεις Α: ἀναπλήσεις FHP (v) ; ἀναπληρώσω LXX 17.
<lb/>18 κυρίως ἅμα καὶ προσφυῶς F
<lb/>18 φασίν scripsi: φησίν codd. (v)
<lb/>19 μεταποιουμένῳ] ἁπτομένῳ Α</note> <note xml:lang="mul" type="footnote"><lb/>1 Exod. 23,26. Deut. 7, 14. 18.
<lb/>19 οὔτ’ ἐν λόγῳ οὔτ’ ἐν ἀριθμῷ: Orac. ap. Phot. (Suid.) s. v. ὑμεῖς, (0 Μεγαρεῖς, οὔτε τρίτοι οὔτε τέταρτοι. Schol. Theocr. 14,48. Iamblich. Vit. Pythag.
<lb/>35 (259).</note>  

<pb n="v.5.p.362"/>
 καὶ τάξεως.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="112"><p>ὑπερφυῶς δὲ ἔχει καὶ ἡ πλήρωσις οὐ μηνῶν ἢ ἐνιαυτῶν
ἀλλ’ ἡμερῶν, ὡς δέον ἑκάστην ἡμέραν τοῦ σπουδαίου μηδὲν ἔρημον καὶ
κενὸν ἐᾶν εἰς πάροδον ἁμαρτημάτων, ἀλλὰ πᾶσι τοῖς μέρεσι καὶ διαστήμασιν
ἑαυτῆς καλοκἀγαθίας πεπληρῶσθαι· κρίνεται γὰρ οὐ ποσότητι
ἀλλὰ ποιότητι ἡ ἀρετὴ καὶ τὸ καλόν. ὅθεν ἰσότιμον καλῷ βίῳ σοφοῦ <lb n="5"/>
 καὶ μίαν ἡμέραν ὑπέλαβεν εἶναι κατορθουμένην.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="113"><p>τοῦτ’ ἐστὶν ὃ καὶ ἐν
ἑτέροις αἰνίττεται φάσκων εὐλογίας ἄξιον ἔσεσθαι καὶ εἰσιόντα καὶ ἐξιόντα
τὸν τοιοῦτον ἄνδρα, διότι πάσαις μὲν ταῖς κινήσεσι πάσαις δὲ ταῖς
σχέσεσιν ὁ σπουδαῖος ἐπαινετός, ἔνδον τε καὶ ἔξω, πολιτικὸς ὁμοῦ καὶ
οἰκονόμος, ὡς τὰ μὲν ἔνδον ἐξορθοῦν οἰκονομικῶς, τὰ δ’ ἔξω πολιτικῶς, <lb n="10"/>
 ᾗ συμφέρον ἐπανορθοῦσθαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="114"><p>ἐὰν μὲν οὖν εἷς ἀνὴρ τυγχάνῃ τοιοῦτος
ὢν ἐν πόλει, τῆς πόλεως ὑπεράνω φανεῖται, ἐὰν δὲ πόλις, τῆς ἐν κύκλῳ
χώρας, ἐὰν δὲ ἔθνος, ἐπιβήσεται πᾶσιν ἔθνεσιν ὥσπερ κεφαλὴ σώματι
τοῦ περιφαίνεσθαι χάριν, οὐχ ὑπὲρ εὐδοξίας μᾶλλον ἢ τῆς τῶν ὁρώντων
ὠφελείας· αἱ γὰρ συνεχεῖς τῶν καλῶν παραδειγμάτων φαντασίαι παραπλησίας <lb n="15"/>
εἰκόνας ἐγχαράττουσι ταῖς μὴ πάνυ σκληραῖς καὶ ἀποκρότοις
 ψυχαῖς.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="115"><p>ὅθεν εἴρηται πρὸς τοὺς ἐθέλοντας μιμεῖσθαι τὰ σπουδαῖα καὶ
θαυμαστὰ κάλλη μὴ ἀπογινώσκειν τὴν ἀμείνω μεταβολὴν μηδὲ τὴν
ὥσπερ ἐκ διασπορᾶς ψυχικῆς ἣν εἰργάσατο κακία πρὸς ἀρετὴν καὶ
 σοφίαν ἐπάνοδον· ἵλεως γὰρ ὅταν ᾖ ὁ θεός, ἐξευμαρίζεται πάντα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="116"><p><milestone unit="altpage1" n="p. 42"/>  γίνεται
<note xml:lang="mul" type="footnote"><lb/>1 ὑπερφυῶς—ἡμερῶν (2) om. HP (Turn.) μηνῶν] μονῶν Α
<lb/>2 ὡς δέον FHP: ὡς δὲ Α ὡς δὴ Mang.) 2.3 ἔρημον καὶ κενὸν ἐᾶν AHP: ἔχειν ἔρημον καὶ κενόν F
<lb/>4 ἑαυτῆς ’P: αὐτῆς Η2 (v) 4.
<lb/>5 ποσότητος . . . ποιότητος Η (Turn.)
<lb/>5 καλῷ] ὅλῳ coni. Mang., ὅλῳ <add>φαύλου</add> βίῳ ipse conicio G ὑπέλαβεν F: ὑπέλαβον AHP (v) κατορθουμένην FHP: κατωρθωμένην Α 
<lb/>7 αἰνίττεται φάσκων om. A
<lb/>9 πολιτικὸς FA: πολιτικός τε HP (v)
<lb/>10 ὡς Α: om. FHP (v) ἐξορθοῦν codd.: ἐξορθῶν Mang. δὲ A 11.12 τοιοῦτος ὢν om. Α
<lb/>14 μᾶλλον om. A 15.
<lb/>16 παραπλησίους A
<lb/>16 σκληραῖς] σκϊραῖς F
<lb/>17 ὅθεν Y: ὅθεν ὥσπερ Α, ὥσπερ Η1Ρ, ὅπερ Η2 (v) εἴρηται 2 εὕρηται FAH1P
<lb/>18 τὰ θαυμαστὰ F ἀπογινώσκειν scripsi: ἀπογινώσκεσθαι codd. μηδὲ F: μήτε AHP (v) τὴν] τῆς F
<lb/>19 ψυχικῆς. FHP: ψυχῆς Α (Mang.) κακίαν Α
<lb/>20 ἐξευμαρίζει couicio</note> <note xml:lang="lat" type="footnote">5.
<lb/>6 cf. Quaest. in Exod. II §
<lb/>20 Optimum utique non mensibus neque secundum numeros (? annos?) supputare vitam cultorum dei sed diebus, qui sunt plane aequi honoris cum ipso aeterno supputati ac connumerati. Posidon. ap. Senec. Epist. 78,25 unus dies hominum eruditorum plus patet quam imperitis longissima aetas. Cic. Tusc. V
<lb/>5 est autem unus dies bene et ex praeceptis tuis (scil. philosophiae) actus peccanti immortalitati anteponendus.
<lb/>7 Deut. 28,6.</note>  

<pb n="v.5.p.363"/>
δὲ ἵλεως τοῖς αἰδουμένοις καὶ μεθορμιζομένοις ἐξ ἀκρασίας εἰς ἐγκράτειαν
καὶ τὰ μὲν τῆς ὑπαιτίου ζωῆς κακίζουσι καὶ ὅσα ἐναπεμάξαντο
ταῖς ψυχαῖς αἰσχρὰ εἴδωλα μυσαττομένοις, εὐδίαν δὲ παθῶν ἐζηλωκόσι
καὶ γαλήνην καὶ εἰρήνην βίου μετατρέχουσι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="117"><p>καθάπερ οὖν ἀνθρώπους <lb n="5"/> ἐν ἐσχατιαῖς ἀπῳκισμένους ῥᾳδίως <add>ἂν</add> ἑνὶ κελεύσματι συναγάγοι ὁ θεὸς
ἀπὸ περάτων εἰς ὅ τι ἂν θελήσῃ χωρίον, οὕτω καὶ τὸν νοῦν ἐξ ἄλης
πολυχρονίου πάντῃ πλανηθέντα καὶ κακωθέντα πρὸς ἡδονῆς καὶ ἐπιθυμίας,
δεσποινῶν ἐκτετιμημένων, ἐλεῶν ὁ σωτὴρ ἐξ ἀνοδίας εἰς ὁδὸν
εὐπετῶς ἂν ἀγάγοι, ἀμεταστρεπτὶ φεύγειν διεγνωκότα φυγήν, οὐ τὴν
<lb n="10"/> ἐπονείδιστον λεγομένην, ἀλλὰ τὴν σωτήριον, ἣν οὐκ ἄν τις ἁμάρτοι λέγων
καθόδου κρείττονα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="118"><p><milestone unit="altref" n="20"/> Τὰ μὲν οὖν ἐκτὸς ἀγαθὰ εἴρηται, νῖκαι κατ’ ἐχθρῶν, κράτη πολέμων, εἰρήνης βεβαιώσεις καὶ τῶν κατ’ εἰρήνην ἀγαθῶν περιουσίαι,
πλοῦτοι καὶ τιμαὶ καὶ ἀρχαὶ καὶ τὰ παρεπόμενα τοῖς εὖ πράττουσιν
<lb n="15"/> ἐγκώμια, διὰ παντὸς στόματος καὶ φίλων καὶ δυσμενῶν ἐπαινουμένοις,
τῶν μὲν διὰ φόβον, τῶν δὲ δι’ εὔνοιαν· λεκτέον δὲ καὶ τὰ τούτων
οἰκειότερα, τὰ περὶ σῶμα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="119"><p>φησὶν οὖν, ὅτι τοῖς ἀρετὴν διαπονοῦσι καὶ τοὺς ἱεροὺς νόμους ἡγεμόνας τῶν κατὰ τὸν βίον λόγων καὶ ἔργων προστησαμένοις
ἰδίᾳ τε καὶ κοινῇ περιέσται τὸ εἰς ἅπαν ἄνοσον· εἰ δὲ καὶ
<lb n="20"/> γένοιτό τις ἀσθένεια, τοῦ μὲν κακῶσαι χάριν οὐκ ἂν γένοιτο, τοῦ δ’
ὑπομνῆσαι τὸν θνητὸν ὅτι θνητός ἐστιν, εἰς ὑπεραύχου φρονήματος
κατάλυσιν καὶ βελτίωσιν ἠθῶν· ὑγείᾳ δ’ ἕψεται καὶ εὐαισθησία καὶ τὸ
ἐν ἅπασι τοῖς μέρεσιν ὁλόκληρον καὶ παντελές, εἰς τὰς πρὸς ὃ γέγονεν
<note xml:lang="mul" type="footnote"><lb/>1 μεθορμιζομένοις F: μεθαρμοζομένοις AHP (v)
<lb/>4 γαλήνην καὶ εἰρήνην F: εἰρήνην καὶ γαλήνην AHP (v)
<lb/>5 αἰσχατιαῖς F ἂν add. Turn., om. codd. ὁ θεός FA: θεός HP (v)
<lb/>6 ἀπό περάτων om. P ἐξ ἄλης H2: ἐξ ἄλλης FH1P, ἐκ ζάλης Α
<lb/>7 καὶ κακωθέντα om. HP (Turn.)
<lb/>8 ἐκτετιμημένων F: ἐκτετμημένων HP Τurn.), ἐκτεταμένων Α (Mang.) ἐλεῶν ΑΗ2: ἔλεον FH1P 8.
<lb/>9 εὐπετῶς εἰς ὁδὸν transp. A
<lb/>9 ἂν ἀγάγοι v (Turn.): ἀναγάγοι FHP, ἀναγάγῃ Α φεύγειν διεγνωκότα Α: διεγνωκότα φυγεῖν F, φεύγειν φυγεῖν) om. HP
<lb/>10 ἁμάρτοι FA: ἁμάρτη HP (v)
<lb/>11 καθόδου] καθόλου Α
<lb/>12 εἴρηται v (Turn.): εἴρηνται codd. κράτη FA: κράτος HP (v)
<lb/>13 πολεμίων Α βεβαιώσεις scripsi: βεβαίωσις codd.
<lb/>14 παρεπόμενα] πρέποντα Α
<lb/>15 ἐπαινούμενα Α 
<lb/>17 σῶμα F: τὸ σῶμα AHP (v) ἐπιπονοῦσι Α 18.
<lb/>19 συστησαμένοις F 
<lb/>20 οὐκ ἂν γένοιτο F: οὐκ ἂν γένοιτ’ ἄν AHP (v)
<lb/>21 ἐστιν] εἶ Α
<lb/>23 γέγονεν A: σ προγέγονεν FP (v), προγέγονεν H, προσγέγονεν L</note> <note xml:lang="lat" type="footnote"><lb/>19 Deut. 7,15.</note>  

<pb n="v.5.p.364"/>
 ἕκαστον ἀκωλύτους ὑπηρεσίας.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="120"><p>ἐδικαίωσε γὰρ ὁ θεὸς γέρας τῷ σπουδαίῳ
παρασχεῖν εὖ συνῳκοδομημένην καὶ συνηρμοσμένην ἐκ θεμελίων
ἄχρι στέγους οἰκίαν — οἰκία δὲ ψυχῆς συμφυεστάτη σῶμα — διά τε
πολλὰ τῶν εἰς τὸν βίον ἀναγκαίων καὶ χρησίμων καὶ μάλιστα διὰ τόνδε
 τὸν καθάρσεσι τελείαις νοῦν καθαρθέντα·</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>